Tetrabiblos

Claudius Ptolemaeus

Ptolemy. Tetrabiblos. Robbins, Frank Egleston, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1964 (printing).

Περὶ ἀσυνδέτων Ἀσύνδετα δὲ καὶ ἀπηλλοτριωμένα καλεῖται τμήματα ὅσα μηδένα λόγον ἁπλῶς ἔχει πρὸς ἄλληλα τῶν προκατειλεγμένων οἰκειώσεων. ταῦτα δέ ἐστιν ἃ μήτε τῶν προστάττοντων ἢ ἀκουόντων τυγχάνει μήτε τῶν βλεπόντων ἢ ἰσοδυναμούντων. ἔτι καὶ τῶν ἐκκειμένων τεττάρων σχηματισμῶν,

τοῦ τε διαμέτρου καὶ τοῦ τριγώνου καὶ τοῦ τετραγώνου καὶ τοῦ ἑξαγώνου κατὰ τὸ παντελὲς ἀμέτοχα καταλαμβανόμενα, καὶ ἤτοι δἰ ἑνὸς ἢ διὰ πέντε γινόμενα δωδεκατημορίων, ἐπειδήπερ τὰ μὲν δἰ ἑνὸς ἀπέστραπται ὥσπερ ἀλλήλων καὶ δύο αὐτὰ ὄντα ἑνὸς περιέχει γωνίαν, τὰ δὲ διὰ πέντε εἰς ἄνισα διαιρεῖ τὸν ὅλον κύκλον, τῶν ἄλλων σχηματισμῶν εἰς ἴσα τὴν τῆς περιμέτρου διαίρεσιν ποιουμένων.

Περὶ οἴκων ἑκάστου ἀστέρος Συνοικειοῦνται δὲ καὶ οἱ πλάνητες τοῖς τοῦ ζωδιακοῦ μέρεσι κατά τε τοὺς καλουμένους οἴκους καὶ τρίγωνα καὶ ὑψώματα καὶ ὅρια καὶ τὰ τοιαῦτα. καὶ τὸ μὲν τῶν οἴκων τοιαύτην ἔχει φύσιν. ἐπειδὴ γὰρ τῶν ιβ ζῳδίων τὰ βορειότατα καὶ συνεγγίζοντα μᾶλλον τῶν ἄλλων τοῦ κατὰ κορυφὴν ἡμῶν τόπου, θερμασίας τε καὶ ἀλέας διὰ τοῦτο περιποιητικὰ τυγχάνοντα, τό τε τοῦ Καρκίνου ἐστὶ καὶ τὸ τοῦ Λέοντος, τὰ δύο ταῦτα τοῖς μεγίστοις καὶ κυριωτάτοις, τουτέστι τοῖς φωσίν, ἀπένειμαν οἴκους, τὸ μὲν τοῦ Λέοντος ἀρρενικὸν ὂν τῷ ἡλίῳ, τὸ δὲ τοῦ Καρκίνου θηλυκὸν τῇ σελήνῃ. καὶ ἀκολούθως τὸ μὲν ἀπὸ τοῦ Λέοντος μέχρις Αἰγόκερω ἡμικύκλιον ἡλιακὸν ὑπέθεντο, τὸ δὲ ἀπὸ Ὑδροχόου μέχρι Καρκίνου σεληνιακόν, ὅπως ἐν ἑκατέρῳ τῶν ἡμικυκλίων ἓν ζῴδιον καθʼ ἕκαστον τῶν πέντε ἀστέρων οἰκείως ἀπονεμηθῇ, τὸ μὲν πρὸς ἥλιον, τὸ δὲ πρὸς

σελήνην ἐσχηματισμένον. ἀκολούθως ταῖς τῶν κινήσεων αὐτῶν σφαίραις καὶ ταῖς τῶν φύσεων ἰδιοτροπίαις. τῷ μὲν γὰρ τοῦ Κρόνου ψυκτικῷ μᾶλλον ὄντι τὴν φύσιν κατʼ ἐναντιότητα τοῦ θερμοῦ καὶ τὴν ἀνωτάτω καὶ μακρὰν τῶν φωτῶν ἔχοντι ζώνην ἐδόθη τὰ διάμετρα ζῴδια τοῦ τε Καρκίνου καὶ τοῦ Λέοντος, ὅ τε Αἰγόκερως καὶ Ὑδροχόος, μετὰ τοῦ καὶ ταῦτα τὰ δωδεκατημόρια ψυχρὰ καὶ χειμερινὰ τυγχάνειν, καὶ ἔτι τὸν κατὰ διάμετρον συσχηματισμὸν ἀσύμφωνον πρὸς ἀγαθοποιίαν εἶναι. τῷ δὲ τοῦ Διὸς ὄντι εὐκράτῳ καὶ ὑπὸ τὴν τοῦ Κρόνου σφαῖραν ἐδόθη τὰ ἐχόμενα δύο τῶν προκειμένων πνευματικὰ ὄντα καὶ γόνιμα, ὅ τε Τοξότης καὶ οἱ Ἰχθῦς, κατὰ τριγωνικὴν πρὸς τὰ φῶτα διάστασιν, ἥτις ἐστὶ συμφώνου καὶ ἀγαθοποιοῦ σχηματισμοῦ. ἐφεξῆς δὲ τῷ τοῦ Ἄρεως ξηραντικῷ μᾶλλον ὄντι τὴν φύσιν καὶ ὑπὸ τὴν τοῦ Διὸς ἔχοντι τὴν σφαῖραν τὰ ἐχόμενα πάλιν ἐκείνων ἐδόθη δωδεκατημόρια τὴν ὁμοίαν ἔχοντα φύσιν, ὅ τε Σκορπίος καὶ ὁ Κριός, ἀκολούθως τῇ φθαρτικῇ καὶ ἀσυμφώνῳ ποιότητι, τὴν τετράγωνον πρὸς τὰ φῶτα ποιοῦντα διάστασιν. τῷ δὲ τῆς Ἀφροδίτης εὐκράτῳ τε ὄντι καὶ ὑπὸ τὸν τοῦ Ἄρεως τὰ ἐχόμενα ἐδόθη δύο ζῴδια γονιμώτατα ὄντα, αἵ τε Χηλαὶ καὶ ὁ Ταῦρος, τηροῦντα τὴν συμφωνίαν τῆς ἑξαγώνου
διαστάσεως, καὶ ἐπειδήπερ οὐ πλέον δύο δωδεκατημορίων ὁ ἀστὴρ οὗτος ἐφʼ ἑκάτερον τὸ πλεῖστον ἀφίσταται τοῦ ἡλίου· ἐπὶ τέλει δὲ τῷ τοῦ Ἑρμοῦ μηδεποτε πλέον ἑνὸς δωδεκατημορίου τὴν ἀπὸ τοῦ ἡλίου ἐφʼ ἑκάτερα διάστασιν ποιουμένῳ καὶ ὑπὸ μὲν τοὺς ἄλλους ὄντι, σύνεγγυς δὲ μᾶλλόν πως ἀμφοτέρων τῶν φωτῶν, τὰ λοιπὰ καὶ συνεχῆ τοῖς ἐκείνων οἴκοις ἐδόθη δύο δωδεκατημόρια τό τε τῶν Διδύμων καὶ τὸ τῆς Παρθένου.

Περὶ τριγώνων Ἡ δὲ πρὸς τὰ τρίγωνα συνοικείωσις τοιαύτη τις οὖσα τυγχάνει. ἐπειδὴ γὰρ τὸ τρίγωνον καὶ ἰσόπλευρον σχῆμα συμφωνότατόν ἐστιν ἑαυτῷ καὶ ὁ ζωδιακὸς ὑπὸ τριῶν κύκλων ὁρίζεται, τοῦ τε ἰσημερινοῦ καὶ τῶν δύο τροπικῶν, διαιρεῖται δὲ τὰ ιβ αὐτοῦ μέρη εἰς τρίγωνα ἰσόπλευρα δ, τὸ μὲν πρῶτον, ὅ ἐστι διά τε τοῦ Κριοῦ καὶ τοῦ Λέοντος καὶ τοῦ Τοξότου, ἐκ τριῶν ἀρρενικῶν ζῳδίων συγκείμενον, καὶ οἴκους ἔχον ἡλίου τε καὶ Ἄρεως καὶ Διός, ἐδόθη τῷ ἡλίῳ καὶ Διὶ παρὰ τὴν αἵρεσιν τὴν ἡλιακὴν ὄντος τοῦ Ἄρεως. λαμβάνει δὲ αὐτοῦ τὴν πρώτην οἰκοδεσποτίαν ἡμέρας μὲν ὁ ἥλιος, νυκτὸς δὲ ὁ τοῦ Διός, καὶ ἔστιν ὁ μὲν Κριὸς μᾶλλον πρὸς τῷ ἰσημερινῷ, ὁ δὲ Λέων μᾶλλον

πρὸς τῷ θερινῷ, ὁ δὲ Τοξότης πρὸς τῷ χειμερινῷ. γίνεται δὲ καὶ προηγουμένως μὲν τοῦτο τὸ τρίγωνον βόρειον, διὰ τὴν τοῦ Διὸς συνοικοδεσποτίαν, ἐπειδήπερ οὗτος γόνιμός τέ ἐστι καὶ πνευματώδης οἰκείως τοῖς ἀπὸ τῶν ἄρκτων ἀνέμοις. διὰ δὲ τὸν τοῦ Ἄρεως οἶκον λαμβάνει μῖξιν τοῦ λιβὸς καὶ συνίσταται βορρολιβυκόν, ἐπειδήπερ ὁ τοῦ Ἄρεως τοιούτων ἐστὶ πνευμάτων ποιητικός, διά τε τὴν τῆς σελήνης αἵρεσιν καὶ τὸ τῶν δυσμῶν τεθηλυσμένον. Τό τε δεύτερον τρίγωνον, ὅ ἐστι διά τε τοῦ Ταύρου καὶ Παρθένου καὶ Αἰγόκερω, συγκείμενον ἐκ τριῶν θηλυκῶν, ἀκολούθως ἐδόθη σελήνῃ τε καὶ Ἀφροδίτῃ, οἰκοδεσποτούσης αὐτοῦ νυκτὸς μὲν τῆς σελήνης, ἡμέρας δὲ τοῦ τῆς Ἄφροδίτης. καὶ ἔστιν ὁ μὲν Ταῦρος πρὸς τῷ θερινῷ κύκλῳ μᾶλλον, ἡ δὲ Παρθένος πρὸς τῷ ἰσημερινῷ, ὁ δὲ Αἰγόκερως πρὸς τῷ χειμερινῷ. γίνεται δὲ καὶ τοῦτο τὸ τρίγωνον προηγουμένως μὲν νότιον διὰ τὴν τῆς Ἀφροδίτης οἰκοδεσποτίαν, ἐπειδήπερ ὁ ἀστὴρ οὗτος τῶν ὁμοίων ἐστὶ πνευμάτων διὰ τὸ θερμὸν καὶ ἔνικμον τῆς δυνάμεως ποιητικός. προσλαβὼν δὲ μῖξιν ἀπηλιώτου διὰ τὸ τὸν τοῦ Κρόνου οἶκον ἐν αὐτῷ τυγχάνειν τὸν Αἰγόκερων συνίσταται καὶ αὐτὸ νοταπηλιωτικὸν κατʼ ἀντίθεσιν τοῦ πρώτου, ἐπειδήπερ καὶ ὁ τοῦ Κρόνου τοιούτων ἐστὶ πνευμάτων ποιητικὸς οἰκειούμενος καὶ αὐτὸς ταῖς ἀνατολαῖς διὰ τὴν πρὸς τὸν ἥλιον αἵρεσιν.
Τὸ δὲ τρίτον τρίγωνον ὅ ἐστι τὸ διά τε Διδύμων καὶ Χηλῶν καὶ Ὑδροχόου, ἐκ τριῶν ἀρρενικῶν ζῳδίων συγκείμενον, καὶ πρὸς μὲν τὸν τοῦ Ἄρεως μηδένα λόγον ἔχον, πρὸς δὲ τὸν τοῦ Κρόνου καὶ τὸν τοῦ Ἑρμοῦ διὰ τοὺς οἴκους, τούτοις ἀπενεμήθη, πάλιν οἰκοδεσποτοῦντος ἡμέρας μὲν τοῦ Κρόνου διὰ τὴν αἵρεσιν, νυκτὸς δὲ τοῦ Ἑρμοῦ. καὶ ἔστι τὸ μὲν τῶν Διδύμων δωδεκατημόριον πρὸς τῷ θερινῷ, τὸ δὲ τῶν Χηλῶν πρὸς τῷ ἰσημερινῷ, τὸ δὲ τοῦ Ὑδροχόου πρὸς τῷ χειμερινῷ. συνίσταται δὲ καὶ τοῦτο τὸ τρίγωνον προηγουμένως μὲν ἀπηλιωτικὸν διὰ τὸν τοῦ Κρόνου· κατὰ δὲ τὴν μῖξιν βορραπηλιωτικὸν διὰ τὴν τοῦ Διὸς αἵρεσιν τῷ τοῦ Κρόνου πρὸς τὸ τὸν ἡμερινὸν λόγον συνοικειοῦσθαι. Τὸ δὲ τέταρτον τρίγωνον, ὅ ἐστι διά τε Καρκίνου καὶ Σκορπίου καὶ Ἰχθύων, κατελείφθη μὲν λοιπῷ ὄντι τῷ τοῦ Ἄρεως καὶ λόγον ἔχοντι πρὸς αὐτὸ διὰ τὸν οἶκον τὸν Σκορπίον· συνοικοδεσποτοῦσι δὲ αὐτῷ διά τε τὴν αἵρεσιν καὶ τὸ θηλυκὸν τῶν ζῳδίων νυκτὸς μὲν ἡ σελήνη, ἡμέρας δὲ ὁ τῆς Ἀφροδίτης, καὶ ἔστιν ὁ μὲν Καρκίνος πρὸς τῷ θερινῷ κύκλῳ, ὁ δὲ Σκορπίος πρὸς τῷ χειμερινῷ μᾶλλον, οἱ δὲ Ιχθῦς πρὸς τῷ ἰσημερινῷ. καὶ τοῦτο δὲ τὸ τρίγωνον συνίσταται προηγουμένως μὲν λιβυκὸν διὰ τὴν τοῦ Ἄρεως καὶ τῆς σελήνης οἰκοδεσποτίαν, κατὰ μῖξιν δὲ νοτολιβυκὸν διὰ τὴν τῆς Ἀφροδίτης οἰκοδεσποτίαν.

