Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

παρατηρεῖν δὲ δεῖ καὶ πῶς ἔχουσι συνοικειώσεως οἱ τοῦ προτελέσματος τὴν κυρείαν λαβόντες ἀστέρες πρὸς αὐτὰς τὰς χώρας ἢ τὰς πόλεις αἷς τὸ σύμπτωμα διασημαίνεται. ἀγαθοποιοὶ μὲν γὰρ ὄντες ἀστέρες καὶ συνοικειούμενοι τοῖς διατιθεμένοις καὶ μὴ καθυπερτερούμενοι ὑπὸ τῶν τῆς ἐναντίας αἱρέσεως ἔτι μᾶλλον ἀπεργάζονται τὸ κατὰ τὴν ἰδίαν φύσιν ὠφέλιμον, ὥσπερ μὴ συνοικειούμενοι ἢ καθυπερτερούμενοι ὑπὸ τῶν ἀντικειμένων [*](m 89) ἧττον ὠφελοῦσι.

τῆς δὲ βλαπτικῆς κράσεως ὄντες καὶ τὴν κυρείαν λαβόντες τοῦ προτελέσματος, ἐὰν μὲν συνοικειούμενοι τοῖς διατιθεμένοις τύχωσιν ἢ καθυπερτερηθῶσιν ὑπὸ τῶν τῆς ἐναντίας αἱρέσεως, ἧττον βλάπτουσιν. ἐὰν δὲ μήτε τὴν οἰκοδεσποτείαν ἔχωσι τῶν χωρῶν μήτε [*](2 ἅλῳ V 3 συσχημ. VDγ Procl. σχημ. α MS Heph. 7 ἀπεὶρου βγ ἀποίρου Υ ἀπόρου Σ 8 ὑπομνηματίζειν αγ ζόμενον VDS ἀπομνηματιζόμενον Μ 9 ὁποιονδήποτε Σβγ Procl. ὁποιουσδήοτε Y Heph. ὁποιονοῦν V 10 σχημ. V βγ συσχημ. α 11 νοουμένους Βγ μενος V μένας MS μένου α καταλειφθείη m Heph. ληφθείη V αβγ 12 τῇ Boll ἐπὶ τῇ ω ἐπὶ ex ἐπιβολῇ irrepsit) 14 οἰκειώσεως V 15 προτελ.Vβγ ἀποτελ. α πρὸς—16 τὸ om. Y 16 αἷς Heph. uiV ἐν αἷς γ deest) 17 ἀστέρες VI) γ Procl. om. «MS Heph. 25 ἧττον βγ ἔλαττον α)

91
καθυπερτερῶνται ὑπὸ τῶν οἰκείως πρὸς αὐτὰς ἐχόντων, σφοδρότερον τὸ ἐκ τῆς κράσεως φθοροποιὸν ἐπισκήπτουσιν.

ὡς ἐπίπαν μέντοι συνεμπίπτουσι τοῖς καθολικοῖς πὰθεσιν ἐκεῖνοι τῶν ἀνθρώπων ὅσοι ποτ’ ἂν κατὰ τὰς ἰδίας γενέσεις τοὺς ἀναγκαιοτάτους τόπους, λέγω δὴ τοὺς φωσφοροῦντας ἢ τοὺς τῶν κέντρων, τοὺς αὐτοὺς τύχωσιν ἔχοντες τοῖς τὸ αἴτιον ἐμποιήσασι τῶν καθολικῶν συμπτωμάτων, τουτέστι τοῖς ἐκλειπτικοῖς ἢ καὶ τοῖς τούτων διαμέτροις. τούτων δὲ ἐπισφαλέσταται μάλιστα καὶ δυσφύλακτοι τυγχάνουσιν αἱ μοιρικαὶ θίξεις ἢ διαμετρήσεις τῶν ἐκλειπτικῶν τόπων πρὸς ὁπότερον τῶν φώτων.

Τηρητέον δὲ πρὸς τὰς καθόλου περιστάσεις καὶ τὰ κατὰ τὰς ἐκλείψεις χρώματα ἤτοι τῶν φώτων αὐτῶν ἢ τῶν περὶ αὐτὰ γινομένων συστημάτων, οἷον ῥάβδων [*](m 90) ἅλων ἢ τῶν τοιούτων. μέλανα μὲν γὰρ ἢ ὑπόχλωρα φανέντα σημαντικὰ γίνεται τῶν ἐπὶ τῆς τοῦ Κρόνου [*](c 23 v) φύσεως εἰρημένων, λευκὰ δὲ τῶν ἐπὶ τῆς τοῦ Διός, ὑπόκιρρα δὲ τῶν ἐπὶ τῆς τοῦ Ἄρεως, ξανθὰ δὲ τῶν ἐπὶ τῆς τῆς Ἀφροδίτης, ποικίλα δὲ τῶν ἐπὶ τῆς τοῦ Ἑρμοῦ.

