Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

ὁμοίως δὲ καὶ ὁ μὲν τοῦ Κρόνου συμπροσγενόμενος ἐπὶ τὸ ἀσελγέστερον καὶ ἀκαθαρτότε- ρον ἢ καὶ ἐπονειδιστότερον ἑκάστῳ τῶν ἐκκειμένων πέφυκε συνεργεῖν, ὁ δὲ τοῦ Διὸς πρὸς τὸ εὐσχημονέστερον καὶ φυλακτικώτερον καὶ αἰδημονέστερον, ὁ δὲ τοῦ Ἑρ- μοῦ πρός τε τὸ περιβοητότερον καὶ τὸ τῶν παθῶν εὐ- κινητότερον καὶ πολυτροπώτερον καὶ εὐπροκοπώτερον.

[*](2 cf. Cumont, Égypte 133, 2)[*](2 σαθροὶ VY θαρεῖς Σ S θρασεῖς γ παρὰ] κατὰ Y 5 ἀναισχυντοῦσι V ἀνεσχυντούτν(!) Υ ἀναισχύντου Σβγ ἑκάτερον] ἕτερον Y ἀποτελοῦντες V ἀποτελοῦσι Υ ἐπιτελοῦσι Σβγ 6.7 τὸ πολύκοινον V 7 ἀπολύψογον V 9 σημειώσεως ΣΒΜγ δημοσίως ἕως V δημοσίως (!) ὡς Y δημοσιώσεως S ἐμβάλονται Y 10 τοῦ Αρεως om. in ima pag.V 12 οἱ ἑσπέριοι β 13 καταστιλκώτερον Σ 14 συμπροσγενόμενος γ προσγενόμενος α ΜS 14.15 ἀκαθαρτότερον] τὸ διακαθαρτότερον Y 15 ἐπονειδιστικότερον Σ 17 φυλ. καὶ αἰδ. γ αἰδ. καὶ φυλ. ΣΜS 18 παθῶν] ἠθῶν Σ subscr.: τέλος τοῦ γ’ βιβλίου κλαυδίου πτολεμαίου V τέλος τοῦ τρίτου Υ τέλος τοῦ γ’ βιβλίου DA om. EMSC)
174

Τάδε ἔνεστιν ἐν τῷ δ’ βιβλίῳ.

α΄. προοίμιον.

β΄. περὶ τύχης

γ’. περὶ τύχης ἀξιωματικῆς.

δ΄. περὶ πράξεως

ε΄. περὶ

ς'. περὶ τέκνων.

ζ'. περὶ φίλων καὶ

η'. περὶ ξενιτείας.

θ’. περὶ θανάτου ποιότητος.

ί. περὶ χρόνων διαιρέσεως.

Τὰ μὲν οὖν πρὸ τῆς γενέσεως καὶ τὰ κατ’ αὐτὴν τὴν [*](c 45) γένεσιν δυνάμενα θεωρεῖσθαι καὶ ἔτι τῶν μετὰ τὴν γέ- νεσιν, ὅσα τῆς συστάσεως ἐστιν ἴδια τὸ καθόλου ποῖον τῶν συγκριμάτων ἐμφαίνοντα, σχεδὸν ταῦτα ἂν εἴη· τῶν δὲ κατὰ τὸ ἐκτὸς συμβεβηκότων καὶ ἐφεξῆς ὀφειλόντων διαλαμβάνεσθαι προηγεῖται μὲν ὁ περὶ τυχῆς κτητικῆς [*](2 ss. cf. CCAG VIII 3, 94) [*](Praemittitur tit. libri: Ἀρχὴ τοῦ τετάρτου βιβλίου D Πτολε- μαίου πρὸς Σύρον add. Y) ἀποτελεσματικῶν δ’ αΜ Κλαυδίου Πτολεμαίου τῶν πρὸς Σύρον συμπερασματικῶν γ om. VS 1 Τάδε—βιβλίῳ VD (add. Κλαυδίου Πτολεμαίου) γ (add. τῶν πρὸς Σύρον συμπερασματικῶν): τὰ κεφάλαια τοῦ δ’ βιβλίου Μ Πτολεμαίου πρὸς Σύρον ἀποτελεσματικὸν (!) δ’ Υ (praemisit libro I ind. om. S 3 ά V om. αβγ προοίμοιον (!) αβγ 4 β΄ V ά ΥDγ om. ΣΜS (et sic deinceps) 6 πράξεως ποιότητος α Dy πράξεων ποιοτήτων Μ 7 ἁρμογῶν Y 12 post π. χρ. διαιρ. add. περὶ ἐνιαυτῶν Μ (= Heph. II 26) 13 προοίμιον VD (i. mg.) A περὶ τύχης κτητικῆς Y om. βC, sed S i. mg. inf. ἐπίσκεψις περὶ τῶν ἐκτὸς συμβεβηκότων 14 τὰ (alt.) om. ΣΜS 18 ἴδια om. Y 15 συμβεβηκότων αβ συμβαινόντων γ ἑξῆς Σ)