Περὶ ὑψωμάτων Τὰ δὲ καλούμενα τῶν πλανωμένων ὑψώματα λόγον ἔχει τοιόνδε ἐπειδὴ γὰρ ὁ ἥλιος ἐν μὲν τῷ Κριῷ γενόμενος τὴν εἰς τὸ ὑψηλὸν καὶ βόρειον ἡμικύκλιον μετάβασιν ποιεῖται, ἐν δὲ ταῖς Χηλαῖς τὴν εἰς τὸ ταπεινὸν καὶ νότιον, εἰκότως τὸν μὲν Κριὸν ὡς ὕψωμα ἀνατεθήκασιν αὐτῷ καθʼ ὃν ἄρχεται καὶ τὸ τῆς ἡμέρας μέγεθος καὶ τὸ τῆς φύσεως αὐτοῦ θερμαντικὸν αὔξεσθαι, τὰς δὲ Χηλὰς ὡς ταπείνωμα διὰ τὰ ἐναντία. Ὁ δὲ τοῦ Κρόνου πάλιν ἵνα πρὸς τὸν ἥλιον διάμετρον στάσιν ἔχῃ, ὥσπερ καὶ ἐπὶ τῶν οἴκων, τὸν μὲν Ζυγὸν ἀντικειμένως ὡς ὕψωμα ἔλαβε, τὸν δὲ Κριὸν ὡς ταπείνωμα. ὅπου γάρ τὸ θερμὸν αὔξεται, μειοῦται ἐκεῖ τὸ ψυχρόν, καὶ ὅπου ἐκεῖνο μειοῦται, τὸ ψυχρὸν αὔξεται. πάλιν ἐπειδὴ ἐν τῷ ὑψώματι τοῦ ἡλίου ἐν τῷ Κριῷ συνοδεύουσα ἡ σελήνη πρώτην ποιεῖται φάσιν καὶ ἀρχὴν τῆς τοῦ φωτὸς αὐξήσεως καὶ ὡσπερεὶ ὑψώσεως ἐν τῷ τοῦ ἰδίου τριγώνου πρώτῳ ζῳδιῳ τῷ Ταύρῳ, τοῦτο μὲν αὐτῆς ὕψωμα ἐκλήθη, τὸ δὲ διάμετρον τὸ τοῦ Σκορπίου ταπείνωμα Μετὰ ταῦτα δὲ ὁ μὲν τοῦ Διὸς τῶν βορείων καὶ τῶν γονίμων πνευμάτων ἀποτελεστικὸς ὢν ἐν Καρκίνῳ μάλιστα βορειότατος γινόμενος αὔξεται

πάλιν καὶ πληροῖ τὴν ἰδίαν δύναμιν· ὅθεν τοῦτο μὲν τὸ δωδεκατημόριον ὕψωμα πεποιήκασιν αὐτοῦ, τὸν δὲ Αἰγόκερων ταπεινωμα. Ὁ δὲ τοῦ Ἄρεως φύσει καυσώδης ὢν καὶ μᾶλλον ἐν Αἰγόκερῳ διὰ τὸ νοτιώτατον γίνεσθαι καυστικώτερος γινόμενος, καὶ αὐτὸς μὲν εἰκότως ἔλαβεν ὕψωμα κατʼ ἀντίθεσιν τῷ τοῦ Διὸς τὸν Αἰγόκερων, ταπείνωμα δὲ τὸν Καρκίνον. Πάλιν ὁ μὲν τῆς Ἀφροδίτης ὑγραντικὸς ὢν φύσει καὶ μᾶλλον ἐν τοῖς Ἰχθύσι, ἐν οἷς ἡ τοῦ ὑγροῦ ἔαρος ἀρχὴ προσημαίνεται, καὶ αὐτὸς αὐξάνων τὴν οἰκείαν δύναμιν, τὸ μὲν ὕψωμα ἔσχεν ἐν τοῖς Ἰχθύσι, τὸ δὲ ταπείνωμα ἐν τῇ Παρθένῳ. Ὁ δὲ τοῦ Ἑρμοῦ τὸ ἐναντίον μᾶλλον ὑπόξηρος ὢν εἰκότως καὶ κατὰ τὸ ἀντικείμενον ἐν μὲν τῇ Παρθένῳ καθʼ ἣν τὸ ξηρὸν μετόπωρον προσημαίνεται, καὶ αὐτὸς ὥσπερ ὑψοῦται, κατὰ δὲ τοὺς Ἰχθῦς ταπεινοῦται.

Περὶ ὁρίων διαθέσεως Περὶ δὲ τῶν ὁρίων δισσοὶ μάλιστα φέρονται τρόποι, καὶ ὁ μέν ἐστιν Αἰγυπτιακός, ὁ πρὸς τὰς τῶν οἴκων ὡς ἐπὶ πᾶν κυρίας· ὁ δὲ Χαλδαϊκός, ὁ πρὸς τὰς τῶν τριγώνων οἰκοδεσποτίας. ὁ μὲν οὖν Αἰγυπτιακὸς ὁ τῶν κοινῶς φερομένων ὁρίων οὐ πάνυ τοι σῴζει τὴν ἀκολουθίαν οὔτε τῆς τάξεως οὔτε τῆς καθʼ ἕκαστον ποσότητος. πρῶτον μὲν γὰρ ἐπὶ τῆς

τάξεως πῂ μὲν τοῖς τῶν οἴκων κυρίοις τὰ πρωτεῖα δεδώκασιν, πῂ δὲ τοῖς τῶν τριγώνων ἐνίοτε δὲ καὶ τοῖς τῶν ὑψωμάτων. ἐπεὶ παραδείγματος ἕνεκεν, εἴ γε τοῖς οἴκοις ἠκολουθήκασι, διὰ τί τῷ τοῦ Κρόνου εἰ τύχοι πρώτῳ δεδώκασιν ἐν Ζυγῷ καὶ οὐ τῷ τῆς Ἀφροδίτης, καὶ διὰ τί ἐν Κριῷ τῷ τοῦ Διὶ καὶ οὐ τῷ τοῦ Ἄρεως; εἴτε τοῖς τριγώνοις, διὰ τί τῷ τοῦ Ἑρμοῦ δεδώκασιν ἐν Αἰγόκερῳ καὶ οὐ τῷ τῆς Ἀφροδίτης; εἴτε καὶ τοῖς ὑψώμασι, διὰ τί τῷ τοῦ Ἄρεως ἐν Καρκίνῳ καὶ οὐ τῷ τοῦ Διός; εἴτε τοῖς τὰ πλεῖστα τούτων ἔχουσι, διὰ τί ἐν Ὑδροχόῳ τῷ τοῦ Ἑρμοῦ δεδώκασι, τρίγωνον ἔχοντι μόνον, καὶ οὐχὶ τῷ τοῦ Κρόνου· τούτου γὰρ καὶ οἶκός ἐστι καὶ τρίγωνον. ἢ διὰ τί ὅλως ἐν Αἰγόκερῳ τῷ τοῦ Ἑρμοῦ πρώτῳ δεδώκασι μηδένα λόγον ἔχοντι πρὸς τὸ ζῴδιον οἰκοδεσποτίας; καὶ ἐπὶ τῆς λοιπῆς διατάξεως τὴν αὐτὴν ἀναλογίαν ἄν τις εὕροι. Δεύτερον δὲ καὶ ἡ ποσότης τῶν ὁριων οὐδεμίαν ἀκολουθίαν ἔχουσα φαίνεται. ὁ γὰρ καθʼ ἕνα ἕκαστον ἀστέρα ἐπισυναγόμενος ἐκ πάντων ἀριθμός, πρὸς ὅν φασιν αὐτῶν τὰ χρονικὰ ἐπιμερίζεσθαι, οὐδένα οἰκεῖον οὐδὲ εὐαπόδεκτον ἔχει λόγον.
ἐὰν δὲ καὶ τούτῳ τῷ κατὰ τὴν ἐπισυναγωγὴν ἀριθμῷ πιστεύσωμεν, ὡς ἄντικρυς ὑπʼ Αἰγυπτίων ὁμολογουμένῳ, πολλαχῶς μὲν καὶ ἄλλως τῆς κατὰ τὸ ζῴδιον ποσότητος ἐναλλασσομένης, ὁ αὐτὸς ἀριθμὸς ἂν συναγόμενος εὑρεθείη. καὶ ὃ πιθανολογεῖν δὲ καὶ σοφίζεσθαί τινες ἐπιχειροῦσι περὶ αὐτῶν, ὅτι κατὰ παντὸς κλίματος ἀναφορικὸν λόγον οἱ καθ̓ ἕκαστον ἀστέρα συσχηματιζόμενοί πως χρόνοι τὴν αὐτὴν ἐπισυνάγουσι ποσότητα, ψεῦδός ἐστι. πρῶτον μὲν γὰρ ἀκολουθοῦσι τῇ κοινῇ πραγματείᾳ καὶ τῇ πρὸς ὁμαλὰς ὑπεροχὰς τῶν ἀναφορῶν συνισταμένῃ, μὴ κατὰ μικρὸν ἐγγὺς οὔσῃ τῆς ἀληθείας· καθʼ ἣν ἐπὶ τοῦ διὰ τῆς κάτω χώρας τῆς Αἰγύπτου παραλλήλου τὸ μὲν τῆς Παρθένου καὶ τῶν Χηλῶν δωδεκατημόριον ἐν λη χρόνοις ἑκάτερον καὶ ἔτι τρίτῳ θέλουσιν ἀναφέρεσθαι, τὸ δὲ τοῦ Λέοντος καὶ τοῦ Σκορπίου ἑκάτερον ἐν λε, δεικνυμένου διὰ τῶν γραμμῶν ὅτι ταῦτα μὲν ἐν πλείοσι τῶν λε χρόνων ἀναφέρεται, τὸ δὲ τῆς Παρθένου καὶ τὸ τῶν Χηλῶν ἐν ἐλάττοσιν· ἔπειτα καὶ οἱ τοῦτο ἐπιχειρήσαντες κατασκευάζειν οὐκέτι φαίνονται κατηκολουθηκότες οὐδʼ οὕτω τῇ παρὰ τοῖς πλείστοις φερομένῃ ποσότητι τῶν ὁρίων, κατὰ πολλὰ διηναγκασμένοι καταψεύσασθαι· καί που καὶ μορίοις μορίων ἐχρήσαντο, τοῦ σῶσαι τὸ προκείμενον αὐτοῖς ἕνεκεν, οὐδ̓ αὐτοῖς, ὡς ἔφαμεν, ἀληθοῦς ἐχομένοις σκοποῦ.
Τὰ μέντοι φερόμενα παρὰ τοῖς πολλοῖς διὰ τὴν τῆς ἐπάνωθεν παραδόσεως ἀξιοπιστίαν τοῦτον ὑπόκειται τὸν τρόπον.

