Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

Τούτων δὴ προεκτεθειμένων εἴ τις αὐτῆς τῆς τάξεως ἕνεκεν διαιροίη τὸ καθόλου τῆς γενεθλιαλογικῆς θεωρίας, εὕροι ἂν τῶν κατὰ φύσιν καὶ δυνατῶν καταλήψεων τὴν μὲν τῶν πρὸ τῆς γενέσεως οὖσαν συμπτωμάτων μόνον ὡς τὴν τοῦ περὶ γονέων λόγου, τὴν δὲ τῶν καὶ πρὸ τῆς γενέσεως καὶ μετὰ τὴν γένεσιν, ὡς τὴν τοῦ περὶ ἀδελφῶν λόγου, τὴν δὲ τῶν κατ’ αὐτὴν τὴν γένεσιν οὐκέθ’ οὕτως μίαν οὖσαν οὐδὲ ἁπλῆν, τελευταίαν δὲ τὴν τῶν μετὰ τὴν γένεσιν πολυμερεστέραν καὶ ταύτην θεω- [*](13 cf. Heph. II 3) [*](1 ἐγγυτέρῳ om. D in marg. ἐγγύτερον δωδεκατημορίῳ μό- ριον V αγ 2 supra πλείους: ἀστέρες S2 συνοικοδεσποτοῦντας α δεσπότας V δεσποτῶσιν βγ 5 χρησόμεθα V καταχρησόμεθα αβγ 6 εἷεν τῷ ἀριθμῷ VYDγ ἔχοιεν τὸν ἀριθμὸν EMS ἔγγυς post ἀρ. ΣΜ 8 ἀπόστασις διάστασις Σβγ ὑπόστασις Y 10 μεσουράνημα βγ μεσουράνισμα Υ μεσουρανήματι Σ 12 τῶν κέντρων VYSγ τοῦ κέντρου ΣDM διαστησόμεθα V καταστησόμεθα αβγ 13 δ’ VD γ΄ Yγ 0111. S γενεθλιαλογίας VDγ γενεθλιαλογικὴ αΜ tit. om. S 15 διαιρεῖν Y 16 φύσει Υ 17 μόνον VY μόνων Σβγ 19.20 ὡς τήν—τὴν γένεσιν om. V 21 οὐδὲ V δὲ Y καὶ Σβγ post ἁπλῆν; ὡς τὴν περὶ ἀδελφῶν add. V 22 τὴν om. γ πολυμερέστερον V)

113
ρουμένην.

ἔστι δὲ τῶν μὲν κατ’ αὐτὴν τὴν γένεσιν ἐπιζητουμένων ὅ τε περὶ ἀρρενικῶν καὶ θηλυκῶν λόγος καὶ ὁ περὶ διδυμογόνων ἢ πλειστογόνων καὶ ὁ περὶ τεράτων [*](m 111) καὶ ὁ περὶ ἀτρόφων, τῶν δὲ μετὰ τὴν γένεσιν ὅ τε περὶ χρόνων ζωῆς, ἐπειδήπερ οὐ συνῆπται τῷ περὶ ἀτρόφων, ἔπειτα ὁ περὶ μορφῆς σώματος καὶ ὁ περὶ παθῶν ἢ σινῶν σωματικῶν, ἑξῆς δὲ ὁ περὶ ψυχῆς ποιότητος καὶ ὁ περὶ παθῶν ψυχικῶν, ἔπειθ’ ὁ περὶ τύχης κτητικῆς καὶ ὁ περὶ τύχης ἀξιωματικῆς μετὰ δὲ ταῦτα ὁ περὶ πράξεως ποιότητος,

εἶτα ὁ περὶ συμβιώσεως γαμικῆς καὶ ὁ περὶ τεκνοποιίας καὶ ὁ περὶ συνεπιπλοκῶν καὶ συναρμογῶν καὶ φίλων, ἑξῆς δ’ ὁ περὶ ξενιτειῶν, τελευταῖος δὲ ὁ περὶ [*](c 29) τῆς τοῦ θανάτου ποιότητος, τῇ μὲν δυνάμει συνοικειούμενος τῷ περὶ χρόνων ζωῆς, τῇ τάξει δ’ εἰκότως ἐπὶ πᾶσι τούτοις τιθέμενος.