175
τε καὶ ἀξιωματικῆς λόγος, συνῆπται δ' ὥσπερ ἡ μὲν κτητικὴ ταῖς τοῦ σώματος οἰκειώσεσιν, ἡ δὲ ἀξιωματικὴ ταῖς τῆς ψυχῆς·

Τὰ μὲν οὖν τῆς κτήσεως ὁποῖά τινα ἔσται, ληπτέον [*](m 174) ἀπὸ τοῦ καλουμένου κλήρου τῆς τύχης, μόνου μέντοι, καθ’ ὃν πάντοτε τὴν ἀπὸ τοῦ ἡλίου ἐπὶ τὴν σελήνην διάστασιν ἐκβάλλομεν ἀπὸ τοῦ ὡροσκόπου καὶ ἐπὶ τῶν ἡμέρας καὶ ἐπὶ τῶν νυκτὸς γεννωμένων, δἰ ἅς εἴπομεν ἐν τοῖς περὶ χρόνων ζωῆς αἰτίας. σκοπεῖν οὗν δεήσει τοὺς τοῦ συνισταμένου τὸν τρόπον τοῦτον δωδεκατημορίου λαβόντας τὴν οἰκοδεσποτείαν, καὶ πῶς ἔχουσιν οὗτοι δυ- νάμεως καὶ οἰκειότητος, καθ’ ὃν ἐν ἀρχῇ διωρισάμεθα τρόπον, ἔτι δὲ καὶ τοὺς συσχηματιζομένους αὐτοῖς ἠ τοὺς καθυπερτεροῦντας τῶν τῆς αὐτῆς ἢ τῆς ἐναντίας αἱρέσεως.

ἐν δυνάμει μὲν γὰρ ὄντες οἱ τοῦ κλήρου τὴν οἰκοδεσποτείαν λαβόντες ποιοῦσι πολυκτήμονας, καὶ μάλιστα, ὅταν ὑπὸ τῶν φώτων οἰκείως τύχωσι μαρτυρηθέν- τες, ἆλλ’ ὁ μὲν τοῦ Κρόνου διὰ θεμελίων ἢ γεωργιῶν ἢ ναυκληριῶν, ὁ δὲ τοῦ Διὸς διὰ πίστεων ἢ ἐπιτροπειῶν ἢ ἱερατειῶν, ὁ δὲ τοῦ Ἄρεως διὰ στρατειῶν καὶ ἡγεμονιῶν, ὁ δὲ τῆς Ἀφροδίτης διὰ φιλικῶν καὶ γυναικείων δωρεῶν, ὁ δὲ τοῦ Ἑρμοῦ διὰ λόγων καὶ ἐμποριῶν.

