Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

ἐπὶ δὲ τῶν μὴ γινωσκόντων, ὅπερ ὡς ἐπίπαν συμβαίνει, τῇ κατὰ τὴν ἐκτροπὴν ἀρχῇ καὶ ταύτῃ [*](m 106) προσανέχειν ἀναγκαῖον, ὡς μεγίστη καὶ αὕτη καὶ μόνῳ τούτῳ τῆς πρώτης λειπομένη τῷ δι’ ἐκείνης καὶ τὰ πρὸ τῆς ἐκτέξεως δύνασθαι προγινώσκεσθαι. καὶ γὰρ εἰ τὴν μὲν ἀρχὴν ἄν τις εἴποι, τὴν δὲ ὥσπερ καταρχήν, τὸ μέγεθος αὐτῆς τῷ μὲν χρόνῳ γίνεται δεύτερον, ἴσον δὲ καὶ μᾶλλον τελειότερον τῇ δυνάμει, σχεδόν τε δικαίως ἐκείνη μὲν ἂν ὀνομάζοιτο σπέρματος ἀνθρωπίνου γένεσις, αὕτη δὲ ἀνθρώπου· πλεῖστά τε γὰρ τότε προσλαμβάνει τὸ βρέφος, ἃ μὴ πρότερον, ὅτε κατὰ γαστρὸς ἦν, προσῆν αὐτῷ, καὶ αὐτὰ τὰ ἴδια μόνης τῆς ἀνθρωπίνης φύσεως·

ὅ τε σωματώδης σχηματισμός, κἂν μηδὲν αὐτῷ δοκῇ κατὰ τὴν ἔκτεξιν περιέχον εἰς τὸ τοιῷδε εἶναι συμβάλλεσθαι, αὐτῷ πρὸς τὸ κατὰ τὸν οἰκεῖον τοῦ περιέχοντος σχηματισμὸν εἰς φῶς ἐλθεῖν συμβάλλεται, τῆς φύσεως μετὰ τὴν τελείωσιν πρὸς τὸ ὁμοιότυπον κατάστημα τῷ κατ’ ἀρχὰς διαμορφώσαντι μερικῶς τὴν ὁρμὴν τῆς ἐξόδου ποιουμένης, ὥστε εὐλόγως καὶ τῶν τοιούτων ἡγεῖσθαι δηλωτικὸν εἶναι τὸν κατὰ τὴν ἐκτροπὴν τῶν ἀστέρων σχηματισμόν, οὐχ ὡς ποιητικὸν μέντοι πάντως, ἀλλ’ ὡς ἐξ ἀνάγκης κατὰ φύσιν ὁμοιότατον δυνάμει τῷ [*](1 ἔτι] ὅσον Y ποιότητος] ἰδιότητος Σ 8 συμβαίνει] σημαίνει Y τὴν . . . ἀρχὴν Y supra ἐκτροπὴν: ἤτοι τὴν γέννησιν A2 ταύτῃ VDγ εἰς ταῦτα α εἰς τὴν μετὰ ταύτην MS 4 προσανέχειν Vγ προσέχειν αβ 5 ἐκείνης] ἐκείνην Y τὰ] διὰ τῆς Y πρὸ τῆς Σβγ πρώτης Y πρὸς τῆς ἐκ τῆς V 6 εἰ] ἡ V ἠ Y 8 δευτέρῳ Y ἴσον—τελειότερον om. Y 9 ἐκεῖνο Y 11 τε] τῇ V cm. A λαμβάνει Y 12 προσῆν] πρὸς ἢν V 18 αὐτῷ] αὐτὸ VY τὰ V βγ γε Y τε Σ τῆς ἀνθρωπίνης om. V 14 δοκεῖ VY 15 τοιόνδε Σ 16 αὐτῷ ΣβΑ αὐτὸ VYC πρὸς VY γοῦν Σβγ τὸν] τὸ VD 17 ἐλθεῖν εἰς φῶς Μ 18 τελείωσιν] ὁμοίωσιν Μ τῷ om. Y 21 τὸν Σβ τῶν γ ἐκτροπὴν βγ τροπὴν α 28 ἀνάγκης βγ ἀν. ἔχων ἀν. ἔχοντα Σ κατὰ VY καὶ κατὰ Σβγ τῷ ποιητικῷ βγ τὸ ποιητικὸν V α)

