Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

Ἐπειδὴ περὶ τοῦ πρώτου καὶ κυριωτάτου, τουτέστι τοῦ μορίου τῆς κατὰ τὴν ἐκτροπὴν ὥρας, ἀπορία γίγνεται πολλάκις, μόνης μὲν ὡς ἐπίπαν τῆς δι’ ἀστρολάβων ὡροσκοπείων κατ’ αὐτὴν τὴν ἔκτεξιν διοπτεύσεως τοῖς ἐπιστημονικῶς παρατηροῦσι τὸ λεπτὸν τῆς ὥρας ὑποβάλλειν δυναμένης, τῶν δὲ ἄλλων σχεδὸν ἁπάντων ὡροσκοπείων, οἷς οἱ πλεῖστοι τῶν ἐπιμελεστέρων προσέχουσι, πολλαχῆ διαψέυδεσθαι τῆς ἀληθείας δυναμένων,

τῶν μὲν ἡλιακῶν παρὰ τὰς τῶν θέσεων καὶ τῶν γνωμόνων ἐπισυμπιπτούσας διαστροφάς, τῶν δὲ ὑδρολογίων παρὰ τὰς τῆς ῥύσεως [*](3 ass. Heph. II 1 fin. 11 cf. Heph. II 2: CCAG VIII 2, 67 ss. CCAG V 1, 43 f. 174) [*](1 εἶδος 6.] οἶδος σ. οἶδος Y 8 πρῶτον δὲ Va καὶ πρ. βγ o. ὡς ἔφαμεν ἔφημεν Μ) post ἐχόντων MS 8 κατ’ om. MS αὐτὴν τὴν V τὴν Vβγ om. Σ σύγκρισιν Vary Procl. σύγκρασιν β 9 τὸν 0111. αΜΑ τὰς σπορᾶς Σ τῆς alt] τῶν τῆς Σ 11 γ΄V β΄YDγ om. EMS περὶ—ὡροσκ. VαDMγ 0111.3 12 ἐπειδὴ VDy ἐπεὶ δὲ αΜS 18 τῆς] τοῦ MS τὴν ἐν τροπὴν ὧρας VaDy τὴν τῆς ἐκτροπῆς ὥραν MS 14 ὡροσκοπίας β 15 αὐτὴν τὴν αβγ τὴν τῆς V 16 τῷ λεπτῷ Σ 18 οἱ] οἵ τε α 20 γνωμόνων Vβγ γινομένων Y γινομένων μόνων Σ (i. mg. Σ2 γνωμόνων) 21 δὲ] δὲ δι’ α παρὰ VYSy παρά τε Σ περὶ D ἀπὸ Μ τῆς ῥύσεως] ῥύσεις Σ φύσεις cm)

111
τοῦ ὕδατος ὑπὸ διαφόρων αἰτιῶν καὶ διὰ τὸ τυχὸν ἐποχάς τε καὶ ἀνωμαλίας, ἀναγκαῖον ἂν εἴη προπαραδοθῆναι, [*](m 109) τίνα ἄν τις τρόπον εὑρίσκοι τὴν ὁφείλουσαν μοῖραν τοῦ ζῳδιακοῦ κατὰ τὸν φυσικὸν καὶ ἀκόλουθον λόγον προυποτεθείσης τῆς κατὰ τὴν διδομένην σύνεγγυς ὥραν διὰ τῆς τῶν ἀναφορῶν πραγματείας εὑρισκομένης.

δεῖ δὴ λαμβάνειν τὴν τῆς ἐκτροπῆς προγινομένην ἔγγιστα συζυγίαν, ἐάν τε σύνοδος ἐάν τε πανσέληνος, καὶ τὴν μοῖραν ἀκριβῶς διασκεψαμένους συνόδου μὲν οὔσης τὴν ἀμφοτέρων τῶν φώτων, πανσελήνου δὲ τὴν τοῦ ὑπὲρ γῆν αὐτῶν ὄντος κατὰ τὸν χρόνον τῆς ἐκτροπῆς, ἰδεῖν τοὺς πρὸς αὐτὴν οἰκοδεσποτικὸν ἔχοντας λόγον τῶν ἀστέρων τοῦ τρόπου καθόλου τοῦ κατὰ τὴν οἰκοδεσποτείαν ἐν πέντε τούτοις θεωρουμένου, τριγώνῳ [*](c 28v) τε καὶ οἴκῳ καὶ ὑψώματι καὶ ὁρίῳ καὶ φάσει ἢ συσχηματισμῷ τουτέστιν ὅταν ἕν τι ἢ πλείονα τούτων ἢ καὶ πάντα ὁ ζητούμενος ἔχῃ τόπος πρὸς τὸν μέλλοντα οἰκοδεσποτήσειν.

