Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

πρὸς δὲ ταῖς καλουμέναις πύλαις Προιτίσι θέατρον ᾠκοδόμηται, καὶ ἐγγυτάτω τοῦ θεάτρου Διονύσου ναός ἐστιν ἐπίκλησιν Λυσίου· Θηβαίων γὰρ αἰχμαλώτους ἄνδρας ἐχομένους ὑπὸ Θρᾳκῶν, ὡς ἀγόμενοι κατὰ τὴν Ἁλιαρτίαν ἐγίνοντο, ἔλυσεν ὁ θεὸς καὶ ἀποκτεῖναί σφισι τοὺς Θρᾷκας παρέδωκεν ὑπνωμένους. ἐνταῦθα οἱ Θηβαῖοι τὸ ἕτερον τῶν ἀγαλμάτων φασὶν εἶναι Σεμέλης· ἐνιαυτοῦ δὲ ἅπαξ ἑκάστου τὸ ἱερὸν ἀνοιγνύναι φασὶν ἐν ἡμέραις τακταῖς.

καὶ οἰκίας τῆς Λύκου τὰ ἐρείπια καὶ Σεμέλης μνῆμά ἐστιν, Ἀλκμήνης δὲ οὐ μνῆμα· γενέσθαι δὲ αὐτὴν ὡς ἀπέθανε λίθον φασὶν ἐξ ἀνθρώπου, καὶ Μεγαρεῦσι τὰ ἐς αὐτὴν οὐχ ὁμολογοῦσι· διάφορα δὲ καὶ τὰ λοιπὰ ὡς τὸ πολὺ ἀλλήλοις λέγουσιν Ἕλληνες. Θηβαίοις δὲ ἐνταῦθα καὶ τὰ μνήματα πεποίηται τῶν Ἀμφίονος παίδων, χωρὶς μὲν τῶν ἀρσένων, ἰδίᾳ δὲ ταῖς παρθένοις.

πλησίον δὲ Ἀρτέμιδος ναός ἐστιν Εὐκλείας· Σκόπα δὲ τὸ ἄγαλμα ἔργον. ταφῆναι δὲ ἐντὸς τοῦ ἱεροῦ θυγατέρας Ἀντιποίνου λέγουσιν Ἀνδρόκλειάν τε καὶ Ἀλκίδα. μελλούσης γὰρ πρὸς Ὀρχομενίους γίνεσθαι μάχης Θηβαίοις καὶ Ἡρακλεῖ, λόγιόν σφισιν ἦλθεν ἔσεσθαι τοῦ πολέμου κράτος ἀποθανεῖν αὐτοχειρίᾳ θελήσαντος, ὃς ἂν τῶν ἀστῶν ἐπιφανέστατος κατὰ γένους ἀξίωμα ᾖ. Ἀντιποίνῳ μὲν οὖν—τούτῳ γὰρ τὰ ἐς τοὺς προγόνους μάλιστα ὑπῆρχεν ἔνδοξα—οὐχ ἡδὺ ἦν ἀποθνήσκειν πρὸ τοῦ δήμου, ταῖς δὲ Ἀντιποίνου θυγατράσιν ἤρεσκε· διεργασάμεναι δὲ αὑτὰς τιμὰς ἀντὶ τούτων ἔχουσι.

τοῦ ναοῦ δὲ τῆς Εὐκλείας Ἀρτέμιδος λέων ἐστὶν ἔμπροσθε λίθου πεποιημένος· ἀναθεῖναι δὲ ἐλέγετο Ἡρακλῆς Ὀρχομενίους καὶ τὸν βασιλέα αὐτῶν Ἐργῖνον τὸν Κλυμένου νικήσας τῇ μάχῃ. πλησίον δὲ Ἀπόλλων τέ ἐστιν ἐπίκλησιν Βοηδρόμιος καὶ Ἀγοραῖος Ἑρμῆς καλούμενος, Πινδάρου καὶ τοῦτο ἀνάθημα. ἀπέχει δὲ ἡ πυρὰ τῶν Ἀμφίονος παίδων ἥμισυ σταδίου μάλιστα ἀπὸ τῶν τάφων· μένει δὲ ἡ τέφρα καὶ ἐς τόδε ἔτι ἀπὸ τῆς πυρᾶς.

πλησίον δὲ Ἀμφιτρύωνος ἀνάθημα δύο ἀγάλματα λίθινα λέγουσιν Ἀθηνᾶς ἐπίκλησιν Ζωστηρίας· λαβεῖν γὰρ τὰ ὅπλα αὐτὸν ἐνταῦθα, ἡνίκα Εὐβοεῦσι καὶ Χαλκώδοντι ἔμελλεν ἀντιτάξεσθαι. τὸ δὲ ἐνδῦναι τὰ ὅπλα ἐκάλουν ἄρα οἱ παλαιοὶ ζώσασθαι· καὶ δὴ Ὅμηρον, Ἄρει τὸν Ἀγαμέμνονα ποιήσαντα ἐοικέναι τὴν ζώνην, τῶν ὅπλων τὴν σκευήν φασιν εἰκάζειν.

Ζήθῳ δὲ μνῆμα καὶ Ἀμφίονι ἐν κοινῷ γῆς χῶμά ἐστιν οὐ μέγα. ὑφαιρεῖσθαι δὲ ἐθέλουσιν ἀπʼ αὐτοῦ τῆς γῆς οἱ Τιθορέαν ἐν τῇ Φωκίδι ἔχοντες, ἐθέλουσι δέ, ἐπειδὰν τὸν ἐν τῷ οὐρανῷ ταῦρον ὁ ἥλιος διεξίῃ· τηνικαῦτα γὰρ ἢν ἀπʼ αὐτοῦ λαβόντες γῆν τῷ Ἀντιόπης μνήματι περιάψωσι, Τιθορεεῦσιν οἴσει καρπὸν ἡ χώρα, Θηβαίοις δὲ οὐχ ὁμοίως. καὶ ἐπὶ τούτῳ φρουρὰν οἱ Θηβαῖοι τότε ἔχουσι τοῦ μνήματος.