Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

Βρασιαὶ δὲ ἐσχάτη μὲν ταύτῃ τῶν Ἐλευθερολακώνων πρὸς θαλάσσῃ ἐστί, Κυφάντων δὲ ἀπέχουσι πλοῦν σταδίων διακοσίων. οἱ δὲ ἄνθρωποι λέγουσιν οἱ ἐνταῦθα, οὐδέσιν ὁμολογοῦντες Ἑλλήνων, ὡς Σεμέλη τέκοι τὸν παῖδα ἐκ Διὸς καὶ ὑπὸ τοῦ Κάδμου φωραθεῖσα ἐς λάρνακα αὐτὴ καὶ Διόνυσος ἐμβληθείη· καὶ τὴν λάρνακα ὑπὸ τοῦ κλύδωνος ἐκπεσεῖν φασιν ἐς τὴν σφετέραν, καὶ Σεμέλην μὲν—οὐ γὰρ αὐτὴν περιοῦσαν ἔτι εὑρεῖν—ἐπιφανῶς θάψαι, Διόνυσον δὲ ἀναθρέψαι λέγουσιν.

ἐπὶ τούτῳ δὲ αὐτοῖς καὶ τὴν πόλιν, Ὀρειάτας ἐς ἐκεῖνο ὀνομαζομένην, μετονομασθῆναι Βρασιὰς ἐπὶ τῇ ἐκβολῇ τῇ ἐς τὴν γῆν τῆς λάρνακος· ὡσαύτως δὲ καὶ ἐφʼ ἡμῶν τὰ ὑπὸ τοῦ κλύδωνος ἀπωθούμενα ἐς τὴν γῆν ἐκβεβράσθαι καλοῦσιν οἱ πολλοί. Βρασιᾶται δὲ καὶ τάδε ἐπιλέγουσιν, Ἰνώ σφισιν ἐς τὴν χώραν ἀφικέσθαι πλανωμένην, ἐλθοῦσαν δὲ ἐθελῆσαι τοῦ Διονύσου γενέσθαι τροφόν· καὶ ἀποφαίνουσι μὲν τὸ ἄντρον ἔνθα τὸν Διόνυσον ἔθρεψεν Ἰνώ, καλοῦσι δὲ καὶ τὸ πεδίον Διονύσου κῆπον.

ἱερὰ δὲ αὐτόθι τὸ μέν ἐστιν Ἀσκληπιοῦ, τὸ δὲ Ἀχιλλέως, καὶ ἑορτὴν κατὰ ἔτος ἄγουσιν Ἀχιλλεῖ. ἄκρα δέ ἐστιν ἐν ταῖς Βρασιαῖς μικρά, προέχουσα ἠρέμα ἐς τὴν θάλασσαν, καὶ ἐπʼ αὐτῇ χαλκοῖ ποδιαίων ἑστήκασιν οὐ μείζονες, πίλους ἐπὶ ταῖς κεφαλαῖς ἔχοντες, οὐκ οἶδα εἰ Διοσκούρους σφᾶς ἢ Κορύβαντας νομίζουσι· τρεῖς δʼ οὖν εἰσί, τέταρτον δὲ Ἀθηνᾶς ἄγαλμα.

τὰ δὲ ἐν δεξιᾷ Γυθίου Λᾶς ἐστι, θαλάσσης μὲν δέκα στάδια, Γυθίου δὲ τεσσαράκοντα ἀπέχουσα. ᾤκισται δὲ νῦν μὲν Ἰλίου καλουμένου καὶ Ἀσίας καὶ Κνακαδίου, τῶν ὀρῶν τούτων τὸ μεταξὺ ἐπέχουσα, πρότερον δὲ τῆς Ἀσίας τοῦ ὄρους ἔκειτο ἐπὶ τῇ κορυφῇ· καὶ νῦν ἔτι τῆς πόλεώς ἐστι τῆς ἀρχαίας ἐρείπια καὶ πρὸ τῶν τειχῶν ἄγαλμα Ἡρακλέους καὶ ἀπὸ τῶν Μακεδόνων τρόπαιον, οἳ μοῖρα τῆς Φιλίππου στρατιᾶς ἦσαν, ἡνίκα ἐς τὴν Λακωνικὴν ἐσέβαλεν, ἀποτραπόμενοι δὲ ἀπὸ τῶν ἄλλων τὰ παραθαλάσσια ἐλεηλάτουν τῆς χώρας.

