Musica

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Musici Scriptores Graeci. Jan, Karl von, editor. Leipzig: Teubner, 1895.

Ἁρμονική ἐστιν ἐπιστήμη θεωρητικὴ τῆς τοῦ ἡρμοσμένου φύσεως. —

Τί ἐστι τὸ προσλαμβανόμενος; — Ὅτι ἀρχόμενοι ἐπιτείνειν τὸ πνεῦμα προσλαμβάνοντες τὸν ἀέρα μελῳδοῦμεν· τοὺς δὲ ἄλλους ἐκπέμποντες μᾶλλον ἢ λαμβάνοντες.

Λεκτέον καὶ περὶ ποδὸς τί ποτέ ἐστι. καθόλου μὲν νοητέον πόδα ᾧ σημαινόμεθα τὸν ῥυθμὸν καὶ γνώριμον ποιοῦμεν τῇ αἰσθήσει. —

Ὡρισμένοι δέ εἰσι τῶν ποδῶν οἱ μὲν λόγῳ τινί, οἱ δὲ ἀλογίᾳ κειμένῃ μεταξὺ δύο λόγων γνωρίμων, ὥστε εἶναι φανερὸν ἐκ τούτων, ὅτι ὁ ποὺς λόγος τίς ἐστιν ἐν χρόνοις κείμενος ἢ ἀλογία ἐν χρόνοις κειμένη εἰρημένον ἀφορισμὸν ἔχουσα. —

Τῶν δὲ χρόνων [*](1 πρεπόντων] melius ἢ τέχνη πρεπόντων Anonymus II 29, p. 46. 15 ὁ om. N. 16 ἀλογία δὲ NP.) [*](§ 6. Φωνὴν κεκλασμένην invenis apud Porphyrium in comm. ad Ptol. harm. p. 262: τὴν μέντοι διαστηματικὴν sc. κίνησιν καλεῖν εἴωθεν ὁ Ἀριστόξενος τὴν ὀρθότητα μὴ σώζουσαν, κεκλάσθαι . . . διὸ καὶ τὸ μέλος ἀποδιδόασι κλάσιν φωνῆς. ὥσπερ καὶ ἐπὶ τῶν ἔξωθεν οἷον ξύλων ἢ δένδρων, τὰ μὲν ἰθυτενῆ ὀρθὰ διαμένοντα συνεχῆ πως θεωρεῖται, τὰ δὲ ὑπʼ ἀνέμου ἢ τινος ἄλλης βίας παθόντα κλασθέντα πίπτει, οὕτω καὶ ἡ φωνὴ ἐν συνεχείᾳ μὲν διαμένουσα ὀρθή τις εἶναι καὶ ἄκλα- στος νομίζεται, λυγισθεῖσα δὲ καὶ πεσοῦσα μελῳδικὴ γίγνεται. § 7. cf. Cleonidis initium et harmonices primam definitionem apud Porphyrium l. l. p. 191. Merquard ad Aristx. p. 194.) [*](§ 9. Haec e Par. 3027 fol. 31 edidit Vincent p. 244. hunc secutus est Westphal Fragmente u. Lehrsätze de Rhythmiker (1861) p. 78, idem Metrik de Griechen I2 in appendice p. 44.)

414
εἰσὶν οἱ μὲν εὔρυθμοι, οἱ δὲ ῥυθμοειδεῖς, οἱ δὲ ἄρρυθμοι. Εὔρυθμοι μὲν οἱ διαφυλάττοντες ἀκριβῶς τὴν πρὸς ἀλλήλοις εὔρυθμον τάξιν· ῥυθμοειδεῖς δὲ οἱ τὴν μὲν εἰρημένην ἀκρίβειαν μὴ σφόδρα ἔχοντες, φαίνοντες δὲ ὅμως ῥυθμοῦ τινος εἶδος· ἄρρυθμοι δὲ οἱ πάντη καὶ πάντως ἄγνωστον ἔχοντες πρὸς ἀλλήλοις σύνθεσιν. —

Γνώριμος δὲ γίνεται ποὺς ἄρσει καὶ θέσει, ἐστὶ γὰρ ἐξ ἄρσεως καὶ θέσεως συγκείμενον σύστημα. ἄρσις δέ ἐστι σημεῖον τὸ λοιπὸν τῆς ἰδίας θέσεως, θέσις δέ ἐστι σημεῖον οὕτως τῆς ἰδίας ἄρσεως.

Λόγοι δέ εἰσι ῥυθμικοί, καθʼ οὓς συνίστανται οἱ ῥυθμοὶ οἱ δυνάμενοι συνεχῆ ῥυθμοποιΐαν ἐπιδέξασθαι, τρεῖς· ἴσος, διπλασίων, ἡμιόλιος. Ἐν μὲν γὰρ τῷ ἴσῳ τὸ δακτυλικὸν γίνεται γένος, ἐν δὲ τῷ διπλασίῳ τὸ ἰαμβικόν, ἐν δὲ τῷ ἡμιολίῳ τὸ παιωνικόν. —