κἂν μὲν ἐν ὅλοις τοῖς σώμασι τῶν φώτων ἢ ἐν ὅλοις τοῖς περὶ αὐτὰ τόποις τὸ γινόμενον ἰδίωμα τῆς χροιᾶς φαίνηται, περὶ τὰ πλεῖστα μέρη τῶν χωρῶν ἔσται τὸ [*](18 Heph.I 24. Lyd. de ost. 2059.; 167 88.; CCAG II 16, f. 8 v Boll, RE. VI 2360; Boll. Abh. 26) [*](1 καθυπερτεροῦντα α 5 ποτ’ ἂν om. α 6 ἔχοντες τοὺς β 7 τοὺς (alt) V γ ἐὰν τοὺς αβ 8 καθολικῶν Σβγ κολικῶν VY 11 θίξεις Heph. θήξεις V βγ καθέξεις α 13 ἐκλ. V βγ τῶν ἐκλ. α 15 πρὸς V ΣSγ περὶ Υ om. DM καθόλου VaS καθολικὰς γ 10 κατὰ α περὶ βγ τῶν φώτ. αὐτ. βγ αὐτ, τ. φ.α 18 ἅλων m ἄλλων Σ ἄθλων Y ἁλώνων βγ 21 ξαν. θά—22 Ἀφρ. om. V)

92
ἀποτελεσθησόμενον· ἐὰν δὲ ἀπὸ μέρους οἱουδήποτε, περὶ ἐκεῖνο μόνον τὸ μέρος καθ’ οὗ ἂν καὶ ἡ πρόσνευσις τοῦ ἰδιώματος γίνηται.

τηρητέον δὲ ἔτι καὶ τὰς συνισταμένας ἤτοι κατὰ τοὺς ἐκλειπτικοὺς καιροὺς ἢ καὶ ὁτεδήποτε κομητῶν ἐπιφανείας πρὸς τὰς καθόλου περιστάσεις, οἷον τῶν καλουμένων δοκίδων ἣ σαλπίγγων ἢ πίθων καὶ τῶν τοιούτων, ὡς ἀποτελεστικὰς μὲν φύσει τῶν ἐπὶ τῆς τοῦ Ἄρεως καὶ τῆς τοῦ Ἑρμοῦ <εἰρημένων> ἰδιωμάτων, πολέμων τε καυσωδῶν κινητικῶν καταστημάτων καὶ τῶν τούτοις ἐπισυμβαινόντων, δηλούσας δὲ διὰ μὲν τῶν τοῦ ζῳδιακοῦ μερῶν, καθ’ ὧν ἂν αἱ συστάσεις αὐτῶν φαίνωνται,

καὶ τῶν κατὰ τὰ σχήματα τῆς κόμης προσνεύσεων τοὺς τόπους οἷς ἐπισκήπτουσι τὰ συμπτώματα, διὰ δὲ τῶν αὐτῆς τῆς συστάσεως ὡσπερεὶ μορφώσεων τό τε εἶδος τοῦ ἀποτελέσματος καὶ τὸ γένος, περὶ ὃ τὸ πάθος ἀποβήσεται, διὰ δὲ τοῦ χρόνου τῆς ἐπιμονῆς τὴν παράτασιν [*](m 91) τῶν συμπτωμάτων, διὰ δὲ τῆς πρὸς τὸν ἥλιον σχέσεως τὴν καταρχήν, ἐπειδήπερ ἑῷοι μὲν ἐπιπολὺ φαινόμενοι τάχιον ἐπισημαίνουσι, ἑσπέριοι δὲ βράδιον.