109

προθέσεως δὲ κατὰ τὸ παρὸν ἡμῖν οὔσης καὶ τοῦτο τὸ [*](m 107) μέρος ἐφοδικῶς ἀναπληρῶσαι κατὰ τὸν ἐν ἀρχῇ τῆς δὲ τῆς συντάξεως ὑφηγημένον ἐπιλογισμὸν περὶ τοῦ δυνατοῦ τῆς τοιαύτης προγνώσεως, τὸν μὲν ἀρχαῖον τῶν προρρήσεων τρόπον τὸν κατὰ τὸ συγκρατικὸν εἶδος τῶν ἀστέρων πάντων ἢ τῶν πλείστων, πολύχουν τε ὄντα καὶ σχεδὸν ἄπειρον, εἴ τις αὐτὸν ἀκριβοῦν ἐθέλοι, κατὰ τὴν διέξοδον καὶ μᾶλλον ἐν ταῖς κατὰ μέρος ἐπιβολαῖς τῶν φυσικῶς ἐπισκεπτομμένων ἢ έν ταῖς παραδόσεσι ἀναθεωρεῖσθαι δυνάμενον παραιτησόμεθα διά τε τὸ δύσχρηστον καὶ τὸ δυσδιέξοδον.

τὰς δὲ πραγματείας αὐτάς, δι’ ὧν ἕκαστα τῶν εἰδῶν κατὰ τὸν ἐπιβλητικὸν τρόπον συνορᾶται, καὶ τὰς κατὰ τὸ ἰδιότροπον καὶ ὁλοσχερὲς τῶν ἀστέρων πρὸς ἕκαστα ποιητικὰς δυνάμεις, ὡς ἔνι μάλιστα, παρακολουθητικῶς τε ἅμα καὶ ἐπιτετμημένως κατὰ τὸν [*](c 28) φυσικὸν στοχασμὸν ἐκθησόμεθα, τοὺς μὲν τοῦ περιέχοντος πόπους, πρὸς οὓς ἕκαστα θεωρεῖται τῶν ἀνθρωπίνων συμπτωμάτων καθάπερ σκοπὸν οὗ δεῖ καταστοχάζεσθαι προυποτιθέμενοι, τὰς δὲ τῶν τοῖς τόποις κατ’ ἐπικράτησιν συνοικειουμένων σωμάτων ποιητικὰς δυνάμεις ὥσπερ ἀφέσεις βελῶν κατὰ τὸ ὁλοσχερέστερον ἐφαρμόζοντες, τὸ δὲ τῆς συγκράσεως τῆς ἐκ πλειόνων φύσεων περὶ τὸ [*](3 cf. Tetrab. I 2) [*](1 προθέσεων δὲ κατὰ τὸ om. V (spat) 8 ὑφηγημ. V βγ ὑφηγούμενον α 5 τόπον M τὸν om. MS συγκριτικὸν Σ 6 τῶν om. α 9 ἢ om. V θεωρεῖσθαι Σ 10 δυνάμενον V β δυναμένων αγ 12 τῶν V αγ τὰ τῶν β ἐπιβλητικὸν V ἐπικλητικὸν Y ἐπιβληματικὸν Σβγ συνορᾶται V αγ συνορατέον β 18 ἰδιότροπον] ἴδιόν ροπον(!) V ὁλοσχερὲς ὁλοσχερέστερον αβγ 14 ἕκαστα βγ ἕκαστον α 15 παρακολουθηκῶς ΣD ἐπιτετμημένως] ἀποτοιμημένος Y 16 στοχασμὸν ἐκθησόμεθα om. V (spat) τοῦ] τούτων) Y 17 τόπους V Σβγ τρόπου Υ πρὸς γ θεωρεῖν 18 οὗ] οὐ VY βγ 19 προυποτιθέμενοι Va προυποτιθεμένοις βγ 20 συν. MS τῶν συν. αDγ σωμάτων Va ἀστέρων βγ Σ in marg.) 22 φύσεως Μ S)

110
ὑποκείμενον εἶδος συναγόμενον ἀποτέλεσμα καταλιπόν· τες, ὥσπερ εὐστόχῳ τοξότῃ τῷ τοῦ διασκεπτομένου λο- [*](m 108) γισμῷ·

πρῶτον δὲ περὶ τῶν καθόλου διὰ τῆς κατὰ τὴν ἐκτροπὴν ἀρχῆς θεωρουμένων ποιησόμεθα τὸν λόγον κατὰ τὴν προσήκουσαν τῆς τάξεως ἀκολουθίαν, πάντων μὲν ὡς ἔφαμεν τῶν φύσιν ἐχόντων διὰ ταύτης λαμβάνεσθαι δυναμένων, συνεργησάντων δὲ εἴ τις ἔτι περιεργάζεσθαι θέλοι πρὸς μόνα τὰ κατ’ αὐτὴν τὴν σύγκρισιν ἰδιώματα καὶ τῶν κατὰ τὸν τῆς σπορᾶς χρόνον διὰ τῆς αὐτῆς θεωρίας ὑποπιπτόντων ἰδιωμάτων.