ἰδίως δ’ ὁ τοῦ [*](4 Heph. II 17 v. CCAG VIII 1, 16 f. 103; Anonymus CCAG VIII 1 συνῆπται Σβγ συνήστατα (!) Υ 4 Περὶ—κτητικῆς ΣDγ Y (v. supra) ἐπίσκεψις περὶ κτημάτων S i. mg. om. M 7 ὃν] ὁ Y 9 ἡμ. . . . νυκτ. VYS τῆς ἡμ. . . . τῆς νυκτ. ΣDMγ 10.11 τοὺς τοῦ Σβγ τούτου VY δωδ. Σβγ τοῦ δωδ. VY 12 λαβόντας x003E; Σβ λαβόντες λαβόντος Υγ οἰκοδεσποτ. γ δεσποτ EMS 14 δὲ om.V καὶ τοὺς γφ γ τουτοὺς EMS τοὺς Y Vy αὐτοὺς Σβ αὐτῆς Υ 16 μὲν om. αΜS γὰρ ΣMS 18 ὑπὸ VY ἀπὸ Σβγ 19.20 γεωργ. ἤ ναυκλ. γ ν. ἣγ. ΣΜS 20 πίστεως V 21 Ἄρεως] τοξότου V 22 φιλικῶν VY φίλων Σβγ καὶ VS ἢ α γ 23 λόγων βγ λόγου α)

176
Κρόνου τῇ κτητικῇ τύχῃ συνοικειούμενος, ἐὰν τῷτοῦ Διὸς συσχηματισθῇ, κληρονομίας περιποιεῖ, καὶ μάλιστα ὅταν ἐπὶ τῶν ἄνω κέντρων τοῦτο συμβῇ τοῦ τοῦ Διὸς ἐν δισώμῳ ζῳδίῳ τυχόντος ἢ καὶ τὴν συναφὴν τῆς σελήνης ἐπέχοντος·

τότε γὰρ καὶ εἰς παιδοποιίαν ἀνεχθέντες ἀλλότρια κληρονομοῦσι· κἂν μὲν οἱ τῆς αὐτῆς αἱρέσεως τοῖς οἰκοδεσπόταις [*](m 175) τὰς μαρτυρίας τῶν οἱκοδεσποτειῶν αὐτοῖς τύχωσι [*](c 45 v) ποιούμενοι, τὰς κτήσεις ἀκαθαιρέτους διαφυλάττουσιν, ἐὰν δὲ οἱ τῆς ἐναντίας αἱρέσεως καθυπερτερήσωσι τοὺς κυρίους τόπους ἢ ἐπανενεχθῶσιν αὐτοῖς, καθαιρέσεις ποιοῦνται, τῶν ὑπαρχόντων τοῦ καθολικοῦ καιροῦ λαμβανομένων διὰ τῆς τῶν τὸ αἴτιον ποιούντων πρὸς τὰ κέντρα καὶ τὰς ἐπαναφορᾶς προσνεύσεως.

