Fragmenta

Epicharmus

Epicharmus. Die Fragmente der Vorsokratiker, Vol. 1. Diels, Hermann, editor. Berlin: Weidmann, 1922.

τεῖδ’ ἔνεστι πολλὰ καὶ παντοῖα, τοῖς χρήσαιό κα πστὶ φίλον, ποτ’ ἐχθρόν, ἐν δίκαι λέγων, ἐν ἁλίαι, ποτὶ πονηρόν, ποτὶ καλόν τε κἀγαθόν, ποτὶ ξένον, πστὶ δύσηριν, ποτὶ πάροινον, ποτὶ βάναυσον, εἴτε τις ἄλλ’ ἔχει κακόν τι. καὶ τούτοισι κέντρα τεῖδ’ ἐνό, ἐν δὲ καὶ γνῶμαι σοφαὶ τεῖδ(ε), αἷσιν εἰ πίθοιτό τις, δεξιώτερός τέ κ’ εἴη βελτίων τ’ ἐς πάντ’ ἀνήρ. κοὔ τι πολλὰ δεῖ λέγειν, ἀλλ’ ἓμ μόνον, τοῦτ’ ὦν ἔπος ποτὸ πρᾶγμα ποτιφέροντα τῶνδ’ ἀεὶ τὸ συμφέρσν. αἰτίαν γὰρ ἦχον, ὡς ἄλλως μὲν εἴην δεξιός, μακρολόγος δ’ οὔ κα δυναίμαν ἐμ βραχεῖ γνώμας λέγειν. ταῦτα δὴ γῶν εἰσακούσας συντίθημι τὰν τέχναν τάνδ’ ὅπως εἴπηι τι〈ς〉. Ἐπῖχαρμος σοφός τις ἐγένετο, 〈πόλλ’ ὃς εἶ〉π’ ἀστεῖα καὶ παντοῖα καθ’ ἓν 〈ἔπος〉 λέγων, 〈πεῖραν〉 αὐταυτοῦ διδούς, ὡς καὶ β〈ραχέα λέγειν ἔχει〉.

1—6Diog. III 9-17. (9) πολλὰ δὲ καὶ παρ’ Ἐπιχάρμου τοῦ κυμωιδιοποιοῦ προσωφέληται [Platon] τὰ πλεῖστα μεταγράψας, καθά φησιν Ἄλκιμος ἐν Τοῖς πρὸς Ἀμύνταν, ἃ ἐστι τέτταρα, ἔνθα καὶ ἐν τῷι πρώτωι [fr. 7, FHG IV 297] φησι ταῦτα· ῾φαίνεται δὲ καὶ Πλάτων πολλᾶ τῶν Ἐπιχάρμσυ λέγων· σκεπτέσν δὲ. ὁ Πλάτων φησὶν αἰσθητὸν μὲν εἶναι τὸ μηδέποτε ἐν τῷι ποιῶι μηδὲ ποσῶι διαμένον, ἀλλ’ ἀεὶ ῥέσν καὶ μεταβάλλον· (10) ὡς ἐξ ὦν ἔν τις ἀνέληι τὸν ἀριθμόν, τούτων οὔτε ἴσων οὔτε τινῶν οὔτε ποσῶν οὔτε ποιῶν ὄντων, ταῦτα δ’ ἑστὶν ὦν ἀεὶ γένεσις, οὐσία δὲ μηδέποτε πέφυκε. νοητὸν δὲ ἐξ οὗ μηθὲν ἀπογίνεται μηδὲ προσγίνεται. τοῦτο δ’ ἐστὶν ἡ τῶν ἀιδίων φύσις, ἣν ὁμοίαν τε καὶ τὴν αὐτὴν ἀεὶ συμβέβηκεν εἶναι. καὶ μὴν ὅ γε Ἐ. περὶ τῶν αἰσθητῶν καὶ νοητῶν ἐναργῶς εἴρηκεν·

[170a K.]