ἔστι δὲ ἐν τοῖς ἐρειπίοις ναὸς Ἀθηνᾶς ἐπίκλησιν Ἀσίας, ποιῆσαι δὲ Πολυδεύκην καὶ Κάστορά φασιν ἀνασωθέντας ἐκ Κόλχων· εἶναι γὰρ καὶ Κόλχοις Ἀθηνᾶς Ἀσίας ἱερόν. μετασχόντας μὲν οὖν οἶδα Ἰάσονι τοῦ στόλου τοὺς Τυνδάρεω παῖδας· ὅτι δὲ Ἀθηνᾶν Ἀσίαν τιμῶσιν οἱ Κόλχοι, παρὰ Λακεδαιμονίων ἀκούσας γράφω. τῆς δὲ ἐφʼ ἡμῶν οἰκουμένης πόλεως κρήνη τέ ἐστι πλησίον διὰ τὴν χρόαν τοῦ ὕδατος καλουμένη Γαλακὼ καὶ πρὸς τῇ κρήνῃ γυμνάσιον· Ἑρμοῦ δὲ ἕστηκεν ἄγαλμα ἀρχαῖον.

τῶν δὲ ὀρῶν ἐπὶ μὲν τοῦ Ἰλίου Διονύσου τέ ἐστι καὶ ἐπʼ ἄκρας τῆς κορυφῆς Ἀσκληπιοῦ ναός, πρὸς δὲ τῷ Κνακαδίῳ Κάρνειος καλούμενος Ἀπόλλων. ἀπὸ δὲ τοῦ Καρνείου σταδίους προελθόντι ὡς τριάκοντα, ἔστιν ἐν χωρίῳ Ὕψοις ἐν ὅροις ἤδη Σπαρτιατῶν ἱερὸν Ἀσκληπιοῦ καὶ Ἀρτέμιδος ἐπίκλησιν Δαφναίας.

πρὸς θαλάσσῃ δὲ ἐπὶ ἄκρας ναός ἐστι Δικτύννης Ἀρτέμιδος, καί οἱ κατὰ ἔτος ἕκαστον ἑορτὴν ἄγουσι. ταύτης δὲ ἐν ἀριστερᾷ τῆς ἄκρας ποταμὸς ἐκδίδωσιν ἐς θάλασσαν Σμῆνος, ὕδωρ πιεῖν ἡδὺ εἴπερ ἄλλος τις παρασχόμενος ποταμός· ἔχει δὲ ἐν τῷ ὄρει τῷ Ταϋγέτῳ τὰς πηγάς, ἀπέχει δὲ τῆς πόλεως σταδίους οὐ πλέον πέντε.

ἐν δὲ Ἀραΐνῳ καλουμένῳ χωρίῳ τάφος Λᾶ καὶ ἀνδριὰς ἐπὶ τῷ μνήματι ἔπεστι. τοῦτον τὸν Λᾶν οἰκιστὴν εἶναι λέγουσιν οἱ ταύτῃ, καὶ ἀποθανεῖν φασιν ὑπὸ Ἀχιλλέως, Ἀχιλλέα δὲ κατᾶραί σφισιν ἐς τὴν χώραν Ἑλένην παρὰ Τυνδάρεω γυναῖκα αἰτοῦντα. λέγοντι δὲ ἐπʼ ἀληθείᾳ Πάτροκλός ἐστιν ὁ τὸν Λᾶν ἀποκτείνας· οὗτος γὰρ καὶ ὁ μνηστευσάμενός ἐστιν Ἑλένην. καὶ ὅτι μὲν τῶν Ἑλένης μνηστήρων Ἀχιλλεὺς οὐκ ἔστιν ἐν Καταλόγῳ γυναικῶν, μηδὲν τοῦτο ἔστω τεκμήριον οὐκ αἰτῆσαι Ἑλένην αὐτόν·

Ὅμηρος δὲ ἔγραψε μὲν τῆς ποιήσεως ἀρχόμενος ὡς Ἀχιλλεὺς χαριζόμενος τοῖς Ἀτρέως παισὶ καὶ οὐκ ἐνεχόμενος τοῖς ὅρκοις τοῖς Τυνδάρεω παραγένοιτο ἐς Τροίαν, ἐποίησε δὲ ἐν ἄθλοις λέγοντα Ἀντίλοχον ὡς Ὀδυσσεὺς πρεσβύτερός ἐστιν αὐτοῦ γενεᾷ, τὸν δὲ Ὀδυσσέα πρὸς Ἀλκίνουν περὶ τῶν ἐν Ἅιδου καὶ ἄλλα διηγούμενον καὶ ὅτι Θησέα ἰδεῖν ἐθελήσαι καὶ Πειρίθουν προτέρους ἄνδρας ἢ καθʼ ἡλικίαν τὴν αὑτοῦ· Θησέα δὲ ἴσμεν ἁρπάσαντα Ἑλένην. οὕτως οὐδὲ ἐγχωροῦν ἐστιν ἀρχὴν Ἑλένης μνηστῆρα Ἀχιλλέα γενέσθαι.