Κατὰ Χαλδαίους Ὁ δὲ Χαλδαϊκὸς τρόπος ἁπλῆν μέν τινα ἔχει καὶ μᾶλλον πιθανήν, οὐχ οὕτω δὲ αὐταρκῆ πρός τε τὰς τῶν τριγώνων δεσποτίας ἀκολουθίαν καὶ τὴν τῆς ποσότητος τάξιν, ὥστε μέντοι καὶ χωρὶς ἀναγραφῆς δύνασθαι ῥαδίως τινὰ ἐπιβαλεῖν αὐταῖς. ἐν μὲν γὰρ τῷ πρώτῳ τριγώνῳ Κριῷ καὶ Λέοντι καὶ Τοξότῃ τὴν αὐτὴν ἔχοντι παρʼ αὐτοῖς κατὰ ζῴδιον διαίρεσιν, πρῶτος μὲν λαμβάνει ὁ τοῦ τριγώνου κύριος, ὁ τοῦ Διός, εἶθʼ ἑξῆς ὁ τοῦ ἐφεξῆς τριγώνου, λέγω δὴ τὸν τῆς Ἀφροδίτης, ἐφεξῆς δὲ ὁ τῶν Διδύμων, ὅ τε τοῦ Κρόνου καὶ ὁ τοῦ Ἑρμοῦ· τελευταῖος δὲ ὁ τοῦ λοιποῦ τριγώνου κύριος, ὁ τοῦ Ἄρεως. ἐν δὲ τῷ δευτέρῳ τριγώνῳ Ταύρῳ καὶ Παρθένῳ καὶ Αἰγόκερῳ πάλιν τὴν αὐτὴν κατὰ ζῴδιον ἔχοντι διαίρεσιν ὁ μὲν τῆς Ἀφροδίτης πρῶτος, εἶθʼ ὁ τοῦ Κρόνου, πάλιν καὶ ὁ τοῦ Ἑρμοῦ, μετὰ ταῦτα δὲ ὁ τοῦ Ἄρεως,

τελευταῖος δὲ ὁ τοῦ Διός σχεδὸν δὲ καὶ ἐπὶ τῶν λοιπῶν δύο τριγώνων ἡ τάξις ἥδε συνορᾶται. τῶν μέντοι τοῦ αὐτοῦ τριγώνου δύο κυρίων, λέγω δὲ τοῦ τοῦ Κρόνου καὶ τοῦ τοῦ Ἑρμοῦ, τὸ πρωτεῖον τῆς κατὰ τὸ οἰκεῖον τάξεως ἡμέρας μὲν ὁ τοῦ Κρόνου λαμβάνει, νυκτὸς δὲ ὁ τοῦ Ἑρμοῦ. καὶ ἡ καθʼ ἕκαστον δὲ ποσότης ἁπλῆ τις οὖσα τυγχάνει. ἵνα γὰρ καθʼ ὑπόβασιν τῆς τῶν πρωτείων τάξεως καὶ ἡ ποσότης τῶν ἑκάστου ὁρίων μιᾷ μοίρᾳ λείπηται τῆς προτεταγμένης, τῷ μὲν πρώτῳ πάντοτε διδόασι μοίρας η, τῷ δὲ δευτέρῳ ζ, τῷ δὲ τρίτῳ ς, τῷ δὲ τετάρτῳ ε, τῷ δὲ τελευταίῳ δ, συμπληρουμένων οὕτω τῶν κατὰ τὸ ζῴδιον λ μοιρῶν. συνάγονται δὲ καὶ ἐκ τούτων τοῦ μὲν Κρόνου μοῖραι ἡμέρας μὲν οη, νυκτὸς δὲ ξς· τοῦ δὲ Διὸς οβ· τοῦ δὲ Ἄρεως ξθ· τῆς δὲ Ἀφροδίτης οε· τοῦ δὲ Ἑρμοῦ ἡμέρας μὲν ξς, νυκτὸς δὲ οη. γίνονται μοῖραι τξ. Τούτων μὲν οὖν τῶν ὁρίων ἀξιοπιστότερα, ὡς ἔφαμεν, τυγχάνει τὰ κατὰ τὸν Αἰγυπτιακὸν τρόπον καὶ διὰ τὸ τὴν συναγωγὴν αὐτῶν παρὰ τοῖς Αἰγυπτίοις συγγραφεῦσιν ὡς χρησίμην ἀναγραφῆς ἠξιῶσθαι καὶ διὰ τὸ συμφωνεῖν αὐτοῖς ὡς ἐπὶ πᾶν τὰς μοίρας τῶν ὁρίων ταῖς κατατεταγμέναις ὑπ̓ αὐτῶν παραδειγματικαῖς γενέσεσιν. αὐτῶν μέντοι τούτων τῶν συγγραφέων μηδαμῆ τὴν σύνταξιν αὐτῶν μηδὲ τὸν ἀριθμὸν ἐμφανισάντων, ὕποπτον ἂν
εἰκότως καὶ εὐδιάβλητον αὐτῶν γένοιτο τὸ περὶ τὴν τάξιν ἀνομόλογον. ἤδη μέντοι περιτετυχήκαμεν ἡμεῖς ἀντιγράφῳ παλαιῷ καὶ τὰ πολλὰ διεφθαρμένῳ, περιέχοντι φυσικὸν καὶ σύμφωνον λόγον τῆς τάξεως καὶ τῆς ποσότητος αὐτῶν μετὰ τοῦ τάς τε τῶν προειρημένων γενέσεων μοιρογραφίας καὶ τὸν τῶν συναγωγῶν ἀριθμὸν σύμφωνον εὑρίσκεσθαι τῇ τῶν παλαιῶν ἀναγραφῇ. τὸ δὲ κατὰ λέξιν τοῦ βιβλίου πάνυ μακρὸν ἦν καὶ μετὰ περιττῆς ἀποδείξεως, ἀδιάγνωστον δὲ διὰ τὸ διεφθάρθαι, καὶ μόλις αὐτὴν τὴν τοῦ καθʼ ὅλου προαίρεσιν δυνάμενον ἡμῖν ὑποτυπῶσαι· καὶ ταῦτα συνεφοδιαζούσης καὶ τῆς αὐτῶν τῶν ὁρίων ἀναγραφῆς μᾶλλόν πως διὰ τὸ πρὸς τῷ τέλει τοῦ βιβλίου κατατετάχθαι διασεσωσμένης. ἔχει γοῦν ὁ τύπος τῆς ὅλης αὐτῶν ἐπιβολῆς τὸν τρόπον τοῦτον· ἐπὶ μὲν γὰρ τῆς τάξεως τῆς καθʼ ἕκαστον δωδεκατημόριον παραλαμβάνεται τά τε ὑψώματα καὶ τὰ τρίγωνα καὶ οἱ οἶκοι. καθʼ ὅλου μὲν γὰρ ὁ μὲν β τούτων ἔχων ἀστὴρ οἰκοδεσποτίας ἐν τῷ αὐτῷ ζῳδίῳ προτάττεται, κἂν κακοποιὸς ᾖ· ὅπου δὲ τοῦτο οὐ συμβαίνει οἱ μὲν κακοποιοὶ πάντοτε ἔσχατοι τάττονται, πρῶτοι δὲ οἱ τοῦ ὑψώματος κύριοι, εἶτα οἱ τοῦ τριγώνου, εἶτα οἱ τοῦ οἴκου ἀκολούθως
τῇ ἐφεξῆς τάξει τῶν ζῳδίων, πάλιν δὲ ἐφεξῆς οἱ ἀνὰ δύο ἔχοντες οἰκοδεσποτίας προταττόμενοι τοῦ μίαν ἔχοντος ἐν τῷ αὐτῷ ζῳδίῳ. ὁ μέντοι Καρκίνος καὶ ὁ Λέων οἶκοι ὄντες ἡλίου καὶ σελήνης, ἐπεὶ οὐ δίδοται τοῖς φωσὶ ὅρια, ἀπονέμονται τοῖς κακοποιοῖς διὰ τὸ ἐν τῇ τάξει πλεονεκτεῖσθαι, ὁ μὲν Καρκίνος τῷ τοῦ Ἄρεως, ὁ δὲ Λέων τῷ τοῦ Κρόνου, ἐν οἷς καὶ ἡ τάξις αὐτοῖς ἡ οἱκεία φυλάττεται. ἐπὶ δὲ τῆς ποσότητος τῶν ὁρίων, ὡς μὲν μηδενὸς εὑρισκομένου κατὰ δύο τρόπους κυρίου ἤτοι ἐν αὐτῷ τῷ ζῳδίῳ ἢ καὶ ἐν τοῖς ἐφεξῆς μέχρι τεταρτημορίου, τοῖς μὲν ἀγαθοποιοῖς, τουτέστι τῷ τε τοῦ Διὸς καὶ τῷ τῆς Ἀφροδίτης ἑκάστῳ, δίδονται μοῖραι ζ, τοῖς δὲ κακοποιοῖς, τουτέστι τῷ τοῦ Κρόνου καὶ τῷ τοῦ Ἄρεως ἑκάστῳ μοῖραι ε, τῷ δὲ τοῦ Ἑρμοῦ ἐπικοίνῳ ὄντι μοῖραι ς, εἰς συμπλήρωσιν τῶν λ. ἐπεὶ δὲ ἔχουσί τινες ἀεὶ δύο λόγους, ὁ γὰρ τῆς Ἀφροδίτης μόνος γίνεται οἰκοδεσπότης τοῦ κατὰ τὸν Ταῦρον τριγώνου τῆς σελήνης εἰς τὰ ὅρια μὴ παραλαμβανομένης, προσδίδοται μὲν ἑκάστῳ τῶν οὕτως ἐχόντων ἄν τε ἐν αὐτῷ τῷ ζῳδίῳ ἄν τε ἐν τοῖς ἐφεξῆς μέχρι τεταρτημορίου μοῖρα μία, οἷς καὶ παρέκειντο στιγμαί. ἀφαιροῦνται δὲ αἱ προστιθέμεναι τῆς διπλῆς ἀπὸ τῶν λοιπῶν καὶ μοναχῶν, ὡς ἐπὶ τὸ πολὺ δὲ ἀπὸ τοῦ τοῦ Κρόνου, εἶτα καὶ τοῦ τοῦ Διος, διὰ τὸ
βραδύτερον αὐτῶν τῆς κινήσεως. ἔστι δὲ καὶ ἡ τούτων τῶν ὁρίων ἔκθεσις τοιαύτη.

Περὶ τόπων καὶ μοιρῶν Διεῖλον δέ τινες καὶ εἰς ἔτι τούτων λεπτομερέστερα τμήματα τῆς οἰκοδεσποτίας, τόπους καὶ μοίρας ὀνομάσαντες, καὶ τόπον μὲν ὑποτιθέμενοι τὸ τοῦ δωδεκατημορίου δωδεκατημόριον, τουτέστι μοίρας β ἥμισυ, καὶ διδόντες αὐτῶν τὴν κυρίαν τοῖς ἐφεξῆς ζῳδίοις. ἄλλοι δὲ καὶ κατʼ ἄλλας τινὰς ἀλόγους τάξεις, μοῖραν δὲ ἑκάστην πάλιν ἀπ̓ ἀρχῆς ἑκάστῳ διδόντες τῶν ἀστέρων ἀκολούθως τῇ τάξει τῶν Χαλδαϊκῶν ὁρίων. ταῦτα μὲν οὖν πιθανὸν καὶ οὐ φυσικὸν ἀλλὰ κενόδοξον ἔχοντα λόγον παρήσομεν. ἐκεῖνο δὲ ἐπιστάσεως ἄξιον τυγχάνον οὐ παραλείψομεν, ὅτι καὶ τὰς τῶν δωδεκατημορίων ἀρχὰς ἀπὸ τῶν ἰσημερινῶν καὶ τῶν τροπικῶν σημείων εὔλογόν ἐστι ποιεῖσθαι, καὶ τῶν συγγραφέων τοῦτό πως ἐμφανισάντων, καὶ μάλιστα διότι τὰς φύσεις καὶ τὰς δυνάμεις καὶ τὰς συνοικειώσεις αὐτῶν ὁρῶμεν ἐκ τῶν προαποδεδειγμένων ἀπὸ τῶν τροπικῶν καὶ ἰσημερινῶν ἀρχῶν

καὶ οὐκ ἀπʼ ἄλλου τινὸς ἐχούσας τὴν αἰτίαν. ἄλλων μὲν γὰρ ἀρχῶν ὑποτιθεμένων ἢ μηκέτι συγχρῆσθαι ταῖς φύσεσιν αὐτῶν εἰς τὰς προτελέσεις ἀναγκασθησόμεθα ἢ συγχρώμενοι διαπίπτειν, παραβάντων καὶ ἀπαλλοτριωθέντων τῶν τὰς δυνάμεις αὐτοῖς ἐμπεριποιησάντων τοῦ ζωδιακοῦ διαστημάτων.