— ἀλλ’ ἀεί τοι θεοὶ παρῆσαν, χὐπέλιπον οὐ πώποκα, τάδε δ’ ἀεὶ πάρεσθ’ ὁμοῖα διά τε τῶν αὐτῶν ἀεί. — ἀλλὰ λέγεται μὰν χάος πρᾶτον γενέσθαι τῶν θεῶν. — πῶς δέ κα; μὴ ἔχον γ’ ἀπὸ τίνος μηδ’ ἐς ὃ τι πρᾶτον μόλοι.
— οὐκ ἄρ’ ἔμολε πρᾶτον οὐθέν; — οὐδὲ μὰ Δία δεύτερον τῶνδέ τ’ ὧν ἁμὲς νῦν ὧδε λέγομες, ἀλλ’ ἀεὶ τάδ’ ἦς.
καί·

[170b]

〈αἰ〉 πὸτ ἀριθμόν τις περισσόν, αἰ δὲ λῆις, πὸτ ἄρτιον, (11) ποτθέμειν λῆι ψᾶφον ἢ καὶ τᾶν ὑπαρχουσᾶν λαβεῖν, ἧ δοκεῖ κά τοί γ’ 〈ἔθ’〉 ωὑτὸς εἶμεν; οὐκ ἐμίν γά κα. — οὐδὲ μὰν οὐδ’ αἰ ποτὶ μέτρον παχυαῖον ποτθέμειν λῆι τις ἕτερον μᾶκος ἢ τοῦ πρόσθ’ ἐόντος ἀποταμεῖν, ἔτι χ’ ὑπάρχοι κῆνο τὸ μέτρον; — οὐ γάρ. — ὧδε νῦν ὅρη καὶ τὸς ἀνθρώπως· ὁ μὲν γὰρ αὔξεθ’, ὁ δὲ γα μὰν φθίνει, ἐν μεταλλαγᾶι δὲ πάντες ἐντὶ πάντα τὸν χρόνον. ὃ δὲ μεταλλάσσει κατὰ φύσιν κοὔποκ’ ἐν ταὐτῶι μένει, ἕτερον εἴη κα τόδ’ ἤδη τοῦ παρεξεστακότος,
καὶ τὺ δὴ κἀγὼ χθὲς ἄλλοι καί νυν ἄλλοι τελέθομες, καὖθις ἄλλοι κοὔποχ’ ωὑτοὶ καττὸν 〈αὐτὸν αὖ〉 λόγον.’
[Vgl. Plut. d. comm not. 44 p. 1083A ὁ τοίνυν περὶ αὐξήσεως λόγος ἐστὶ μὲν ἀρχαῖος· ἠρώτηται γάρ, ὥς φησι Χρύσιππος, ὑπ’ Ἐπιχάρμου. d. sera num. vind. 15 p. 559 ταῦτά γε τοῖς Ἐπηαρμείοις ἔοικεν, ἐξ ὥν ὁ αὐξόμενος ἀνέφυ τοῖς σοφισταῖς λόγος· ὁ γὰρ λαβὼν πάλαι τὸ χρέος νῦν οὐκ ὀφείλει γεγονὼς ἕτερος· ὁ δὲ κληθεὶς ἐπὶ δεῖπνον ἐχθὲς ἄκλητος ἥκει τήμερον· ἄλλος γάρ ἐστι. Anon. in Plat. Theaet. 71, 26 [nach 12 B 126b] καὶ ἑκωμώιδησεν αὐτὸ ἐπὶ τοῦ ἀπαιτουμένου συμβολὰς καὶ ἀρνουμένου τοῦ αὐτοῦ εἶναι διὰ τὸ τὰ μὲν προσγεγενῆσθαι τὰ δὲ ἀπεληλυθέναι, ἐπεὶ δὲ ὁ ἀπαιτῶν ἐτύπτησεν αὐτὴν καὶ ἐνεκαλεῖτο, πάλιν κακείνου φάσκοντος ἕτερον μὲν εἶναι τὸν τετυπτηκότα, ἓτερον δὲ τὸν ἐγκαλούμενον].