Τὰ δὲ τῆς ἀξίας καὶ τῆς τοιαύτης εὐδαιμονίας δεήσει σκοπεῖν ἀπό τε τῆς τῶν φώτων διαθέσεως καὶ τῆς τῶν δορυφορούντων ἀστέρων οἰκειώσεως αὐτοῖς]· ἐν ἀρρενικοῖς μὲν γὰρ ζῳδίοις ὄντων ἀμφοτέρων τῶν φώτων καὶ ἐπικέντρων ἤτοι ἀμφοτέρων πάλιν ἢ καὶ τοῦ ἑτέρου, μά· λιστα δὲ τοῦ τῆς αἱρέσεως, καὶ δορυφορουμένων ὑπὸ [*](6 Tetrab. III 10 14 cf. Heph. II 18: CCAGVIII 2, 81 ss.; Anony- mus ib. VIII 3, 131) [*](2 σχηματισθῇ Y 3 ἄνω aMSy ἄλλων VD (i. mg. ABBREV καὶ ἄνω) συμβῇ αβ συμβαίνῃ γ Διὸς VY δύνοντος Σβγ 4 τυχόντος VYDS τυγχάνοντος ΣΜ γ ὃ ἀνεχθέντες VY ἀναχθέντες Σβγ 7 αὐτοῖς V αὐτοὶ Σβγ om. Y τυγχάνωσι Σ(postea corr.) 8 κτήσεις Σβγ κτίσεις VY φυλάττουσιν Y 10 αὐτοῖς VYSγ ἐπ’ αὐτοῖς ΣDM 12 λαμβανομένων V λαμβανομένου αβγ 14 περὶ τύχ. ἀξ. VYDMγ ἐπίσκεψις περὶ ἀξιωμάτων S2 i.mg. 15 τῆς ἀξίας γ τῆς αὐτῆς ἀξίας ΣΜ (ex τοιαύτης corr.) 17 οἰκειώσεως VYDy συνορῶντα τὰς οἰκειώσεις ΣMS αὐτοῖς γ αὐτῶν EMS, del. 18 μὲν γ 20 δορυφορουμένων VY δορυφορουμένου Σβγ)

177
τῶν πέντε πλανωμένων, ἡλίου μὲν ὑπὸ ἑῴων, <ς>

δὲ ὑπὸ ἑσπερίων, οἱ γεννώμενοι βασιλεῖς ἔσονται. καὶ ἐὰν μὲν οἱ δορυφοροῦντες ἀστέρες ἤτοι ἐπίκεντροι καὶ αὐτοὶ ὦσιν ἢ πρὸς τὸ ὑπὲρ γῆν κέντρον συσχηματίζωνται, μεγάλοι καὶ δυναμικοὶ καὶ κοσμοκράτορες διατελοῦσι, καὶ ἔτι μᾶλλον εὐδαίμονες, ἐὰν οἱ δορυφοροῦντες δεξιοὶ τοῖς ὑπὲρ γῆν κέντροις συσχηματίζωνται, ἐὰν δὲ τῶν ἄλλων οὕτως ἐχόντων μόνος ὁ ἥλιος ἐν ἀρρενικῷ ἡ δὲ σελήνη ἐν θηλυκῷ, ἐπίκεντρον δὲ τὸ ἕτερον τῶν φώτων, [*](m 176) ἡγεμόνες μόνον ἔσονται ζωῆς καὶ θανάτου κύριοι,

ἐὰν δὲ πρὸς τούτοις μηδὲ οἱ δορυφοροῦντες ἀστέρες ἐπίκεντροι ὦσιν ἢ μαρτυρήσωσι τοῖς κέντροις, μεγάλοι μόνον ἔσονται καὶ ἐν ἀξιώμασι τοῖς ἀπὸ μέρους στεμματηφορικοῖς ἢ ἐπιτροπικοῖς ἢ στρατοπεδαρχικοῖς ἢ ἱερατικοῖς καὶ οὐχὶ τοῖς ἡγεμονικοῖς.