Περὶ προσώπων καὶ λαμπηνῶν καὶ τῶν τοιούτων Αἱ μὲν οὖν συνοικειώσεις τῶν ἀστέρων καὶ τῶν δωδεκατημορίων σχεδὸν ἂν εἶεν τοσαῦται. λέγονται δὲ καὶ ἰδιοπρόσωποι μὲν ὅταν ἕκαστος αὐτῶν τὸν αὐτὸν διασώζῃ πρὸς ἥλιον ἢ καὶ σελήνην σχηματισμὸν ὅνπερ καὶ ὁ οἶκος αὐτοῦ πρὸς τοὺς ἐκείνων οἴκους· οἷον ὅταν ὁ τῆς Ἀφροδίτης λόγου ἕνεκεν ἑξάγωνον ποιῇ πρὸς τὰ φῶτα διάστασιν, ἀλλὰ πρὸς ἥλιον μὲν ἑσπέριος ὤν, πρὸς σελήνην δὲ ἑῷος, ἀκολούθως τοῖς ἐξ ἀρχῆς οἴκοις· λαμπήναις δὲ ἐν ἰδίαις εἶναι καὶ θρόνοις καὶ τοῖς τοιούτοις ὅταν κατὰ δύο ἢ καὶ πλείους τῶν προεκτεθειμένων

τρόπων συνοικειούμενοι τυγχάνωσι τοῖς τόποις ἐν οἷς καταλαμβάνονται, τότε μάλιστα τῆς δυνάμεως αὐτῶν αὐξανομένης πρὸς ἐνέργειαν διὰ τὸ ὅμοιον καὶ συμπρακτικὸν τῆς τῶν περιεχόντων δωδεκατημορίων ὁμοφυοῦς οἰκειότητος. χαίρειν δέ φασιν αὐτοὺς ὅταν κἂν μὴ πρὸς αὐτοὺς ᾖ ἡ συνοικείωσις τῶν περιεχόντων ζῳδίων ἀλλὰ μέντοι πρὸς τοὺς τῶν αὐτῶν αἱρέσεων, ἐκ μακροῦ μᾶλλον οὕτω γινομένης τῆς συμπαθείας. κοινωνοῦσι δὲ ὅμως καὶ κατὰ τὸν αὐτὸν τρόπον τῆς ὁμοιότητος· ὥσπερ ὅταν ἐν τοῖς ἠλλοτριωμένοις καὶ τῆς ἐναντίας αἱρέσεως τόποις καταλαμβάνωνται, πολὺ παραλύεται τὸ τῆς οἰκείας αὐτῶν δυνάμεως, ἄλλην τινὰ φύσιν μικτὴν ἀποτελούσης τῆς κατὰ τὸ ἀνόμοιον τῶν περιεχόντων ζῳδίων κράσεως.

Περὶ συναφειῶν καὶ ἀπορροιῶν καὶ τῶν ἄλλων δυνάμεων Καὶ καθʼ ὅλου δὲ συνάπτειν μὲν λέγονται τοῖς ἑπομένοις οἱ προηγούμενοι, ἀπερρυηκέναι δὲ οἱ ἑπόμενοι τῶν προηγουμένων, ἐφʼ ὅσον ἂν μὴ μακρὸν ᾖ τὸ μεταξὺ αὐτῶν διάστημα. παραλαμβάνεται δὲ

τὸ τοιοῦτον ἐάν τε σωματικῶς ἐάν τε καὶ κατά τινα τῶν παραδεδομένων σχηματισμῶν συμβαίνῃ, πλὴν ὅτι γε πρὸς μὲν τὰς δἰ αὐτῶν τῶν σωμάτων συναφὰς καὶ ἀπορροίας καὶ τὰ πλάτη παρατηρεῖν αὐτῶν χρήσιμον εἰς τὸ μόνας τὰς ἐπὶ τὰ αὐτὰ μέρη τοῦ διὰ μέσων εὑρισκομένας παρόδους παραδέχεσθαι. πρὸς δὲ τὰς διὰ τῶν συσχηματισμῶν περιττόν ἐστι τὸ τοιοῦτον, πασῶν ἀεὶ τῶν ἀκτίνων ἐπὶ ταὐτά, τουτέστιν ἐπὶ τὸ κέντρον τῆς γῆς, φερομένων καὶ ὁμοίως πανταχόθεν συμβαλλουσῶν. Ἐκ δὴ τούτων ἁπάντων εὐσύνοπτον ὅτι τὸ μὲν ποιὸν ἑκάστου τῶν ἀστέρων ἐπισκεπτέον ἔκ τε τῆς ἰδίας αὐτῶν φυσικῆς ἰδιοτροπίας καὶ ἔτι τῆς τῶν περιεχόντων δωδεκατημορίων, ἢ καὶ τῆς τῶν πρός τε τὸν ἥλιον καὶ τὰς γωνίας σχηματισμῶν κατὰ τὸν ἐκτεθειμένον ἡμῖν περὶ πάντων τούτων τρόπον· τὴν δὲ δύναμιν πρῶτον μὲν ἐκ τοῦ ἤτοι ἀνατολικοὺς αὐτοὺς εἶναι καὶ προσθετικοὺς ταῖς ἰδίαις κινήσεσι,
τότε γὰρ μάλιστά εἰσιν ἰσχυροί· ἢ δυτικοὺς καὶ ἀφαιρετικούς, τότε γὰρ ἀσθενεστέραν ἔχουσι τὴν ἐνέργειαν· ἔπειτα καὶ ἐκ τοῦ πως ἔχειν πρὸς τὸν ὁρίζοντα, μεσουρανοῦντες μὲν γὰρ ἢ ἐπιφερόμενοι τῷ μεσουρανήματι μάλιστά εἰσι δυναμικοί· δεύτερον δὲ ὅταν ἐπʼ αὐτοῦ τοῦ ὁρίζοντος ὦσιν ἢ ἐπαναφέρωνται, καὶ μᾶλλον ὅταν ἐπὶ τοῦ ἀνατολικοῦ, ἧττον δὲ ὅταν ὑπὸ γῆν μεσουρανῶσιν ἢ ἄλλως συσχηματίζωνται τῷ ἀνατέλλοντι τόπῳ· μὴ οὕτω δὲ ἔχοντες ἀδύναμοι παντελῶς τυγχάνουσιν.

Τὰ μὲν δὴ κυριώτερα τῶν πινακικῶς προεκτεθειμένων νῦν εἰς τὴν τῶν κατὰ μέρος προρρήσεων ἐπίσκεψιν ὡς ἐν κεφαλαίοις μέχρι τοσούτων ἡμῖν ἐφοδευέσθω, συνάψωμεν δὲ ἤδη κατὰ τὸ ἑξῆς τῆς ἀκολουθίας τὰς καθʼ ἕκαστα τῶν εἰς τὸ δυνατὸν τῆς τοιαύτης προρρήσεως ἐμπιπτόντων πραγματείας, ἐχόμενοι πανταχῆ τῆς κατὰ τὸν φυσικὸν τρόπον ὑφηγήσεως. Εἰς δύο τοίνυν τὰ μέγιστα καὶ κυριώτατα μέρη διαιρουμένου τοῦ δἰ ἀστρονομίας προγνωστικοῦ, καὶ πρώτου μὲν ὄντος καὶ γενικωτέρου τοῦ καθ̓

ὅλα ἔθνη καὶ χώρας καὶ πόλεις λαμβανομένου, ὃ καλεῖται καθολικόν, δευτέρου δὲ καὶ εἰδικωτέρου τοῦ καθʼ ἕνα ἕκαστον τῶν ἀνθρώπων, ὃ καὶ αὐτὸ καλεῖται γενεθλιαλογικόν, προσήκειν ἡγούμεθα περὶ τοῦ καθολικοῦ πρῶτον ποιήσασθαι τὸν λόγον, ἐπειδήπερ ταῦτα μὲν κατὰ μείζους καὶ ἰσχυροτέρας αἰτίας τρέπεσθαι πέφυκε μᾶλλον τῶν μερικῶς ἀποτελουμένων. ὑποπιπτουσῶν δὲ ἀεὶ τῶν ἀσθενεστέρων φύσεων ταῖς δυνατωτέραις καὶ τῶν κατὰ μέρος ταῖς καθʼ ὅλου, παντάπασιν ἀναγκαῖον ἂν εἴη τοῖς προαιρουμένοις περὶ ἑνὸς ἑκάστου σκοπεῖν πολὺ πρότερον περὶ τῶν ὁλοσχερεστέρων περιειληφέναι. Καὶ αὐτῆς δὲ τῆς καθολικῆς ἐπισκέψεως τὸ μὲν πάλιν κατὰ χώρας ὅλας λαμβάνεται, τὸ δὲ κατὰ πόλεις. καὶ ἔτι τὸ μὲν κατὰ μείζους καὶ περιοδικωτέρας περιστάσεις, οἷον πολέμων ἢ λιμῶν ἢ λοιμῶν ἢ σεισμῶν ἢ κατακλυσμῶν καὶ τῶν τοιούτων· τὸ δὲ κατὰ ἐλάττους καὶ καιρικωτέρας, οἷαί εἰσιν αἱ τῶν ἐτησίων ὡρῶν καὶ κατὰ τὸ μᾶλλον καὶ ἧττον ἀλλοιώσεις, περί τε ἀνέσεις ἢ ἐπιτάσεις χειμώνων καὶ καυμάτων καὶ πνευμάτων εὐφορίας τε καὶ ἀφορίας καὶ τὰ τοιαῦτα. προηγεῖται δὲ καὶ τούτων εἰκότως ἑκατέρου τό τε κατὰ χώρας ὅλας καὶ τὸ κατὰ μείζους περιστάσεις διὰ τὴν αὐτὴν αἰτίαν τῇ προειρημένῃ·
πρὸς δὲ τὴν τούτων ἐπίσκεψιν μάλιστα παραλαμβανομένων δύο τούτων, τῆς τε τῶν δωδεκατημορίων τοῦ ζωδιακοῦ καὶ ἔτι τῆς τῶν ἀστέρων πρὸς ἕκαστα τῶν κλιμάτων συνοικειώσεως καὶ τῶν ἐν τοῖς οἰκείοις μέρεσι κατὰ καιροὺς γινομένων ἐπισημασιῶν, κατὰ μὲν τὰς συζυγίας ἡλίου καὶ σελήνης τῶν ἐκλειπτικῶν, κατὰ δὲ τὰς τῶν πλανωμένων παρόδους τῶν περὶ τὰς ἀνατολὰς καὶ τοὺς στηριγμούς, προεκθησόμεθα τὸν τῶν εἰρημένων συμπαθειῶν φυσικὸν λόγον, ἅμα παριστάντες ἐξ ἐπιδρομῆς καὶ τὰς καθʼ ὅλα ἔθνη θεωρουμένας ὡς ἐπὶ πᾶν σωματικάς τε καὶ ἠθικὰς ἰδιοτροπίας, οὐκ ἀλλοτρίας τυγχανούσας τῆς τῶν συνοικειουμένων ἀστέρων τε καὶ δωδεκατημορίων φυσικῆς περιστάσεως.