[*](4ss. Kroll, Plinius u. d. Chald. 10, 6; Lyd. de cat. 10, p. 28, 11 7 ib. p. 28, 588. et p.32, 5 s. 11 ib. p. 28, 13 s.)[*](1 οἱου—Vβγ ὁποιου—α 2 προσνεύσεις V 4 ἔτι V α om. βγ ἤτοι om.V 7 πίθων Σβγ πιθείων V ποθέων Y 8 ἀποτελεστικὰς βγ ἀποτελεσματικὰς α φύσει VΣ φύσεις Υβγ 8. 9 τῆς (bis) (sci. φύσεως) Boll cf. supra. (91,1988.) τὴν VD τοῦ γ om. αΜS 9 εἰρημένων add. Boll 10 καυσώνων Σ καὶ τῶν τούτοις V α Co (Le) Heph. αὐταῖς βγ 11 ἐπισυμβαινόντων VαDγ ἐπισημαινόντων MS 12 αἱ συστάσεις VαDγ ἡ σύστασις MS φαίνωνται Σ φαίνονται VYDy φαίνηται MS 15 ὡσπερεὶ Heph. ὡς περὶ V ὥσπερ α περὶ βγ 19 ἐπειδήπερ V βγ ἐπείπερ α φαινόμενοι βγ φαινόμεναι V α)
93

Δεδειγμένης δὲ τῆς ἐφόδου τῶν περὶ τὰ καθόλου περιστάσεων χωρῶν τε καὶ πόλεων λοιπὸν ἂν εἴη καὶ περὶ τῶν λεπτομερεστέρων ὑπομνηματίσασθαι, λέγω δὲ τῶν ἐνιαυσίως περὶ τὰς ὥρας ἀποτελουμένων, πρὸς ἣν ἐπίσκεψιν καὶ περὶ τῆς καλουμένης τοῦ ἔτους νεομηνίας ἁρμόζον ἂν εἴη προδιαλαβεῖν. ὅτι μὲν οὖν ἀρχὴν ταύτην εἶναι προσήκει τῆς τοῦ ἡλίου καθ’ ἑκάστην περιστροφὴν ἀποκαταστάσεως, δῆλόν ἐστιν αὐτόθεν καὶ ἀπὸ τῆς δυνάμεως καὶ ἀπὸ τῆς ὀνομασίας.

τίνα δ’ ἄν τις ἀρχὴν ὑποστήσαιτο, ἐν κύκλῳ μὲν αὐτὸ μόνον ἁπλῶς οὔδ’ ἂν ἐπινοήσειεν, ἐν δὲ τῷ διὰ μέσων τῶν ζῳδίων μόνας ἂν εἰκότως ἀρχὰς λάβοι τὰ ὑπὸ τοῦ ἰσημερινοῦ καὶ τῶν τροπικῶν ἀφοριζόμενα σημεῖα, τουτέστι τά τε δύο ἰσημερινὰ καὶ τὰ δύο τροπικά. ἐνταῦθα μέντοι τις ἀπορήσειεν ἂν ἤδη, τίνι τῶν τεσσάρων ὡς προηγουμένου χρήσαιτ᾿ ἄν· κατὰ μὲν οὖν τὴν ἁπλῆν καὶ κυκλικὴν φύσιν οὐδὲν αὐτῶν ἐστιν ὡς ἐπὶ μιᾶς ἀρχῆς προηγούμενον·

[*](m 92 c 24) κέχρηνται δὲ οἱ περὶ τούτων γράψαντες ἕν τι ὑποτιθέμενοι, διαφόρως ἑκάστῳ τῶν τεσσάρων ὡς ἀρχῇ, κατά τινας οἰκείους λόγους καὶ φυσικὰς συμπαθείας ἐνεχθέντες. καὶ γὰρ ἔχει τι τῶν μερῶν τούτων ἕκαστον ἐξαίρετον, ἀφ’ οὗ ἂν ἀρχὴν καὶ νέον ἔτος εἰκότως νομίζοιτο· τὸ μὲν ἐαρινὸν ἰσημερινὸν διά τε τὸ πρώτως τότε μείζονα τὴν ἡμέραν τῆς νυκτὸς ἄρχεσθαι γίνεσθαι καὶ διὰ τὸ [*](1 Theoph. Edess. in CCAG I 130. 12 ss.) [*](1 tit. hic VaDy post προδιαλαβεῖν infra (v. 7) MS 2.3 τῆς περὶ τὰς τὰ Y) καθόλου περιστάσεις περιστάσεων Y) χ. τ. καὶ π. ἐφόδου α καθόλα VM 3 παραστάσεων V 5 ἐνιαυσιαίως Σ 16 ἤδη Σ ἄν τις ἤδη γ εἴδη VY εἰ δὴ MS εἴδει D ὡς α om. Vβγ προηγουμένῳ α μένων VD μενον MS μένως γ 17 ἂν om. α 18 ἐπὶ] ἀπὸ γ 19 ὑποθέμενοι α 20 ἀρχῇ Boll ἀρχὴν ω 22 ἔχει τι γ ἔχει α ἐπὶ MS 28 ἂν ἀρχὴν Υ ἐν ἀρχῇ V ἂν ἄρχη β ἀρχὴ Σ 24 πρώτως Σβγ πρῶτον VY)

