Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

ἐποίησαν δὲ Ἑλλήνων τινὲς ὡς Ἡρακλῆς ἀναγάγοι ταύτῃ τοῦ Ἅιδου τὸν κύνα, οὔτε ὑπὸ γῆν ὁδοῦ διὰ τοῦ σπηλαίου φερούσης οὔτε ἕτοιμον ὂν πεισθῆναι θεῶν ὑπόγαιον εἶναί τινα οἴκησιν ἐς ἣν ἀθροίζεσθαι τὰς ψυχάς. ἀλλὰ Ἑκαταῖος μὲν ὁ Μιλήσιος λόγον εὗρεν εἰκότα, ὄφιν φήσας ἐπὶ Ταινάρῳ τραφῆναι δεινόν, κληθῆναι δὲ Ἅιδου κύνα, ὅτι ἔδει τὸν δηχθέντα τεθνάναι παραυτίκα ὑπὸ τοῦ ἰοῦ, καὶ τοῦτον ἔφη τὸν ὄφιν ὑπὸ Ἡρακλέους ἀχθῆναι παρʼ Εὐρυσθέα·

Ὅμηρος δὲ— πρῶτος γὰρ ἐκάλεσεν Ἅιδου κύνα ὅντινα Ἡρακλῆς ἦγεν —οὔτε ὄνομα ἔθετο οὐδὲν οὔτε συνέπλασεν ἐς τὸ εἶδος ὥσπερ ἐπὶ τῇ Χιμαίρᾳ· οἱ δὲ ὕστερον Κέρβερον ὄνομα ἐποίησαν καὶ κυνὶ τἄλλα εἰκάζοντες κεφαλὰς τρεῖς φασιν ἔχειν αὐτὸν, οὐδέν τι μᾶλλον Ὁμήρου κύνα τὸν ἀνθρώπῳ σύντροφον εἰρηκότος ἢ εἰ δράκοντα ὄντα ἐκάλεσεν Ἅιδου κύνα.

ἀναθήματα δὲ ἄλλα τέ ἐστιν ἐπὶ Ταινάρῳ καὶ Ἀρίων ὁ κιθαρῳδὸς χαλκοῦς ἐπὶ δελφῖνος. τὰ μὲν οὖν ἐς αὐτὸν Ἀρίονα καὶ τὰ ἐπὶ τῷ δελφῖνι Ἡρόδοτος εἶπεν ἀκοὴν ἐν τῇ Λυδίᾳ συγγραφῇ· τὸν δὲ ἐν Ποροσελήνῃ δελφῖνα τῷ παιδὶ σῶστρα ἀποδιδόντα, ὅτι συγκοπέντα ὑπὸ ἁλιέων αὐτὸν ἰάσατο, τοῦτον τὸν δελφῖνα εἶδον καὶ καλοῦντι τῷ παιδὶ ὑπακούοντα καὶ φέροντα, ὁπότε ἐποχεῖσθαί οἱ βούλοιτο.

ἔστι δὲ ἐπὶ Ταινάρῳ καὶ πηγή, νῦν μὲν οὐδὲν ὥστε καὶ θαῦμα εἶναι παρεχομένη, πρότερον δὲ τοῖς ἐνιδοῦσιν ἐς τὸ ὕδωρ τοὺς λιμένας—φασὶ— καὶ τὰς ναῦς θεάσασθαι παρεῖχε. τοῦτο ἔπαυσε γυνὴ τὸ ὕδωρ μὴ καὶ τοῦ λοιποῦ τοιαῦτα ἐπιδείκνυσθαι, μεμιασμένην ἐναποπλύνασα ἐσθῆτα.

Ταινάρου δὲ τῆς ἄκρας πλοῦν ὅσον τεσσαράκοντα σταδίων ἀφέστηκε Καινήπολις· ὄνομα δὲ ἦν πάλαι καὶ ταύτῃ Ταίναρον. ἐν αὐτῇ δὲ μέγαρον Δήμητρος καὶ ἐπὶ θαλάσσῃ ναός ἐστιν Ἀφροδίτης καὶ ἄγαλμα ὀρθὸν λίθου. ἐντεῦθεν ἀποσχόντι τριάκοντα σταδίους Θυρίδες ἄκρα Ταινάρου καὶ πόλεως ἐρείπια Ἱππόλας ἐστίν, ἐν δὲ αὐτοῖς Ἀθηνᾶς ἱερὸν Ἱππολαΐτιδος· ὀλίγον δὲ ἀπωτέρω Μέσσα πόλις καὶ λιμήν.