Περὶ τῶν καθʼ ὅλα κλίματα ἰδιωμάτων Τῶν τοίνυν ἐθνικῶν ἰδιωμάτων τὰ μὲν καθ̓ ὅλους παραλλήλους καὶ γωνίας ὅλας διαιρεῖσθαι συμβέβηκε ὑπὸ τῆς πρὸς τὸν διὰ μέσων τῶν ζῳδίων κύκλον καὶ τὸν ἥλιον αὐτῶν σχέσεως. τῆς γὰρ καθʼ ἡμᾶς οἰκουμένης ἐν ἑνὶ τῶν βορείων τεταρτημορίων οὔσης, οἱ μὲν ὑπὸ τοὺς νοτιωτέρους παραλλήλους, λέγω δὲ τοὺς ἀπὸ τοῦ ἰσημερινοῦ

μέχρι τοῦ θερινοῦ τροπικοῦ, κατὰ κορυφὴν λαμβανόντες τὸν ἥλιον καὶ διακαιόμενοι, μέλανες τὰ σώματα καὶ τὰς τρίχας οὖλοί τε καὶ δασεῖς καὶ τὰς μορφὰς συνεσπασμένοι καὶ τὰ μεγέθη συντετηγμένοι καὶ τὰς φύσεις θερμοὶ καὶ τοῖς ἤθεσιν ὡς ἐπὶ πᾶν ἄγριοι τυγχάνουσι διὰ τὴν ὑπὸ καύματος συνέχειαν τῶν οἰκήσεων, οὓς δὴ καλοῦμεν κοινῶς Αἰθίοπας. καὶ οὐ μόνον αὐτοὺς ὁρῶμεν οὕτως ἔχοντας ἀλλὰ καὶ τὸ περιέχον αὐτοὺς τοῦ ἀέρος κατάστημα καὶ τὰ ἄλλα ζῷα καὶ τὰ φυτὰ παρʼ αὐτοῖς ἐμφανίζοντα τὴν διαπύρωσιν. Οἱ δὲ ὑπὸ τοὺς βορειοτέρους παραλλήλους, λέγω δὲ τοὺς ὑπὸ τὰς ἄρκτους τὸν κατὰ κορυφὴν ἔχοντες τόπον, πολὺ τοῦ ζωδιακοῦ καὶ τῆς τοῦ ἡλίου θερμότητος ἀφεστῶτες, κατεψυγμένοι μέν εἰσι διὰ τοῦτο, δαψιλεστέρας δὲ μεταλαμβάνοντες τῆς ὑγρᾶς οὐσίας, θρεπτικωτάτης οὔσης καὶ ὑπὸ μηδενὸς ἀναπινομένης θερμοῦ, λευκοί τε τὰ χρώματά εἰσι καὶ τετανοὶ τὰς τρίχας τά τε σώματα μεγάλοι καὶ εὐτραφεῖς τοῖς μεγέθεσι καὶ ὑπόψυχροι τὰς φύσεις, ἄγριοι δὲ καὶ αὐτοὶ τοῖς ἤθεσι διὰ τὴν ὑπὸ τοῦ κρύους συνέχειαν τῶν οἰκήσεων. ἀκολουθεῖ δὲ τούτοις καὶ ὁ τοῦ περιέχοντος αὐτοὺς ἀέρος χειμὼν καὶ τῶν φυτῶν τὰ μεγέθη καὶ τὸ δυσήμερον τῶν ζῴων. καλοῦμεν δὲ καὶ τούτους ὡς ἐπὶ πᾶν Σκύθας. Οἱ δὲ μεταξὺ τοῦ θερινοῦ τροπικοῦ καὶ τῶν ἄρκτων, μήτε κατὰ κορυφὴν γινομένου παρʼ αὐτοῖς
τοῦ ἡλίου μήτε πολὺ κατὰ τὰς μεσημβρινὰς παρόδους ἀφισταμένου, τῆς τε τῶν ἀέρων εὐκρασίας μετειλήφασι, καὶ αὐτῆς μὲν διαφερούσης ἀλλʼ οὐ σφόδρα μεγάλην τὴν παραλλαγὴν τῶν καυμάτων πρὸς τὰ ψύχη λαμβανούσης. ἔνθεν τοῖς χρώμασι μέσοι καὶ τοῖς μεγέθεσι μέτριοι καὶ ταῖς φύσεσιν εὔκρατοι καὶ ταῖς οἰκήσεσι συνεχεῖς καὶ τοῖς ἤθεσιν ἥμεροι τυγχάνουσι. τούτων δὲ οἱ πρὸς νότον ὡς ἐπὶ πᾶν ἀγχινούστεροι καὶ εὐμήχανοι μᾶλλον καὶ περὶ τὴν τῶν θείων ἱστορίαν ἱκανώτεροι διὰ τὸ συνεγγίζειν αὐτῶν τὸν κατὰ κορυφὴν τόπον τοῦ ζωδιακοῦ καὶ τῶν περὶ αὐτὸν πλανωμένων ἀστέρων, οἷς οἰκείως καὶ αὐτοὶ τὰς ψυχικὰς κινήσεις εὐεπηβόλους τε ἔχουσι καὶ διερευνητικὰς καὶ τῶν ἰδίως καλουμένων μαθημάτων περιοδευτικάς. καὶ τούτων δὲ πάλιν οἱ μὲν πρὸς ἕω μᾶλλόν εἰσιν ἠρρενωμένοι καὶ εὔτονοι τὰς ψυχὰς καὶ πάντα ἐκφαίνοντες, ἐπειδὴ τὰς ἀνατολὰς ἄν τις εἰκότως τῆς ἡλιακῆς φύσεως ὑπολάβοι καὶ τὸ μέρος ἐκεῖνο ἡμερινόν τε καὶ ἀρρενικὸν καὶ δεξιόν, καθʼ ὃ κἀν τοῖς ζῴοις ὁρῶμεν τὰ δεξιὰ μέρη μᾶλλον ἐπιτηδειότητα ἔχοντα πρὸς ἰσχὺν καὶ εὐτονίαν. οἱ δὲ πρὸς ἑσπέραν τεθηλυσμένοι μᾶλλόν εἰσι καὶ τὰς ψυχὰς ἁπαλώτεροι καὶ τὰ πολλὰ κρύπτοντες, ἐπειδὴ πάλιν τοῦτο τὸ μέρος σεληνιακὸν τυγχάνει, πάντοτε τῆς σελήνης τὰς
πρώτας ἐπιτολὰς καὶ ἀπὸ συνόδου φαντασίας ἀπὸ λιβὸς ποιουμένης. διὰ δὴ τοῦτο νυκτερινὸν δοκεῖ κλίμα θηλυκὸν καὶ εὐώνυμον ἀντικειμένως τῷ ἀνατολικῷ. Ἤδη δέ τινες καὶ ἐν ἑκάστοις τούτοις τῶν ὅλων μερῶν ἰδιότροποι περιστάσεις ἠθῶν καὶ νομίμων φυσικῶς ἐξηκολούθησαν. ὥσπερ γὰρ ἐπὶ τῶν τοῦ περιέχοντος καταστημάτων καὶ ἐν τοῖς ὡς ἐπὶ πᾶν κατειλεγμένοις θερμοῖς ἢ ψυχροῖς ἢ εὐκράτοις καὶ κατὰ μέρος ἰδιάζουσι τόποι καὶ χῶραί τινες ἐν τῷ μᾶλλον ἢ ἧττον ἤτοι διὰ θέσεως τάξιν ἢ ὕψος ἢ ταπεινότητα ἢ διὰ παράθεσιν· ἔτι δὲ ὡς ἱππικοί τινες μᾶλλον διὰ τὸ τῆς χώρας πεδινόν, καὶ ναυτικοὶ διὰ τὴν τῆς θαλάττης ἐγγύτητα, καὶ ἥμεροι διὰ τὴν τῆς χώρας εὐθηνίαν, οὕτω καὶ ἐκ τῆς πρὸς τοὺς ἀστέρας κατὰ τὰ δωδεκατημόρια φυσικῆς τῶν κατὰ μέρος κλιμάτων συνοικειώσεως ἰδιοτρόπους ἄν τις εὕροι φύσεις παρʼ ἑκάστοις, καὶ αὐτὰς δὲ ὡς ἐπὶ πᾶν οὐχ ὡς καὶ καθʼ ἕνα ἕκαστον πάντως ἐνυπαρχούσας. ἀναγκαῖον οὖν ἐφʼ ὧν ἂν εἴη χρήσιμον πρὸς τὰς κατὰ μέρος ἐπισκέψεις κεφαλαιωδῶς ἐπελθεῖν.

Περὶ τῆς τῶν χωρῶν πρὸς τὰ τρίγωνα καὶ τοὺς ἀστέρας συνοικειώσεως Τεττάρων δὴ τριγωνικῶν σχημάτων ἐν τῷ ζωδιακῷ θεωρουμένων, ὡς δέδεικται διὰ τῶν ἔμπροσθεν ἡμῖν, ὅτι τὸ μὲν κατὰ Κριὸν καὶ Λέοντα καὶ Τοξότην βορρολυβυκόν τέ ἐστι καὶ οἰκοδεσποτεῖται μὲν προηγουμένως ὑπὸ τοῦ τοῦ Διὸς διὰ τὸ βόρειον, συνοικοδεσποτεῖται δὲ καὶ ὑπὸ τοῦ Ἄρεως διὰ τὸ λιβυκόν· τὸ δὲ κατὰ τὸν Ταῦρον καὶ τὴν Παρθένον καὶ τὸν Αἰγόκερων νοταπηλιωτικόν τέ ἐστι καὶ οἰκοδεσποτεῖται πάλιν προηγουμένως μὲν ὑπὸ τοῦ τῆς Ἀφροδίτης διὰ τὸ νότιον, συνοικοδεσποτεῖται δὲ ὑπὸ τοῦ Κρόνου διὰ τὸ ἀπηλιωτικόν· τὸ δὲ κατὰ τοὺς Διδύμους καὶ τὰς Χηλὰς καὶ τὸν Ὑδροχόον βορραπηλιωτικόν τέ ἐστι καὶ οἰκοδεσποτεῖται προηγουμένως μὲν ὑπὸ τοῦ Κρόνου διὰ τὸ ἀπηλιωτικόν, συνοικοδεσποτεῖται δὲ ὑπὸ τοῦ Διὸς διὰ τὸ βόρειον· τὸ δὲ κατὰ τὸν Καρκίνον καὶ τὸν Σκορπίον καὶ τοὺς Ιχθῦς νοτολιβυκόν τέ ἐστι καὶ οἰκοδεσποτεῖται προηγουμένως μὲν ὑπὸ τοῦ τοῦ Ἄρεως διὰ τὸ λιβυκόν, συνοικοδεσποτεῖται δὲ ὑπὸ τοῦ τῆς Ἀφροδίτης διὰ τὸ νότιον— Τούτων δὲ οὕτως ἐχόντων διαιρουμένης τε τῆς καθʼ ἡμᾶς οἰκουμένης εἰς τέτταρα τεταρτημόρια, τοῖς τριγώνοις ἰσάριθμα, κατὰ μὲν πλάτος ὑπό τε τῆς καθʼ ἡμᾶς θαλάττης ἀπὸ τοῦ Ἡρακλείου πορθμοῦ μέχρι τοῦ Ἰσσικοῦ κόλπου καὶ τῆς ἐφεξῆς