(12) ἔτι φησὶν ὁ Ἄλκιμος καὶ ταυπί· ῾φασὶν οἱ σοφοὶ τὴν ψυχὴν τὰ μὲν διὰ τοῦ σώματος αἰσθάνεσθαι, οἷον ἀκούουσαν, βλέπουσαν· τὰ δ’ αὐτὴν καθ’ αὑτὴν ἐνθυμεἶσθαι, μηδὲν τῶι σώματι χρωμένην. διὸ καὶ τῶν ὄντων τὰ μὲν αἰσθητὰ εἶναι, τὰ δὲ νοητά. ὦν ἕνεκα καὶ Πλάτων ἔλεγεν ὅτι δεῖ τοὺς συνιδεῖν τὰς τοῦ παντὸς ἀρχὰς ἐπιθυμοῦντας πρῶτον μὲν αὐτὰς καθ’ αὑτὰς διελέσθαι τὰς ἰδέας, οἶον ὁμοιότητα καὶ μονάδα καὶ πλῆθος καὶ μέγεθος καὶ στάσιν καὶ νησιν’ δεύ– τερον αὐτὸ καθ’ αὑτὸ τὸ καλὸν καὶ ἀγαθὸν καὶ δίκαιον καὶ τὰ τοιαῦτα ὑποθέσθαι. τρίτον τῶν ἰδεῶν συνιδεῖν ὅσαι πρὸς ἀλλήλας εἰσὶν, οἷον ἐπιστήμην ἢ μέγεθος ἤ δεσποτείαν, ἐνθυμουμένους ὅτι τὰ παρ’ ἡμῖν διὰ τὸ μετέχειν ἐκείνων ὁμώνυμα ἐκείναις ὑπάρχει· λέγω δὲ οἷον δίκαια μὲν ὅσα τοῦ δικαίου, καλὰ δὲ ὅσα τοῦ καλοῦ. ἔστι δὲ τῶν εἰδῶν ἕν ἕκαστον ἀίδιόν τε καὶ νόημα καὶ πρὸς τούτοις ἀπαθές· διὸ καὶ φησιν [Parm. 32D] ἐν τῆι φύσει τὰς ἰδέας ἑστάναι καθάπερ παραδεῖγματα, τὰ δ’ ἄλλα ταύταις ἐοικέναι τούτων ὁμοιώματα καθεστῶτα. (13) ὁ τοίνυν Έ. περί τε τοῦ ἀγαθοῦ καὶ περὶ τῶν ἰδεῶν οὕτω λέγει·

[171](14)

— ἆρ’ ἔστιν αὔλησίς τι πραγμα; — πάνυ μὲν οὖν. ἄνθρωπος οὖν αὔλησίς ἔστην — οὐθαμῶς. — φέρ(ε) ἴδω, τί δ’ αὐλητάς, τίς εἶμὲν τοι δοκεῖ;
ἄνθρωπος, ἢ οὐ γάρ, — πάνυ μὲν οὖν. — οὐκ οὖν δοκεῖς οὕτως ἔχειν 〈κα〉 καὶ περὶ τάγαθοθ; τὸ μὲν ἀγαθὸν τὸ πρᾶγμ(α) εἶμεν καθ’ αὔθ’· ὅστις δὲ κα εἰδῆι μαθών τῆν(ο), ἀγαθὸς ἦδη γίγνεται. ὥσπερ γάρ ἐστ’ αὔλησιν αὐλητὰς μαθών ἢ ὄρχησιν ὀρχηστάς τις ἢ πλοκεὺς πλοκάν, ἢ πᾶν γ’ ὁμοίως τῶν τοιούτων ὃ τι τὺ λῆις, οὐκ αὐτὸς εἴη κα τέχνα, τεχνικός γα μάν.
(15) Πλάτων ἐν τῆι περὶ τῶν ἰδεῶν ὑπολήψει [Phaedon p. 96B] φησίν, εἶπερ ἔστι μνήμη, τὰς ἰδέας ἂν τοῖς οὖσιν ὑπάρχειν διὰ τὸ τὴν μνήμην ἠρεμοῦντός τινος καὶ μένοντος εἶναι· μένειν δὲ οὐδὲν ἕτερον ἢ τὰς ἰδέας. ῾τίνα γὰρ ἄν τρόπον, φησί. διεσώιζετο τὰ ζῶια μὴ τῆς ἰδέας ἐφαπτόμενα καὶ πρὸς τοῦτο τὸν νοῦν φυσικῶς εἰληφότα; νῦν δὲ μνημονεύει [vgl. Parm. p. 129] τῆς ὁμοιότητος 〈γενέσεώς〉 τε καὶ τροφῆς, ὁποία τίς ἐστν αὐτοὶς, ἐνδεικνύμενα διότι πᾶσι τοῖς ζώιοις ἔμφυτός ἑστιν ἡ τῆς ὁμοιότητος θεωρία· διὸ καὶ τῶν ὁμοφύλων αἰσθάνεται’. πῶς οὖν ὀ Ἐ.,

