Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

ταῦτα δὲ αἱ πόλεις αὗται πεπιστεύκασιν ἐκ χρησμῶν τῶν Βάκιδος, ἔστι γὰρ καὶ τάδε ἐν τοῖς χρησμοῖς·

  1. ἀλλʼ ὁπόταν Τιθορεὺς Ἀμφίονί τε Ζήθῳ τε
  2. χύτλα καὶ εὐχωλὰς μειλίγματʼ ἐνὶ χθονὶ χεύῃ
  3. θελγομένου ταύροιο κλυτοῦ μένει ἠελίοιο,
  4. καὶ τότε δὴ πεφύλαξο πόλει κακὸν οὐκ ἀλαπαδνόν
  5. ἐρχόμενον· καρποὶ γὰρ ἀποφθινύθουσιν ἐν αὐτῇ
  6. γαίης δασσαμένων, Φώκου δʼ ἐπὶ σῆμα φερόντων.

Φώκου δὲ μνῆμα ὁ Βάκις εἴρηκεν ἐπὶ αἰτίᾳ τοιᾷδε. ἡ γυνὴ τοῦ Λύκου Διόνυσον θεῶν μάλιστα ἦγεν ἐν τιμῇ· παθούσης δὲ αὐτῆς τὰ λεγόμενα Διόνυσος νεμεσᾷ τῇ Ἀντιόπῃ. ἐπίφθονοι δὲ ἀεί πως παρὰ θεῶν αἱ ὑπερβολαὶ τῶν τιμωριῶν εἰσι· λέγουσιν Ἀντιόπην μανῆναι καὶ ἐκστᾶσαν τῶν φρενῶν κατὰ πᾶσαν πλανᾶσθαι τὴν Ἑλλάδα, Φῶκον δὲ τὸν Ὀρνυτίωνος τοῦ Σισύφου περιτυχεῖν αὐτῇ καὶ ἔχειν γυναῖκα ἰασάμενον· καὶ δὴ ὁ τάφος ἐν κοινῷ τῇ Ἀντιόπῃ καὶ Φώκῳ πεποίηται.

τοὺς δὲ παρὰ τὸ Ἀμφίονος μνῆμα λίθους, οἳ κάτωθεν ὑποβέβληνται μηδὲ ἄλλως εἰργασμένοι πρὸς τὸ ἀκριβέστατον, ἐκείνας εἶναί φασι τὰς πέτρας αἳ τῇ ᾠδῇ τοῦ Ἀμφίονος ἠκολούθησαν· τοιαῦτα δὲ ἕτερα λέγεται καὶ περὶ Ὀρφέως, ὡς κιθαρῳδοῦντι ἕποιτο αὐτῷ τὰ θηρία.

ἐκ Θηβῶν δὲ ὁδὸς ἐς Χαλκίδα κατὰ πύλας ταύτας ἐστὶ τὰς Προιτίδας. τάφος δὲ ἐπὶ τῇ λεωφόρῳ δείκνυται Μελανίππου, Θηβαίων ἐν τοῖς μάλιστα ἀγαθοῦ τὰ πολεμικά· καὶ ἡνίκα ἐπεστράτευσαν οἱ Ἀργεῖοι, Τυδέα ὁ Μελάνιππος οὗτος καὶ ἀδελφῶν τῶν Ἀδράστου Μηκιστέα ἀπέκτεινε, καί οἱ καὶ αὐτῷ τὴν τελευτὴν ὑπὸ Ἀμφιαράου γενέσθαι λέγουσι.

τούτου δὲ ἐγγύτατα τρεῖς εἰσιν ἀργοὶ λίθοι· Θηβαίων δὲ οἱ τὰ ἀρχαῖα μνημονεύοντες Τυδέα φασὶν εἶναι τὸν ἐνταῦθα κείμενον, ταφῆναι δὲ αὐτὸν ὑπὸ Μαίονος, καὶ ἐς μαρτυρίαν τοῦ λόγου παρέσχον τῶν ἐν Ἰλιάδι ἔπος

  1. Τυδέος, ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει.
Hom. Il. 14.114

ἑξῆς δέ ἐστι τῶν Οἰδίποδος παίδων μνήματα· καὶ τὰ ἐπʼ αὐτοῖς δρώμενα οὐ θεασάμενος πιστὰ ὅμως ὑπείληφα εἶναι. φασὶ γὰρ καὶ ἄλλοις οἱ Θηβαῖοι τῶν καλουμένων ἡρώων καὶ τοῖς παισὶν ἐναγίζειν τοῖς Οἰδίποδος· τούτοις δὲ ἐναγιζόντων αὐτῶν τὴν φλόγα, ὡσαύτως δὲ καὶ τὸν ἀπʼ αὐτῆς καπνὸν διχῇ διίστασθαι. ἐμὲ δὲ ἐπηγάγοντο ὧν λέγουσιν ἐς πίστιν ἰδόντα ἄλλο τοιόνδε.