ἀπὸ τούτου στάδια τοῦ λιμένος πεντήκοντά ἐστι καὶ ἑκατὸν ἐπὶ Οἴτυλον· ὁ δὲ ἥρως ἀφʼ οὗ τῇ πόλει τὸ ὄνομα ἐγένετο, Ἀργεῖος τὸ ἀνέκαθεν, Ἀμφιάνακτος υἱὸς ὢν τοῦ Ἀντιμάχου. θέας δὲ ἄξια ἐν Οἰτύλῳ Σαράπιδός ἐστιν ἱερὸν καὶ ἐν τῇ ἀγορᾷ Καρνείου ξόανον Ἀπόλλωνος.

ἐς Θαλάμας δὲ ἐξ Οἰτύλου μῆκος τῆς ὁδοῦ στάδιοι περὶ τοὺς ὀγδοήκοντά εἰσι, κατὰ δὲ τὴν ὁδὸν ἱερόν ἐστιν Ἰνοῦς καὶ μαντεῖον. μαντεύονται μὲν οὖν καθεύδοντες, ὁπόσα δʼ ἂν πυθέσθαι δεηθῶσιν, ὀνείρατα δείκνυσί σφισιν ἡ θεός. χαλκᾶ δὲ ἕστηκεν ἀγάλματα ἐν ὑπαίθρῳ τοῦ ἱεροῦ, τῆς τε Πασιφάης καὶ Ἡλίου τὸ ἕτερον· αὐτὸ δὲ τὸ ἐν τῷ ναῷ σαφῶς μὲν οὐκ ἦν ἰδεῖν ὑπὸ στεφανωμάτων, χαλκοῦν δὲ καὶ τοῦτο εἶναι λέγουσι. ῥεῖ δὲ καὶ ὕδωρ ἐκ πηγῆς ἱερᾶς πιεῖν ἡδύ· Σελήνης δὲ ἐπίκλησις καὶ οὐ Θαλαμάταις ἐπιχώριος δαίμων ἐστὶν ἡ Πασιφάη.

Θαλαμῶν δὲ ἀπέχει σταδίους εἴκοσιν ὀνομαζομένη Πέφνος ἐπὶ θαλάσσῃ. πρόκειται δὲ νησὶς πέτρας τῶν μεγάλων οὐ μείζων, Πέφνος καὶ ταύτῃ τὸ ὄνομα· τεχθῆναι δὲ ἐνταῦθα τοὺς Διοσκούρους φασὶν οἱ Θαλαμᾶται. τοῦτο μὲν δὴ καὶ Ἀλκμᾶνα ἐν ᾄσματι οἶδα εἰπόντα· τραφῆναι δὲ οὐκέτι ἐν τῇ Πέφνῳ φασὶν αὐτούς, ἀλλὰ Ἑρμῆν τὸν ἐς Πελλάναν κομίσαντα εἶναι.

ἐν ταύτῃ τῇ νησῖδι ἀγάλματα Διοσκούρων χαλκᾶ μέγεθος ποδιαῖα ἐν ὑπαίθρῳ τῆς νησῖδός ἐστιν· ταῦτα ἡ θάλασσα ἀποκινεῖν οὐκ ἐθέλει κατακλύζουσα ὥρᾳ χειμῶνος τὴν πέτραν. τοῦτό τε δὴ θαῦμά ἐστι καὶ οἱ μύρμηκες αὐτόθι λευκότερον ἢ ὡς μυρμήκων τὸ χρῶμα φαίνουσι. τὴν δὲ χώραν οἱ Μεσσήνιοι ταύτην αὑτῶν φασιν εἶναι τὸ ἀρχαῖον, ὥστε καὶ τοὺς Διοσκούρους μᾶλλόν τι αὑτοῖς καὶ οὐ Λακεδαιμονίοις προσήκειν νομίζουσιν.