προελθόντι δὲ ἀπὸ τοῦ μνήματος ἐκδίδωσιν ἐς θάλασσαν ποταμός, ὄνομα δέ οἱ Σκύρας, ὅτι κατὰ τοῦτον ἀνώνυμον τέως ὄντα Πύρρος ὁ Ἀχιλλέως ἔσχε ταῖς ναυσίν, ἡνίκα ἐπὶ τὸν Ἑρμιόνης γάμον ἔπλευσεν ἐκ Σκύρου. διαβάντων δὲ τὸν ποταμὸν ἔστιν ἱερὸν ἀρχαῖον ἀπωτέρω Διὸς βωμοῦ. τοῦ ποταμοῦ δὲ σταδίους τεσσαράκοντα ἀπέχει Πύρριχος ἐν μεσογαίᾳ. τὸ δὲ ὄνομα τῇ πόλει γενέσθαι φασὶν ἀπὸ Πύρρου τοῦ Ἀχιλλέως, οἱ δὲ εἶναι θεὸν Πύρριχον τῶν καλουμένων

Κουρήτων· εἰσὶ δὲ οἳ Σιληνὸν ἐκ Μαλέας ἐλθόντα ἐνταῦθα λέγουσιν οἰκῆσαι. τραφῆναι μὲν δὴ τὸν Σιληνὸν ἐν τῇ Μαλέᾳ δηλοῖ καὶ τάδε ἐξ ᾄσματος Πινδάρου

  1. ὁ ζαμενὴς δὲ ὁ χοροιτύπος, ὃν Μαλέας ὄρος
  2. ἔθρεψε, Ναΐδος ἀκοίτας, Σιληνός·
Pindar, Frag. 156(Schroeder)ὡς δὲ καὶ Πύρριχος ὄνομα ἦν αὐτῷ, Πινδάρῳ μὲν οὐκ ἔστιν εἰρημένον, λέγουσι δὲ οἱ περὶ τὴν Μαλέαν οἰκοῦντες.

ἔστι δὲ ἐν τῇ Πυρρίχῳ φρέαρ ἐν τῇ ἀγορᾷ, δοῦναι δέ σφισι τὸν Σιληνὸν νομίζουσι· σπανίζοιέν τʼ ἂν ὕδατος, εἰ τὸ φρέαρ τοῦτο ἐπιλείποι. θεῶν δὲ ἐν τῇ γῇ σφισιν ἱερά ἐστιν Ἀρτέμιδός τε ἐπίκλησιν Ἀστρατείας, ὅτι τῆς ἐς τὸ πρόσω στρατείας ἐνταῦθα ἐπαύσαντο Ἀμαζόνες, καὶ Ἀπόλλων Ἀμαζόνιος· ξόανα μὲν ἀμφότερα, ἀναθεῖναι δὲ λέγουσιν αὐτὰ τὰς ἀπὸ Θερμώδοντος γυναῖκας.

ἀπὸ δὲ Πυρρίχου καταβάντι ἐς θάλασσαν ἔστι Τευθρώνη· τὸν δὲ οἰκιστὴν οἱ ταύτῃ Τεύθραντα Ἀθηναῖον ὄντα ἀποφαίνουσι, τιμῶσι δὲ θεῶν μάλιστα Ἰσσωρίαν Ἄρτεμιν, καὶ πηγή σφισίν ἐστι Ναΐα. Τευθρώνης δὲ ἀπέχει πεντήκοντα καὶ ἑκατὸν σταδίους ἐς θάλασσαν ἀνέχουσα ἄκρα Ταίναρον, καὶ λιμένες ὅ τε Ἀχίλλειός ἐστι καὶ Ψαμαθοῦς, ἐπὶ δὲ τῇ ἄκρᾳ ναὸς εἰκασμένος σπηλαίῳ καὶ πρὸ αὐτοῦ Ποσειδῶνος ἄγαλμα.