ἐὰν μὲν οὗν ἕνα πρὸς ταῦτα πάντα ἢ τὰ πλεῖστα οἰκείως διακείμενον εὑρίσκωμεν, ἣν. ἂν ἐπέχῃ μοῖραν οὗτος ἀκριβῶς καθ’ ὃ παροδεύει δωδεκατημόριον ἐν τῷ τῆς ἐκτροπῆς χρόνῳ, τὴν ἰσάριθμον αὐτῇ κρινοῦμεν ἀνατέλλειν ἐν τῷ διὰ τῆς τῶν ἀναφορῶν [*](2 παραδοθῆναι Σ 3 τρόπον αMS πον(!) V ποιῶν D ποῖον γ 6 post εὑρισκομένης scil. μοίρας, nov. tit. γ΄ πῶς δεῖ λαμβάνειν ὥραν DM ἢ περὶ τῆς οἰκοδεσποτείας ἢ περὶ τῆς εὑρέσεως τῶν ἀναφορῶν S2 in marg. πῶς δεῖ λαβεῖν τὴν ὡροσκοποῦσαν μοῖραν γ (deest in Vα) 7 προγινομένην α προγενομένην βγ προγενομένης V 8 συζυγίαν αβγ συζυγίας V ᾖ V ΣDγ εἴη Y om. MS 11 τοῦ] τῶν Σ ὄντος βγ ὄντως ὄντας Y ὄντων Σ τὸν ΣMSγ τε τὸν VYD 12 ἔχοντας post οἰκ. α: post αὐτὴν MS post ἀστέρων D 0111. V 15 ὁρίοις MS 10 ἢ (prius) VDMy ἢ καὶ Σ ἢ τὰ S cm. Y 17 πάντως Σ 18 super ἕνας ἤγουν ἀστέρα scr. 82 τὰ] εἰς τὰ S 19.20 ἐπέχῃ μοῖραν] ἐπέχειν ὥραν Y 20 οὗτος Σβγ οὕτως VY παροδ. καθ’ ὅ Μ 21 αὐτῇ αγ αὑτοῦ V αὐτὴν β 22 τῆς διὰ VY ἀναφόρων ἀμφοτέρων Y)

112
πραγματείας εὑρημένῳ ἐγγυτέρῳ δωδεκατημορίῳ, ἐὰν δύο ἢ καὶ πλείους συνοικοδεσποτοῦντας, οὗ ἂν αὐτῶν ἡ κατὰ τὴν ἐκτροπὴν μοιρικὴ πάροδος ἐγγύτερον ἔχῃ τὸν [*](m 110) ἀριθμὸν τῇ κατὰ τὰς ἀναφορὰς ἀνατελλούσῃ, τούτου τῇ

ποσότητι τῶν μοιρῶν χρησόμεθα, εἰ δὲ δύο ἢ καὶ πλείους ἐγγὺς εἷεν τῷ ἀριθμῷ, τῷ μᾶλλον ἔχοντι λόγον πρὸς τὰ κέντρα, ἢ καὶ τὴν αἵρεσιν κατακολουθήσομεν. ἐὰν μέντοι πλείων ἡ ἀπόστασις τῶν τῆς οἰκοδεσποτείας μοιρῶν πρὸς τὴν κατὰ τὸ ὁλοσχερὲς ὡροσκοπεῖον, ἥπερ πρὸς τὴν κατὰ τὸ ὅμοιον μεσουράνημα τῷ αὐτῷ ἀριθμῷ πρὸς τὴν μεσουρανοῦσαν μοῖραν καταχρησάμενοι διὰ ταύτης καὶ τὰ λοιπὰ τῶν κέντρων διαστησόμεθα.