Πέφνου δὲ στάδια εἴκοσιν ἀπέχει Λεῦκτρα. ἐφʼ ὅτῳ μὲν δή ἐστιν ὄνομα τῇ πόλει Λεῦκτρα, οὐκ οἶδα· εἰ δʼ ἄρα ἀπὸ Λευκίππου τοῦ Περιήρους, ὡς οἱ Μεσσήνιοί φασι, τούτου μοι δοκοῦσιν ἕνεκα οἱ ταύτῃ θεῶν μάλιστα Ἀσκληπιὸν τιμᾶν, ἅτε Ἀρσινόης παῖδα εἶναι τῆς Λευκίππου νομίζοντες. λίθου δέ ἐστιν Ἀσκληπιοῦ τε ἄγαλμα καὶ Ἰνοῦς ἑτέρωθι.

πεποίηται δὲ καὶ Κασσάνδρας τῆς Πριάμου ναὸς καὶ ἄγαλμα, Ἀλεξάνδρας ὑπὸ τῶν ἐγχωρίων καλουμένης· καὶ Ἀπόλλωνος Καρνείου ξόανά ἐστι κατὰ ταὐτὰ καθὰ δὴ καὶ Λακεδαιμονίων νομίζουσιν οἱ Σπάρτην ἔχοντες. ἐπὶ δὲ τῆς ἀκροπόλεώς ἐστιν ἱερὸν καὶ ἄγαλμα Ἀθηνᾶς, καὶ Ἔρωτός ἐστιν ἐν Λεύκτροις ναὸς καὶ ἄλσος· ὕδωρ δὲ ὥρᾳ χειμῶνος διαρρεῖ τὸ ἄλσος, τὰ δὲ φύλλα τῷ ἦρι ἀπὸ τῶν δένδρων πίπτοντα οὐκ ἂν ὑπὸ τοῦ ὕδατος οὐδὲ πλεονάσαντος παρενεχθείη.

ὃ δὲ οἶδα ἐν τῇ πρὸς θαλάσσῃ χώρᾳ τῆς Λευκτρικῆς ἐπʼ ἐμοῦ συμβάν, γράφω. ἄνεμος πῦρ ἐς ὕλην ἐνεγκὼν τὰ πολλὰ ἠφάνισε τῶν δένδρων· ὡς δὲ ἀνεφάνη τὸ χωρίον ψιλόν, ἄγαλμα ἐνταῦθα ἱδρυμένον εὑρέθη Διὸς Ἰθωμάτα. τοῦτο οἱ Μεσσήνιοί φασι μαρτύριον εἶναί σφισι τὰ Λεῦκτρα τὸ ἀρχαῖον τῆς Μεσσηνίας εἶναι· δύναιτο δʼ ἂν καὶ Λακεδαιμονίων τὰ Λεῦκτρα ἐξ ἀρχῆς οἰκούντων ὁ Ἰθωμάτας Ζεὺς παρʼ αὐτοῖς ἔχειν τιμάς.

Καρδαμύλη δέ, ἧς καὶ Ὅμηρος μνήμην ἐποιήσατο ἐν Ἀγαμέμνονος ὑποσχέσεσι δώρων, Λακεδαιμονίων ἐστὶν ὑπήκοος τῶν ἐν Σπάρτῃ, βασιλέως Αὐγούστου τῆς Μεσσηνίας ἀποτεμομένου. ἀπέχει δὲ Καρδαμύλη θαλάσσης μὲν ὀκτὼ σταδίους, Λεύκτρων δὲ καὶ ἑξήκοντα. ἐνταῦθα οὐ πόρρω τοῦ αἰγιαλοῦ τέμενος ἱερὸν τῶν Νηρέως θυγατέρων ἐστίν· ἐς γὰρ τοῦτο ἀναβῆναι τὸ χωρίον φασὶν ἐκ τῆς θαλάσσης αὐτὰς Πύρρον ὀψομένας τὸν Ἀχιλλέως, ὅτε ἐς Σπάρτην ἐπὶ τὸν Ἑρμιόνης ἀπῄει γάμον. ἐν δὲ τῷ πολίσματι Ἀθηνᾶς τε ἱερὸν καὶ Ἀπόλλων ἐστὶ Κάρνειος, καθὰ Δωριεῦσιν ἐπιχώριον.