[172](16)

Εὔμαιε, τὸ σοφόν ἐστιν οὐ καθ’ ἕν μόνον, ἀλλ’ ὅσσα περ ζῆι, πάντα καὶ γνώμαν ἔχει. καὶ γὰρ τὸ θῆλυ τᾶν ἀλεκτορίδων γένος, αἰ λῆις καταμαθεῖν ἀτενές, οὐ τίκτει τέκνα ζῶντ(α), ἀλλ’ ἐπώιζει καὶ ποιεῖ ψυχὰν ἔχειν.
τὸ δὲ σοφὸν ἁ φύσις τόδ’ οἶδεν ὡς ἔχει μόνα· πεπαίδευται γὰρ αὐταύτας ὕπο.
καὶ πάλιν·

[173]

θαυμαστὸν οὐδὲν ἁμὲ ταῦθ’ οὕτω λέγειν, καὶ ἁνδάνειν αὐτοῖσιν αὐτοὺς καὶ δοκεῖν καλῶς πεφύκειν· καὶ γὰρ ἁ κύων κυνί κάλλιστον εἶμεν φαίνεται, καὶ βοῦς βοΐ, ὄνος δ(ὲ) ὄνωι κάλλιστον, ὗς δὲ θην ὑί.
(17) καὶ ταῦτα μὲν καὶ τὰ τοιαῦτα διὰ τῶν τεττάρων βιβλίων παραπήγνυσιν ὁ Ἄλκιμος, παρασημαίνων τὴν ἐξ Ἐπιχάρμου Πλάτωνι περιγενομένην ὠφέλειαν. ὅτι δ’ οὐδ’ αὑτὸς Ἐ. ἠγνόει τὴν αὐτοῦ σοφίαν, μαθεῖν ἔστι κὰκ τούτων ἐν οἰς τὸν ζηλώσοντα προμαντεύεται·

[254]

ὡς δ(ὲ) ἐγὼ δοκέω, δοκέων γὰρ σάφα ἴσαμι τοῦθ’, ὅτι τῶν ἐμῶν μνάμα ποκ’ ἐσσεῖται λόγων τούτων ἔτι. καὶ λαβών τις αὐτὰ περιδύσας τὸ μέτρον ὃ νῦν ἔχει, εἷμα δοὺς καὶ πορφυροῦν, λόγοισι ποικίλας καλοῖς, δυσπάλαιστος ὢν τὸς ἄλλως εὐπαλαίστους ἀποφανεῖ.

[78] Eustrat. z. Ar. Nic. Γ 7 S. 155, 10, Heylb. ἐν Ἡρακλεῖ τῶι παρὰ φόλωι·

ἀλλὰ μὰν ἐγὼν ἀνάγκαι ταῦτα πάντα ποιέω· οἴομαι δ’οὐδεὶς ἑκὼν πονηρὸς οὐδ’ ἄταν ἔχων.

[239] Stob. IV 31 Μενάνδρου (537 Kock) vgl. B 58

ὁ μὲν Ἐπιχαρμος τοὺς θεοὺς εἶναι λέγει ἀνέμους, ὕδωρ γῆν, ἥλιον, πῦρ, ἀστέρας· ἐγὼ δ’ ὑπέλαβον χρησίμους εἶναι θεσύς τὰργύριον ἡμῖν καὶ τὸ χρυσίον μόνους.