ὑπὲρ ὧν ἑκάστου κατὰ τὸ κεφαλαιῶδες ποιησόμεθα τὴν ὑφήγησιν, αὐτὰς τὰς τῆς ἐπισκέψεως πραγματείας μετὰ ψιλῶν τῶν ποιητικῶν δυνάμεων, ὡς ἔφαμεν, ἐκτιθέμενοι, καὶ τὰ μὲν περιέργως ὑπὸ τῶν πολλῶν φλυαρούμενα καὶ μὴ πιθανὸν ἔχοντα λόγον πρὸς τὰς ἀπὸ τῆς πρώτης φύσεως αἰτίας παραπεμπόμενοι, τὰ δὲ ἐνδεχομένην ἔχοντα τὴν κατάληψιν οὐ διὰ κλήρων καὶ ἀριθμῶν ἀναιτιολογήτων, ἀλλὰ δι’ αὐτῆς τῆς τῶν σχηματισμῶν πρὸς τοὺς οἰκείους τόπους θεωρίας ἐπισκεπτόμενοι, καθόλου μέντοι καὶ ἐπὶ πάντων ἁπλῶς, ἵνα [*](m 112) μὴ καθ’ ἕκαστον εἶδος ταυτολογῶμεν.

πρῶτον μὲν χρὴ σκοπεῖν τὸν οἰκειούμενον τόπον τοῦ ζῳδιακοῦ τῷ ζητου- [*](1 ἐπιζητ. VYDγ ζητ. ΣMS 5 χρόνου Σ τῷ om. V ἀστρόφων V 7 ψυχῆς] ψυχικῆς Σ 8.9 κτητικῆς—τύχης om. M 10 ὁ (alt) om. V 11 ὁ om. V συναρμογῶν om. MS καὶ (alt) VY β οm. Σγ 12 ξενιτειῶν VDY (add. λόγος) ξενιτείας ΣMSγ τελ. δὲ V καὶ τελ. αβγ 16 τὴν ὑφ.] τὴν ὑπόθεσιν ἢ τὴν ὑφήγησιν Y 20 παραπεμπ. Y Procl. περιπεμπ. V ἀποπεμπ. Σβγ 21 ἐνδεχομένην αS ἐνδεχόμενα V ἐχομένην DM οὐ om. Y 22 τῶν] διὰ τῶν Y 23 οἰκείως M τόπους om. MS 25 ταυτολογ. Σβγ ταυτολογοῦμεν Y ταῦτα λέγωμεν V 26 σκοπεῖν om. ΣΜ)

114
μένῳ τῆς γενέσεως κατ’ εἶδος κεφαλαίῳ, καθάπερ ἕνεκεν, τῷ περὶ πράξεων τὸν τοῦ μεσουρανήματος ἢ τῷ περὶ πατρὸς τὸν ἡλιακόν, ἔπειτα θεωρεῖν τοὺς λόγον ἔχοντας πρὸς τὸν ὑποκείμενον τόπον τῶν ἀστέρων οἰκοδεσποτείας καθ’ οὓς ἐπάνω προείπομεν πέντε τρόπους, κἂν μὲν εἷς ὁ κατὰ πάντας κύριος τούτῳ διδόναι τὴν ἐκείνης τῆς προτελέσεως οἰκοδεσποτείαν, ἐὰν δὲ δύο ἢ τρεῖς, τοῖς τὰς πλείους ἔχουσι ψήφους,