πρὸς ἀνατολὰς ὀρεινῆς ῥάχεως, ὑφʼ ὧν χωρίζεται τό τε νότιον καὶ τὸ βόρειον αὐτῆς μέρος, κατὰ δὲ μῆκος ὑπὸ τοῦ Ἀραβικοῦ κόλπου, διὰ καὶ τοῦ Αἰγαίου πελάγους καὶ Πόντου καὶ τῆς Μαιώτιδος λίμνης, ὑφʼ ὧν χωρίζεται τό τε ἀπηλιωτικὸν καὶ τὸ λιβυκὸν μέρος, γίνεται τεταρτημόρια τέτταρα, σύμφωνα τῇ θέσει τῶν τριγώνων· ἓν μὲν πρὸς βορρολίβα τῆς ὅλης οἰκουμένης κείμενον, τὸ κατὰ τὴν Κελτογαλατίαν, ὃ δὴ κοινῶς Εὐρώπην καλοῦμεν· τούτῳ δὲ ἀντικείμενον καὶ πρὸς τὸν νοταπηλιώτην τὸ κατὰ τὴν ἑῴαν Αἰθιοπίαν, ὃ δὴ τῆς μεγάλης Ἀσίας νότιον μέρος ἂν καλοῖτο· καὶ πάλιν τὸ μὲν πρὸς βορραπηλιώτην τῆς ὅλης οἰκουμένης τὸ κατὰ τὴν Σκυθίαν, ὃ δὴ καὶ αὐτὸ βόρειον μέρος τῆς μεγάλης Ἀσίας γίνεται· τὸ δὲ ἀντικείμενον τούτῳ καὶ πρὸς λιβόνοτον ἄνεμον τὸ κατὰ τὴν ἑσπερίαν Αἰθιοπίαν, ὃ δὴ κοινῶς Λιβύην καλοῦμεν. Πάλιν δὲ καὶ ἑκάστου τῶν προκειμένων τεταρτημορίων τὰ μὲν πρὸς τὸ μέσον μᾶλλον ἐσχηματισμένα τῆς ὅλης οἰκουμένης τὴν ἐναντίαν λαμβάνει θέσιν πρὸς αὐτὸ τὸ περιέχον τεταρτημορίον, ὥσπερ ἐκεῖνο πρὸς ὅλην τὴν οἰκουμένην, τοῦ τε κατὰ τὴν Εὐρώπην πρὸς βορρολίβα κειμένου τῆς ὅλης οἰκουμένης τὰ περὶ τὸ μέσον αὐτοῦ καὶ ἀντιγώνια πρὸς νοταπηλιώτην τοῦ αὐτοῦ τεταρτημορίου τὴν θέσιν ἔχοντα φαίνεται. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ὡς
ἐκ τούτων ἕκαστον τῶν τεταρτημορίων δυσὶ τοῖς ἀντικειμένοις τριγώνοις συνοικειοῦσθαι· τῶν μὲν ἄλλων μερῶν πρὸς τὴν καθʼ ὅλου πρόσνευσιν ἐφαρμοζομένων, τῶν δὲ περὶ τὸ μέσον πρὸς τὴν κατ̓ αὐτὸ τὸ μέρος ἀντικειμένην συμπαραλαμβανομένων πρὸς τὴν οἰκείωσιν, καὶ τῶν ἐν τοῖς οἰκείοις τριγώνοις τὴν οἰκοδεσποτίαν ἐχόντων ἀστέρων, ἐπὶ μὲν τῶν ἄλλων οἰκήσεων πάλιν αὐτῶν μόνων, ἐπὶ δὲ τῶν περὶ τὸ μέσον τῆς οἰκουμένης κἀκείνων καὶ ἔτι τοῦ τοῦ Ἑρμοῦ διὰ τὸ μέσον καὶ κοινὸν αὐτὸν ὑπάρχειν τῶν αἱρέσεων. Ἐκ δὴ τῆς τοιαύτης διατάξεως τὰ μὲν ἄλλα μέρη τοῦ πρώτου τῶν τεταρτημορίων, λέγω δὲ τοῦ κατὰ τὴν Εὐρώπην, πρὸς βορρολίβα κείμενα τῆς ὅλης οἰκουμένης, συνοικειοῦται μὲν τῷ βορρολιβυκῷ τριγώνῳ τῷ κατὰ τὸν Κριὸν καὶ Λέοντα καὶ Τοξότην, οἰκοδεσποτεῖται δὲ εἰκότως ὑπὸ τῶν κυρίων τοῦ τριγώνου Διὸς καὶ Ἄρεως ἑσπερίων. ἔστι δὲ ταῦτα καθʼ ὅλα ἔθνη λαμβανόμενα Βρεττανία, Γαλατία, Γερμανία, Βασταρνία, Ἰταλία, Γαλλία, Ἀπουλία,
Σικελία, Τυρρηνία, Κελτική, Ἱσπανία. εἰκότως δὲ τοῖς προκειμένοις ἔθνεσιν ὡς ἐπὶ πᾶν συνέπεσε, διά τε τὸ ἀρχικὸν τοῦ τριγώνου καὶ τοὺς συνοικοδεσποτήσαντας ἀστέρας, ἀνυποτάκτοις τε εἶναι καὶ φιλελευθέροις καὶ φιλόπλοις καὶ φιλοπόνοις καὶ πολεμικωτάτοις καὶ ἡγεμονικοῖς καὶ καθαροῖς καὶ μεγαλοψύχοις· διὰ μέντοι τὸν ἑσπέριον σχηματισμὸν Διὸς καὶ Ἄρεως, καὶ ἔτι διὰ τὸ τοῦ προκειμένου τριγώνου τὰ μὲν ἐμπρόσθια ἠρρενῶσθαι, τὰ δὲ ὀπίσθια τεθηλύσθαι, πρὸς μὲν τὰς γυναῖκας ἀζήλοις αὐτοῖς εἶναι συνέπεσε καὶ καταφρονητικοῖς τῶν ἀφροδισίων, πρὸς δὲ τὴν τῶν ἀρρένων συνουσίαν κατακορεστέροις τε καὶ μᾶλλον ζηλοτύποις· αὐτοῖς δὲ τοῖς διατιθεμένοις μήτε αἰσχρὸν ἡγεῖσθαι τὸ γινόμενον μήτε ὡς ἀληθῶς ἀνάνδροις διὰ τοῦτο καὶ μαλακοῖς ἀποβαίνειν, ἕνεκεν τοῦ μὴ παθητικῶς διατίθεσθαι, συντηρεῖν δὲ τὰς ψυχὰς ἐπάνδρους καὶ κοινωνικὰς καὶ πιστὰς καὶ φιλοικείους καὶ εὐεργετικάς. καὶ τούτων δὲ αὐτῶν τῶν χωρῶν Βρεττανία μὲν καὶ Γαλατία καὶ Γερμανία καὶ Βασταρνία μᾶλλον τῷ Κριῷ συνοικειοῦνται καὶ τῷ τοῦ Ἄρεως· ὅθεν ὡς ἐπὶ πᾶν οἱ ἐν αὐταῖς ἀγριώτεροι καὶ αὐθαδέστεροι καὶ θηριώδεις τυγχάνουσιν. Ἰταλία δὲ καὶ Ἀπουλία, Γαλλία καὶ Σικελία τῷ Λέοντι καὶ τῷ ἡλίῳ· διόπερ ἡγεμονικοὶ μᾶλλον
οὗτοι καὶ εὐεργετικοὶ καὶ κοινώνικοι. Τυρρηνία δὲ καὶ Κελτικὴ καὶ Ἱσπανία τῷ Τοξότῃ καὶ τῷ τοῦ Διός· ὅθεν τὸ φιλελεύθερον αὐτοῖς καὶ τὸ ἁπλοῦν και τὸ φιλοκάθαρον. τὰ δὲ ἐν τούτῳ μὲν ὄντα τῷ τεταρτημορίῳ, περὶ δὲ τὸ μέσον ἐσχηματισμένα τῆς οἰκουμένης, Θρᾴκη τε καὶ Μακεδονία καὶ Ἰλλυρία καὶ Ἑλλὰς καὶ Ἀχαία καὶ Κρήτη, ἔτι δὲ αἵ τε Κυκλάδες καὶ τὰ παράλια τῆς μικρᾶς Ἀσίας καὶ Κύπρου πρὸς νοταπηλιώτην κείμενα τοῦ ὅλου τεταρτημορίου, προσλαμβάνει τὴν συνοικείωσιν τοῦ νοταπηλιωτικοῦ τριγώνου, τοῦ κατὰ τὸν Ταῦρον καὶ τὴν Παρθένον καὶ τὸν Αἰγόκερων, ἔτι δὲ συνοικοδεσπότας τόν τε τῆς Ἀφροδίτης καὶ τὸν τοῦ Κρόνου καὶ τὸν τοῦ Ἑρμοῦ· ὅθεν οἱ κατοικοῦντες τὰς χώρας συγκατεσχηματισμένοι μᾶλλον ἀπέβησαν καὶ κεκραμένοι τοῖς τε σώμασι καὶ ταῖς ψυχαῖς· ἡγεμονικοὶ μὲν καὶ αὐτοὶ τυγχάνοντες καὶ γενναῖοι καὶ ἀνυπότακτοι διὰ τὸν τοῦ Ἄρεως, φιλελεύθεροι δὲ καὶ αὐτόνομοι καὶ δημοκρατικοὶ καὶ νομοθετικοὶ διὰ τὸν τοῦ Διός, φιλόμουσοι δὲ καὶ φιλομαθεῖς καὶ φιλαγωνισταὶ καὶ καθάριοι ταῖς διαίταις διὰ τὸν τῆς Ἀφροδίτης, κοινωνικοὶ δὲ καὶ φιλόξενοι καὶ φιλοδίκαιοι καὶ φιλογράμματοι καὶ ἐν λόγοις πρακτικώτατοι διὰ τὸν τοῦ Ἑρμοῦ, μυστηρίων δὲ μάλιστα συντελεστικοὶ διὰ τὸν τῆς Ἀφροδίτης ἑσπέριον σχηματισμόν. πάλιν δὲ κατὰ μέρος καὶ τούτων οἱ μὲν περὶ τὰς Κυκλάδας καὶ τὰ
παράλια τῆς μικρᾶς Ἀσίας καὶ Κύπρου τῷ τε Ταύρῳ καὶ τῷ τῆς Ἀφροδίτης μᾶλλον συνοικειοῦνται· ὅθεν ὡς ἐπὶ τὸ πολὺ τρυφηταί τέ εἰσι καὶ καθάριοι καὶ τοῦ σώματος ἐπιμέλειαν ποιούμενοι. οἱ δὲ περὶ τὴν Ἑλλάδα καὶ τὴν Ἀχαίαν καὶ τὴν Κρήτην τῇ τε Παρθένῳ καὶ τῷ τοῦ Ἑρμοῦ, διὸ μᾶλλον λογικοὶ τυγχάνουσι καὶ φιλομαθεῖς καὶ τὰ τῆς ψυχῆς ἀσκοῦντες πρὸ τοῦ σώματος. οἱ δὲ περὶ τὴν Μακεδονίαν καὶ Θρᾴκην καὶ Ἰλλυρίδα τῷ τε Αἰγόκερῳ καὶ τῷ τοῦ Κρόνου· διὸ φιλοκτήματοι μέν, οὐχ ἥμεροι δὲ οὕτως, οὐδὲ κοινωνικοὶ τοῖς νόμοις. Τοῦ δὲ δευτέρου τεταρτημορίου τοῦ κατὰ τὸ νότιον μέρος τῆς μεγάλης Ἀσίας τὰ μὲν ἄλλα μέρη τὰ περιέχοντα Ἰνδικήν, Ἀριανήν, Γεδρωσίαν, Παρθίαν, Μηδίαν, Περσίδα, Βαβυλωνίαν, Μεσοποταμίαν, Ἀσσυρίαν, καὶ τὴν θέσιν ἔχοντα πρὸς νοταπηλιώτην τῆς ὅλης οἰκουμένης, εἰκότως καὶ αὐτὰ συνοικειοῦται μὲν τῷ νοταπηλιωτικῷ τριγώνῳ τοῦ Ταύρου καὶ Παρθένου καὶ Αἰγόκερω, οἰκοδεσποτοῦνται δὲ ὑπὸ τοῦ τῆς Ἀφροδίτης καὶ τοῦ Κρόνου ἐπὶ ἑῴων σχηματισμῶν· διόπερ καὶ τὰς φύσεις τῶν ἐν αὐτοῖς ἀκολούθως ἄν τις εὕροι τοῖς ὑπὸ τῶν οὕτως οἰκοδεσποτησάντων ἀποτελουμένας· σέβουσί τε γὰρ τὸν μὲν τῆς Ἀφροδίτης Ἴσιν ὀνομάζοντες, τὸν δὲ τοῦ Κρόνου Μίθραν ἥλιον. καὶ προθεστίζουσιν οἱ πολλοὶ τὰ μέλλοντα· καθιεροῦνταί τε παρʼ