ἐὰν δὲ τὰ μὲν φῶτα μὴ ἐπίκεντρα, τῶν δὲ δορυφορούντων ἀστέρων οἱ πλεῖστοι ἤτοι ἐπίκεντροι ὦσιν ἢ συσχηματίζωνται τοῖς κέντροις, ἐν ἀξιώμασι μὲν ἐπιφανεστέροις οὐ γενήσονται, ἐν προαγωγαῖς δὲ πολιτικαῖς καὶ μετριότητι περὶ τὰς κατὰ τὸν βίον προλήψεις· μηδὲ τῶν δορυφορούντων μέντοι τοῖς κέντροις συνοικειωθέντων ἀνεπίφαντοι ταῖς πράξεσι καὶ ἀπρόκοποι καθίστανται, τέλεον δὲ ταπεινοὶ καὶ κακοδαίμονες γίνονται ταῖς τύχαις, ὅταν μηδέτερον τῶν φώτων μήτε κεκεντρωμένον μήτ’ ἐν ἀρρενικῷ ζῳδίῳ τυγχάνῃ [*](5 cf. Cumont, Egypte 27, 3 14 cf. ib. 39, 5) [*](1 ἡλίου V ABBREV γ πρὸς ἥλιον Σβ ὑπὸ om. ΣΜS σελήνη δὲ ὑπὸ ἑσπ. VYy πρὸς ABBREV δὲ ὑπὸ ἑσπ. D ἑσπερίων δὲ πρὸς σελ. ΣMS 4 συσχηματίζωνται ΣβC συσχηματίζονται VYA 6 δορυφοροῦντες VYDy δορυφ. ἀστέρες ΣMS 7 συσχηματίζωνται ΣβC ονται VYA post ἀρρενικῷ: ζῳδίῳ γ 9 ἕτερον αβ ἓν γ 11 ἀστέρες γ 12 μαρτυρήσωσι om. Y κέντροις] κύκλοις Y 13 στεμματηφορικοῖς V στεμματοφόροις Σβγ στεφανηφόροις Y Heph. 14 ἢ ἱερ. γ cf. Procl. ἱερ. V om. ΣMS 15 μὲν om. VY 16 πλεῖστοι V πλείους αβγ 18 γεννήσονται V προαγ. VY προσαγ. Σβγ 20 προλήψεις] περίλυψις Y 23 τύχαις VYy ψυχαῖς Σβ 24 κεκεντρωμένον βγ κεκεντρ. ἦ α τυγχάνει V)

178
μήτε δορυφορῆται ὑπὸ τῶν ἀγαθοποιῶν.

ὁ μὲν οὗν καθ- όλου τύπος τῆς προκειμένης ἐπισκέψεως τοιαύτην τινὰ τὴν αὐξομείωσιν ἔχει τῶν ἀξιωμάτων, τὰς δὲ μεταξὺ τούτων καταστάσεις παμπληθεῖς οὔσας καταστοχαστέον ἀπὸ τῶν περὶ αὐτὸ τὸ εἶδος τῶν τε φώτων καὶ τῆς δορυφορίας αὐτῶν ἐπὶ μέρους ἐναλλοιώσεως καὶ τῆς κυρίας [*](c 46) τῶν δορυφορήσεων·

ταύτης γὰρ περὶ μὲν τοὺς τὴν αἵρεσιν ἔχοντας ἢ τοὺς ἀγαθοποιοὺς συνισταμένης τὸ αὐθεντικώτερον[*](m 177) καὶ ἀπταιστότερον τοῖς ἀξιώμασι παρακολουθεῖ, περὶ δὲ τοὺς ἐναντίους ἢ τοὺς κακοποιοὺς τὸ ὑποτεταγμένον καὶ ἐπισφαλέστερον, καὶ τὸ τῆς ἀξίας δὲ τῆς ἐσομένης εἶδος ἀπὸ τῆς τῶν δορυφορησάντων ἀστέρων ἰδιοτροπίας θεωρητέον, ἐπειδήπερ ὁ μὲν τοῦ Κρόνου τὴν κυρίαν τῆς δορυφορίας ἔχων ἐπὶ πολυκτημοσύνῃ καὶ συναγωγῇ χρημάτων τὰς δυναστείας ποιεῖ, ὁ δὲ τοῦ Διὸς ἦ ὁ τῆς Ἀφροδίτης ἐπὶ χάρισι καὶ δωρεαῖς καὶ τιμαῖς καὶ μεγαλοψυχίαις, ὁ δὲ τοῦ Ἄρεως ἐπὶ στρατηλασίαις καὶ νίκαις καὶ φόβοις τῶν ὑποτεταγμένων, ὁ δὲ τοῦ Ἑρμοῦ διὰ σύνεσιν ἢ παιδείαν καὶ ἐπιμέλειαν καὶ οἰκονομίαν τῶν πραγμάτων.