μετὰ δὲ ταῦτα πρὸς μὲν τὸ ποῖον τοῦ ἀποτελέσματος σκοπεῖν τάς τε αὐτῶν τῶν οἰκοδεσποτησάντων ἀστέρων φύσεις καὶ τὰς τῶν δωδεκατημορίων, ἐν οἷς εἰσιν αὐτοί τε καὶ οἱ συνοικειούμενοι τόποι, πρὸς δὲ τὸ μέγεθος αὐτῶν σκοπεῖν καὶ τὴν δύναμιν, πότερον ἐνεργῶς τυγχάνουσι διακείμενοι κατά τε αὐτὸ τὸ κοσμικὸν καὶ τὸ κατὰ τὴν γένεσιν ἢ τὸ ἐναντίον·

δραστικώτατοι μὲν γάρ εἰσιν, ὅταν κοσμικῶς μὲν ἐν ἰδίοις ἢ ἐν οἰκείοις ὦσι τόποις, καὶ πάλιν ὅταν ἀνατολικοὶ τυγχάνωσι καὶ προσθετικοὶ τοῖς ἀριθμοῖς, κατὰ γένεσιν δέ, ὅταν ἐπὶ τῶν κέντρων ἣ τῶν ἐπαναφορῶν παροδεύωσι, καὶ μάλιστα τῶν πρώτων· λέγω δὲ τῶν τε κατὰ τὰς ἀναφορὰς καὶ τὰς μεσουρανήσεις· ἀδρανέστατοι δέ, ὅταν κοσμικῶς μὲν ἐν ἀλλοτρίοις ἢ ἀνοικείοις ὦσι τόποις, καὶ δυτικοὶ ἢ ἀναποδιστικοὶ τοῖς δρόμοις [*](m 113) ὦσι, κατὰ γένεσιν δέ, ὅταν ἀποκλίνωσι τῶν κέντρων·

πρὸς δὲ τὸν καθόλου χρόνον τοῦ ἀποτελέσματος, πότερον [*](2 τῷ] τῶν Y πράξεων VYDγ πράξεως EMS τοῦ VαDγ ποῦ Μ τῷ S μεσουρανήματος αMSγ μορίου V μεσουρανοῦντος D 4 τόπον] λόγον Y 5 ἐπάνω om. Σ προεῖπον V 6 πάντας VYMS πάντα Σ πάντας τρόπους Dγ τούτῳ VDγ αὐτῷ αMS 7 προτελέσεως] προτε (lac. 7 litt.) V ἢ Vα ἢ καὶ βγ 11 τε] περὶ V συνοικειούμενοι VYγ κυριευόμενοι Σβ 12 τόποι] χρόνοι S αὐτῶν—δύναμιν] αὐτοῦ καὶ τὴν δύναμιν Υ post σκοπεῖν: πόθεν κρίνωμεν ἢ μέγα καὶ ἰσχυρὸν τὸ ἀποτέλεσμα ἡμῖν Y 13 πρότερον Y ἐνεργῶς Vα ἐναργῶς βγ 10 post οἰκείοις: τοὺς τῆς αἱρέσεως Y 17 ἀνατ. VDγ ἀνατ. μὲν ‘21 ὅταν κοσμικῶς μὲν VY βγ κοσμικῶς μέν, ὅταν Σ Procl. ἐν Σβγ Procl. ἐν τοῖς VY 23 ὦσι om. MS ἀναποδιστικοί] add. in mg. ἤγουν ἀφαιρετικοί v)

115
ἑῷοί εἰσιν ἢ ἑσπέριοι πρός τε τὸν ἥλιον καὶ τὸν ὡροσκόπον, ἐπειδήπερ τὰ μὲν προηγούμενα ἑκατέρου αὐτῶν τεταρτημόρια καὶ τὰ διάμετρα τούτοις ἑῷα γίνεται, τὰ δὲ λοιπὰ καὶ ἑπόμενα ἑσπέρια, καὶ πότερον ἐπὶ τῶν κέντρων τυγχάνουσιν τῶν ἐπαναφορῶν· ἑῷοι μὲν γὰρ ὄντες ἢ ἐπίκεντροι κατ’ ἀρχὰς γίνονται δραστικώτεροι, ἑσπέριοι δὲ ἢ ἐπὶ τῶν ἐπαναφορῶν βραδύτεροι.

[*](c 29v)