αὐτοῖς τὰ γεννητικὰ μόρια διὰ τὸν τῶν προκειμένων ἀστέρων συσχηματισμὸν σπερματικὸν ὄντα φύσει. ἔτι δὲ θερμοὶ καὶ ὀχευτικοὶ καὶ καταφερεῖς πρὸς τὰ ἀφροδίσια τυγχάνουσιν· ὀρχηστικοί τε καὶ πηδηταὶ καὶ φιλόκοσμοι μὲν διὰ τὸν τῆς Ἀφροδίτης, ἁβροδίαιτοι δὲ διὰ τὸν τοῦ Κρόνου. ἀναφανδὸν δὲ ποιοῦνται καὶ οὐ κρύβδην τὰς πρὸς τὰς γυναῖκας συνουσίας διὰ τὸ ἑῷον τοῦ σχηματισμοῦ, τὰς δὲ πρὸς τοὺς ἄρρενας ὑπερεχθραίνουσι. διὰ ταῦτα δὲ καὶ τοῖς πλείστοις αὐτῶν συνέπεσεν ἐκ τῶν μητέρων τεκνοῦν, καὶ τὰς προσκυνήσεις τῷ στήθει ποιεῖσθαι διὰ τὰς ἑῴας ἀνατολὰς καὶ τὸ τῆς καρδίας ἡγεμονικὸν οἰκείως ἔχον πρὸς τὴν ἡλιακὴν δύναμιν. εἰσὶ δὲ ὡς ἐπὶ πᾶν καὶ τἄλλα μὲν τὰ περὶ τὰς στολὰς καὶ κόσμους καὶ ὅλως τὰς σωματικὰς σχέσεις τρυφεροὶ καὶ τεθηλυσμένοι διὰ τὸν τῆς Ἀφροδίτης, τὰς δὲ ψυχὰς καὶ τὰς προαιρέσεις μεγαλόφρονες καὶ γενναῖοι καὶ πολεμικοὶ διὰ τὸ οἰκείως ἔχειν τὸν τοῦ Κρόνου πρὸς τὸ τῶν ἀνατολῶν σχῆμα. κατὰ μέρος δὲ πάλιν τῷ μὲν Ταύρῳ καὶ τῷ τῆς Ἀφροδίτης μᾶλλον συνοικειοῦται ἥ τε Παρθία καὶ ἡ Μηδία καὶ ἡ Περσίς ὅθεν οἱ ἐνταῦθα στολαῖς τε ἀνθίναις χρῶνται κατακαλυπτόντες ἑαυτοὺς ὅλους πλὴν τοῦ στήθους, καὶ ὅλως εἰσὶν ἁβροδίαιτοι καὶ καθάριοι. τῇ δὲ Παρθένῳ καὶ τῷ τοῦ Ἑρμοῦ τὰ περὶ τὴν Βαβυλῶνα καὶ Μεσοποταμίαν καὶ Ἀσσυρίαν· διὸ καὶ παρὰ τοῖς ἐνταῦθα
τὸ μαθηματικὸν καὶ παρατηρητικὸν τῶν πέντε ἀστέρων ἐξαίρετον συνέπεσε. τῷ δὲ Αἰγόκερῳ καὶ τῷ τοῦ Κρόνου τὰ περὶ τὴν Ἰνδικὴν καὶ Ἀριανὴν καὶ Γεδρωσίαν, ὅθεν καὶ τὸ τῶν νεμομένων τὰς χώρας ἄμορφον καὶ ἀκάθαρτον καὶ θηριῶδες. τὰ δὲ λοιπὰ τοῦ τεταρτημορίου μέρη περὶ τὸ μέσον ἐσχηματισμένα τῆς ὅλης οἰκουμένης Ἰδουμαία, Κοίλη Συρία, Ἰουδαία, Φοινίκη, Χαλδαϊκή, Ὀρχηνία, Ἀραβία Εὐδαίμων, τὴν θέσιν ἔχοντα πρὸς βορρολίβα τοῦ ὅλου τεταρτημορίου προσλαμβάνει πάλιν τὴν συνοικείωσιν τοῦ βορρολιβυκοῦ τριγώνου, Κριοῦ, Λέοντος, Τοξότου, ἔτι δὲ συνοικοδεσπότας τόν τε τοῦ Διὸς καὶ τὸν τοῦ Ἄρεως καὶ ἔτι τὸν τοῦ Ἑρμοῦ· διὸ μᾶλλον οὗτοι τῶν ἄλλων ἐμπορικώτεροι καὶ συναλλακτικώτεροι, πανουργότεροι δὲ καὶ δειλοκαταφρόνητοι καὶ ἐπιβουλευτικοὶ καὶ δουλόψυχοι καὶ ὅλως ἀλλοπρόσαλλοι διὰ τὸν τῶν προκειμένων ἀστέρων συσχηματισμόν. καὶ τούτων δὲ πάλιν οἱ μὲν περὶ τὴν Κοίλην Συρίαν καὶ Ἰδουμαίαν καὶ Ἰουδαίαν τῷ τε Κριῷ καὶ τῷ τοῦ Ἄρεως μᾶλλον συνοικειοῦνται· διόπερ ὡς ἐπὶ πᾶν θρασεῖς τέ εἰσι καὶ ἄθεοι καὶ ἐπιβουλευτικοί. Φοίνικες δὲ καὶ Χαλδαῖοι καὶ Ὀρχήνιοι τῷ Λέοντι
καὶ τῷ ἡλίῳ, διόπερ ἁπλούστεροι καὶ φιλάνθρωποι καὶ φιλαστρόλογοι καὶ μάλιστα πάντων σέβοντες τὸν ἥλιον. οἱ δὲ κατὰ τὴν Ἀραβίαν τὴν Εὐδαίμονα τῷ Τοξότῃ καὶ τῷ τοῦ Διός· ὅθεν ἀκολούθως τῇ προσηγορίᾳ τό τε τῆς χώρας εὔφορον συνέπεσε καὶ τὸ τῶν ἀρωμάτων πλῆθος καὶ τὸ τῶν ἀνθρώπων εὐάρμοστον πρός τε διαγωγὰς ἐλεύθερον καὶ συναλλαγὰς καὶ πραγματείας. Τοῦ δὲ τρίτου τεταρτημορίου τοῦ κατὰ τὸ βόρειον μέρος τῆς μεγάλης Ἀσίας τὰ μὲν ἄλλα μέρη τὰ περιέχοντα τὴν Ὑρκανίαν, Ἀρμενίαν, Ματιανήν, Βακτριανήν, Κασπηρίαν, Σηρικήν, Σαυροματικήν, Ὀξειανήν, Σουγδιανήν, καὶ τὰ πρὸς βορραπηλιώτην κείμενα τῆς ὅλης οἰκουμένης συνοικειοῦνται μὲν τῷ βορραπηλιωτικῷ τριγώνῳ, Διδύμων καὶ Ζυγοῦ καὶ Ὑδροχόου, οἰκοδεσποτεῖται δὲ εἰκότως ὑπό τε τοῦ Κρόνου καὶ τοῦ Διὸς ἐπὶ σχημάτων ἀνατολικῶν· διόπερ οἱ ταύτας ἔχοντες τὰς χώρας σέβουσι μὲν Δία καὶ Κρόνον, πλουσιώτατοι δέ εἰσι καὶ πολύχρυσοι, περί τε τὰς διαίτας καθάριοι καὶ εὐδιάγωγοι, σοφοί τε ἐπὶ τὰ θεῖα καὶ μάγοι καὶ τὰ ἤθη δίκαιοι καὶ ἐλεύθεροι καὶ τὰς ψυχὰς μεγάλοι καὶ γενναῖοι, μισοπόνηροί τε καὶ φιλόστοργοι καὶ ὑπεραποθνήσκοντες ἑτοίμως τῶν οἰκειοτάτων ἕνεκεν τοῦ καλοῦ καὶ ὁσίου, πρός τε τὰς ἀφροδισίους χρήσεις σεμνοὶ
καὶ καθάριοι καὶ περὶ τὰς ἐσθῆτας πολυτελεῖς, χαριστικοί τε καὶ μεγαλόφρονες, ἅπερ ὡς ἐπὶ πᾶν ὁ τοῦ Κρόνου καὶ ὁ τοῦ Διὸς ἀνατολικῶν συσχηματισμὸς ἀπεργάζεται. καὶ τούτων δὲ πάλιν τῶν ἐθνῶν τὰ μὲν περὶ τὴν Ὑρκανίαν καὶ Ἀρμενίαν καὶ Ματιανὴν μᾶλλον συνοικειοῦται τοῖς τε Διδύμοις καὶ τῷ τοῦ Ἑρμοῦ· διόπερ εὐκινητότερα μᾶλλον καὶ ὑποπόνηρα. τὰ δὲ περὶ τὴν Βακτριανὴν καὶ Κασπηρίαν καὶ Σηρικὴν τῷ τε Ζυγῷ καὶ τῷ τῆς Ἀφροδίτης· ὅθεν οἱ κατέχοντες τὰς χώρας πλουσιώτατοι καὶ φιλόμουσοι καὶ μᾶλλον ἁβροδίαιτοι. τὰ δὲ περὶ τὴν Σαυροματικὴν καὶ τὴν Ὀξειανὴν καὶ Σουγδιανὴν τῷ τε Ὑδροχόῳ καὶ τῷ τοῦ Κρόνου· διὸ καὶ ταῦτα τὰ ἔθνη μᾶλλον ἀνήμερα καὶ αὐστηρὰ καὶ θηριώδη. τὰ δὲ λοιπὰ τούτου τοῦ τεταρτημορίου καὶ περὶ τὸ μέσον κείμενα τῆς ὅλης οἰκουμένης, Βιθυνία, Φρυγία, Κολχική, Συρία, Κομμαγηνή, Καππαδοκία, Λυδία, Λυκία, Κιλικία, Παμφυλία, τὴν θέσιν ἔχοντα πρὸς λιβόνοτον αὐτοῦ τοῦ τεταρτημορίου, προσλαμβάνει τὴν συνοικείωσιν τοῦ νοτολιβυκοῦ τεταρτημορίου Καρκίνου καὶ Σκορπίου καὶ Ἰχθύων, καὶ συνοικοδεσπότας τόν τε τοῦ Ἄρεως καὶ ἔτι τὸν τῆς Ἀφροδίτης καὶ τὸν τοῦ Ἑρμοῦ· διόπερ οἱ περὶ τὰς χώρας ταύτας σέβουσι μὲν ὡς ἐπὶ πᾶν τὴν Ἀφροδίτην ὡς μητέρα θεῶν, ποικίλοις καὶ ἐγχωρίοις ὀνόμασι προσαγορεύοντες, καὶ τὸν τοῦ Ἄρεως ὡς Ἄδωνιν ἢ ἄλλως πως πάλιν ὀνομάζοντες· καὶ μυστήριά τινα μετὰ θρηνῶν ἀποδιδόντες
αὐτοῖς. περίκακοι δέ εἰσι καὶ δουλόψυχοι καὶ πονικοὶ καὶ πονηροὶ καὶ ἐν μισθοφόροις στρατείαις καὶ ἁρπαγαῖς καὶ αἰχμαλωσίαις γινόμενοι, καταδουλούμενοί τε αὑτοὺς καὶ πολεμικαῖς ἀπωλείαις περιπίπτοντες. διά τε τὸν τοῦ Ἄρεως καὶ τὸν τῆς Ἀφροδίτης κατὰ ἀνατολικὴν συναρμογήν, ὅτι ἐν μὲν τῷ τῆς Ἀφροδίτης τριγωνικῷ ζῳδίῳ τῷ Αἰγόκερῳ ὁ τοῦ Ἄρεως, ἐν δὲ τῷ τοῦ Ἄρεως τριγωνικῷ ζῳδίῳ τοῖς Ἰχθύσι ὁ τῆς Ἀφροδίτης ὑψοῦται, διὰ τοῦτο τὰς γυναῖκας συνέβη πᾶσαν εὔνοιαν πρὸς τοὺς ἄνδρας ἐνδείκνυσθαι, φιλοστόργους τε οὔσας καὶ οἰκουροὺς καὶ ἐργατικὰς καὶ ὑπηρετικὰς καὶ ὅλως πονικὰς καὶ ὑποτεταγμένας. τούτων δὲ πάλιν οἱ μὲν περὶ τὴν Βιθυνίαν καὶ Φρυγίαν καὶ Κολχικὴν συνοικειοῦνται μᾶλλον τῷ τε Καρκίνῳ καὶ τῇ σελήνῃ· διόπερ οἱ μὲν ἄνδρες ὡς ἐπὶ πᾶν εἰσιν εὐλαβεῖς καὶ ὑποτακτικοί, τῶν δὲ γυναικῶν αἱ πλεῖσται διὰ τὸ τῆς σελήνης ἀνατολικὸν καὶ ἠρρενωμένον σχῆμα ἔπανδροι καὶ ἀρχικαὶ καὶ πολεμικαὶ καθάπερ αἱ Ἀμαζόνες, φεύγουσαι μὲν τὰς τῶν ἀνδρῶν συνουσίας, φιλόπλοι δὲ οὖσαι καὶ ἀρρενοποιοῦσαι τὰ θηλυκὰ πάντα ἀπὸ βρέφους, ἀποκοπῇ τῶν δεξιῶν μαστῶν χάριν τῶν στρατιωτικῶν χρειῶν καὶ ἀπογυμνοῦσαι ταῦτα τὰ μέρη κατὰ τὰς παρατάξεις πρὸς ἐπίδειξιν τοῦ ἀθηλύντου τῆς φύσεως. οἱ δὲ περὶ τὴν Συρίαν καὶ Κομμαγηνὴν καὶ Καππαδοκίαν τῷ τε Σκορπίῳ
καὶ τῷ τοῦ Ἄρεως· διόπερ πολὺ παρʼ αὐτοῖς συνέπεσε τὸ θρασὺ καὶ πονηρὸν καὶ ἐπιβουλευτικὸν καὶ ἐπίπονον. οἱ δὲ περὶ τὴν Λυδίαν καὶ Κιλικίαν καὶ Παμφυλίαν τοῖς τε Ἰχθύσι καὶ τῷ τοῦ Διός· ὅθεν οὗτοι μᾶλλον πολυκτήμονές τε καὶ ἐμπορικοὶ καὶ κοινωνικοὶ καὶ ἐλεύθεροι καὶ πιστοὶ περὶ τὰς συναλλαγάς. Τοῦ δὲ λοιποῦ τεταρτημοριου τοῦ κατὰ τὴν κοινῶς καλουμένην Λιβύην, τὰ μὲν ἄλλα τὰ περιέχοντα Νουμηδίαν, Καρχηδονίαν, Ἀφρικήν, Φαζανίαν, Νασαμονῖτιν, Γαραμαντικήν, Μαυριτανίαν, Γαιτουλίαν, Μεταγωνῖτιν, καὶ τὰ τὴν θέσιν ἔχοντα πρὸς λιβόνοτον τῆς ὅλης οἰκουμένης, συνοικειοῦται μὲν τῷ νοτολιβυκῷ τριγώνῳ Καρκίνου καὶ Σκορπίου καὶ Ἰχθύων, οἰκοδεσποτεῖται δὲ εἰκότως ὑπό τε τοῦ Ἄρεως καὶ τοῦ τῆς Ἀφροδίτης ἐπὶ σχήματος ἑσπερίου· διόπερ συνέπεσε τοῖς πλείστοις αὐτῶν ἕνεκεν τῆς εἰρημένης τῶν ἀστέρων συναρμογῆς ὑπὸ ἀνδρὸς καὶ γυναικός, δυοῖν ὁμομητρίων ἀδελφῶν, βασιλεύεσθαι, τοῦ μὲν ἀνδρὸς τῶν ἀνδρῶν ἄρχοντος, τῆς δὲ γυναικὸς τῶν γυναικῶν, συντηρουμένης τῆς τοιαύτης διαδοχῆς. θερμοὶ δέ εἰσι σφόδρα καὶ καταφερεῖς πρὸς τὰς τῶν γυναικῶν συνουσίας, ὡς
καὶ τοὺς γάμους δἰ ἁρπαγῶν ποιεῖσθαι καὶ πολλαχῆ ταῖς γαμουμέναις τοὺς βασιλέας πρώτους συνέρχεσθαι, παρʼ ἐνίοις δὲ καὶ κοινὰς εἶναι τὰς γυναῖκας πάντων. φιλοκαλλωπισταὶ δὲ τυγχάνουσι καὶ κόσμους γυναικείους περιζώννυνται διὰ τὸν τῆς Ἀφροδίτης, ἔπανδροι μέντοι ταῖς ψυχαῖς καὶ ὑποπόνηροι καὶ μαγευτικοί, νοθευταὶ δὲ καὶ παράβολοι καὶ ῥιψοκίνδυνοι διὰ τὸν τοῦ Ἄρεως. τούτων δὲ πάλιν οἱ μὲν περὶ τὴν Νουμηδίαν καὶ Καρχηδόνα καὶ Ἀφρικὴν συνοικειοῦνται μᾶλλον τῷ τε Καρκίνῳ καὶ τῇ σελήνῃ· διόπερ οὗτοι κοινωνικοί τε καὶ ἐμπορικοὶ τυγχάνουσι καὶ ἐν εὐθηνίᾳ πάσῃ διατελοῦντες, οἱ δὲ περὶ τὴν Μεταγωνῖτιν καὶ Μαυριτανίαν καὶ Γαιτουλίαν τῷ τε Σκορπίῳ καὶ τῷ τοῦ Ἄρεως· ὅθεν οὗτοι θηριωδέστεροί τέ εἰσι καὶ μαχιμώτατοι καὶ κρεοφάγοι καὶ σφόδρα ῥιψοκίνδυνοι καὶ καταφρονητικοὶ τοῦ ζῆν, ὡς μηδὲ ἀλλήλων ἀπέχεσθαι. οἱ δὲ περὶ τὴν Φαζανίαν καὶ Νασαμωνῖτιν καὶ Γαραμαντικὴν τοῖς τε Ἰχθύσι καὶ τῷ τοῦ Διός· διόπερ ἐλεύθεροί τε καὶ ἁπλοῖ τοῖς ἤθεσι καὶ φιλεργοὶ καὶ εὐγνώμονες καθάριοί τε καὶ ἀνυπότακτοί εἰσιν ὡς ἐπὶ πᾶν καὶ τὸν τοῦ Διὸς ὡς Ἄμμωνα θρησκεύοντες. τὰ δὲ λοιπὰ τοῦ τεταρτημορίου μέρη καὶ πρὸς τὸ μέσον ἐσχηματισμένα τῆς ὅλης οἰκουμένης, Κυρηναϊκή, Μαρμαρική,
Αἴγυπτος, Θηβαΐς, Ὄασις, Τρωγλοδυτική, Ἀραβία, Ἀζανία, μέση Αἰθιοπία, πρὸς βορραπηλιώτην τετραμμένα τοῦ ὅλου τεταρτημορίου, προσλαμβάνει τὴν συνοικείωσιν τοῦ βορραπηλιωτικοῦ τριγώνου Διδύμων, Ζυγοῦ, καὶ Ὑδροχόου, καὶ συνοικοδεσπότας διὰ τοῦτο τόν τε τοῦ Κρόνου καὶ τὸν τοῦ Διὸς καὶ ἔτι τὸν τοῦ Ἑρμοῦ· ὅθεν οἱ κατὰ ταύτας τὰς χώρας κεκοινωνηκότες σχεδὸν τῆς τῶν πέντε πλανήτων οἰκοδεσποτίας ἑσπερίου φιλόθεοι μὲν γεγόνασι καὶ δεισιδαίμονες καὶ θεοπρόσπλοκοι καὶ φιλόθρηνοι καὶ τοὺς ἀποθνήσκοντας τῇ γῄ κρύπτοντες καὶ ἀφανίζοντες διὰ τὸ ἑσπέριον σχῆμα, παντοίοις δὲ νομίμοις καὶ ἔθεσι καὶ θεῶν παντοίων θρησκείαις χρώμενοι, καὶ ἐν μὲν ταῖς ὑποταγαῖς ταπεινοὶ καὶ δειλοὶ καὶ μικρολόγοι καὶ ὑπομονητικοί, ἐν δὲ ταῖς ἡγεμονίαις εὔψυχοι καὶ μεγαλόφρονες, πολυγύναιοι δὲ καὶ πολύανδροι καὶ καταφερεῖς καὶ ταῖς ἀδελφαῖς συναρμοζόμενοι, καὶ πολύσποροι μὲν οἱ ἄνδρες, εὐσύλληπτοι δὲ αἱ γυναῖκες ἀκολούθως τῷ τῆς χώρας γονίμῳ. πολλοὶ δὲ καὶ τῶν ἀρρένων σαθροὶ καὶ τεθηλυσμένοι ταῖς ψυχαῖς, ἔνιοι δὲ καὶ τῶν γεννητικῶν μορίων καταφρονοῦντες διὰ τὸν τῶν κακοποιῶν μετὰ τοῦ τῆς Ἀφροδίτης ἑσπερίου σχηματισμόν. καὶ τούτων δὲ οἱ μὲν περὶ Κυρηναϊκὴν καὶ Μαρμαρικὴν καὶ μάλιστα οἱ περὶ τὴν κάτω χώραν τῆς Αἰγύπτου μᾶλλον συνοικειοῦνται τοῖς τε Διδύμοις καὶ τῷ τοῦ Ἑρμοῦ·
διόπερ οὗτοι διανοητικοί τε καὶ συνετοὶ καὶ εὐεπήβολοι τυγχάνουσι περὶ πάντα καὶ μάλιστα περὶ τὴν τῶν σοφῶν τε καὶ θείων εὕρεσιν· μαγευτικοί τε καὶ κρυφίων μυστηρίων ἐπιτελεστικοὶ καὶ ὅλως ἱκανοὶ περὶ τὰ μαθήματα. οἱ δὲ περὶ τὴν Θηβαΐδα καὶ Ὄασιν καὶ Τρωγλοδυτικὴν τῷ τε Ζυγῷ καὶ τῷ τῆς Ἀφροδίτης, ὅθεν καὶ αὐτοὶ θερμότεροί τέ εἰσι τὰς φύσεις καὶ κεκινημένοι καὶ ἐν εὐφορίαις ἔχοντες τὰς διαγωγάς οἱ δὲ περὶ τὴν Ἀραβίαν καὶ Ἀζανίαν καὶ μέσην Αἰθιοπίαν τῷ Ὑδροχόῳ καὶ τῷ τοῦ Κρόνου, διὸ καὶ οὗτοι κρεοφάγοι τε καὶ ἰχθυοφάγοι καὶ νομάδες εἰσίν, ἄγριον καὶ θηριώδη βίον ζῶντες. Αἱ μὲν οὖν συνοικειώσεις τῶν τε ἀστέρων καὶ τῶν δωδεκατημορίων πρὸς τὰ κατὰ μέρος ἔθνη καὶ τὰ ὡς ἐπὶ πᾶν αὐτῶν ἰδιώματα κατὰ τὸ κεφαλαιῶδες τοῦτον ἡμῖν ὑποτετυπώσθωσαν τὸν τρόπον. ἐκθησόμεθα δὲ καὶ διὰ τὸ τῆς χρήσεως εὐεπήβολον ἐφ̓ ἑκάστου τῶν δωδεκατημορίων κατὰ ψιλὴν παράθεσιν ἕκαστα τῶν συνοικειουμένων ἐθνῶν ἀκολούθως τοῖς προκατειλεγμένοις περὶ αὐτῶν τὸν τρόπον τοῦτον. Κριός Βρεττανία, Γαλατία, Γερμανία, Βασταρνία περὶ τὸ μέσον Κοίλη Συρία Παλαιστίνη, Ἰδουμαία, Ἰουδαία. Ταῦρος· Παρθία, Μηδία, Περσίς· περὶ τὸ μέσον Κυκλάδες νῆσοι, Κύπρος, παράλια τῆς μικρᾶς Ἀσίας.
Δίδυμοι· Ὑρκανία, Ἀρμενία, Ματιανή· περὶ τὸ μέσον Κυρηναϊκή, Μαρμαρική, ἡ κάτω χώρα τῆς Αἰγύπτου. Καρκίνος· Νουμηδία, Καρχηδονία, Ἀφρική· περὶ τὸ μέσον Βιθυνία, Φρυγία, Κολχική. Λέων· Ἰταλία, Γαλλία, Σικελία, Ἀπουλία περὶ τὸ μέσον Φοινίκη, Χαλδαία, Ὀρχηνία. Παρθένος Μεσοποταμία, Βαβυλωνία, Ἀσσυρία· περὶ τὸ μέσον Ἑλλάς, Ἀχαία. Κρήτη. Ζυγός· Βακτριανή, Κασπηρία, Σηρική· περὶ τὸ μέσον Θηβαΐς, Ὄασις, Τρωγλοδυτική. Σκορπίος· Μεταγωνῖτις, Μαυριτανία, Γαιτουλία· περὶ τὸ μέσον Συρία, Κομμαγηνή, Καππαδοκία Τοξότης· Τυρρηνία, Κελτική, Ἱσπανία περὶ τὸ μέσον Ἀραβία ἡ εὐδαίμων. Αἰγόκερως· Ἰνδική, Ἀριανή, Γεδρωσία· περὶ τὸ μέσον Θρᾴκη, Μακεδονία, Ἰλλυρίς. Ὑδροχόος· Σαυροματική, Ὀξειανή, Σουγδιανή· περὶ τὸ μέσον Ἀραβία, Ἀζανία, μέση Αἰθιοπία. Ἰχθῦς· Φαζανία, Νασαμωνῖτις, Γαραμαντική· περὶ τὸ μέσον Λυδία, Κιλικία, Παμφυλία. Ἐκκειμένων δὲ τούτων εὔλογον κἀκεῖνα τούτῳ τῷ μέρει προσθεῖναι, διότι καὶ τῶν ἀπλανῶν ἀστέρων ἕκαστος συνοικειοῦται ταῖς χώραις ὅσαις καὶ τὰ τοῦ ζωδιακοῦ μέρη, μεθʼ ὧν ἔχουσιν οἱ ἀπλανεῖς τὰς προσνεύσεις ἐπὶ τοῦ διὰ τῶν πόλων
αὐτοῦ γραφομένου κύκλου, φαίνεται ποιούμενα τὴν συμπάθειαν, καὶ ὅτι ἐπὶ τῶν μητροπόλεων ἐκεῖνοι μάλιστα συμπαθοῦσιν οἱ τόποι τοῦ ζωδιακοῦ καθʼ ὧν ἐν ταῖς καταρχαῖς τῶν κτίσεων αὐτῶν ὡς ἐπὶ γενέσεως ὅ τε ἥλιος καὶ ἡ σελήνη παροδεύοντες ἐτύγχανον καὶ τῶν κέντρων μάλιστα τὸ ὡροσκοποῦν· ἐφʼ ὧν δʼ οἱ χρόνοι τῶν κτίσεων οὐχ εὑρίσκονται, καθʼ ὧν ἐν ταῖς τῶν κατὰ καιρὸν ἀρχόντων ἢ βασιλευόντων γενέσεσιν ἐκπίπτει τὸ μεσουράνημα.