94
τῆς ὑγρᾶς ὥρας εἶναι, ταύτην δὲ τὴν φύσιν, ὡς καὶ πρότερον ἔφαμεν, ἀρχομέναις ταῖς γενέσεσι πλείστην ἐνυπάρχειν·

τὸ δὲ θερινὸν τροπικὸν διὰ τὸ κατ’ αὐτοῦ τὴν μεγίστην ἡμέραν ἀποτελεῖσθαι, παρὰ δὲ Αἰγυπτίοις καὶ τὴν τοῦ Νείλου ἀνάβασιν καὶ Κυνὸς ἄστρου ἐπιτολὴν ἐπισημαίνειν· τὸ δὲ μετοπωρινὸν ἰσημερινὸν διὰ τὸ γεγονέναι πάντων ἤδη τῶν καρπῶν συγκομιδήν, τότε δὲ ἀπ’ ἄλλης ἀρχῆς τὸν τῶν ἐσομένων σπόρον καταβάλλεσθαι· τὸ δὲ χειμερινὸν τροπικὸν διὰ τὸ πρώτως ἄρχεσθαι χεσθαι τότε τὸ μέγεθος τῆς ἡμέρας ἀπὸ μειώσεως αὔξησιν λαμβάνειν.

οἰκειότερον δέ μοι δοκεABBREV καὶ φυσικώτερον πρὸς τὰς ἐνιαυσίους ἐπισκέψεις ταῖς τέτταρσιν ἀρχαῖς χρῆσθαι, παρατηροῦντας τὰς ἔγγιστα αὐτῶν προγινομένας ἡλίου καὶ σελήνης συζυγίας συνοδικὰς ἢ πανσεληνιακὰς καὶ μάλιστα πάλιν τούτων τὰς ἐκλειπτικάς, ἵνα ἀπὸ μὲν τῆς έν τῇ περὶ τὸν Κριὸν ἀρχῇ τὸ ἔαρ ὁποῖον ἔσται διασκεψώμεθα, ἀπὸ δὲ τῆς περὶ τὸν Καρκίνον [*](m 93) τὸ θέρος, ἀπὸ δὲ τῆς περὶ τὰς Χηλὰς τὸ μετόπωρον, ἀπὸ δὲ τῆς περὶ τὸν Αἰγόκρεων τὸν χειμῶνα.

τὰς μὲν γὰρ καθόλου τῶν ὡρῶν ποιότητας. καὶ καταστάσεις ὁ ἥλιος ποιεῖ, καθ’ ἃς καὶ οἱ παντελῶς ἄπειροι μαθημάτων πρόγνωσιν ἔχουσι τοῦ μέλλοντος· ἔτι δὲ καὶ τὰς τῶν ζῳδίων ἰδιοτρόπους εἰς τοῦτο παρασημασίας ἀνέμων τε καὶ τῶν ὁλοσχερεστέρων φύσεων παραληπτέον.

τὰς δὲ έν τῷ μᾶλλον ἢ ἧττον κατὰ καιροὺς [*](1. 2 cf. Tetrab. I 10 21 cf. Tetrab. I 2 (p. 6, 3)) [*](3 κατ’ αὐτοῦ V βγ κατ’ αὐτὸ Σ κατὰ τὴν Y 6 ἐπισημαίνειν VYS σημαίνειν Σ ἐπισυμβαίνειν DMy 9 πρῶτον VY 12 ταῖς VDy τὸ ταῖς MS om. α 16 ἐν Vβ om. αγ τῇ V τῷ om. αγ τὸν MSy τὴν έν τῷ Y τὴν Σ τοῦ i. mg. Σ2) om. D Κριὸν VMSy Κριοῦ D γα ἀρχῇ Boll ex y ἀρχῆς βγ ἀρχὴν α 17 ἔσται βγ ἔστι Vα διασκεψ. V διασκοπώμεθα βγ διασκεπτώ μεθα α 20.21 καταστάσεις ἃς γ 88 ἰδιοτρόπους V Procl. ἰδιοτροπίας αβγ τοῦτο τοῦτο γὰρ Y τε τὰς Σ τε τὸ βγ παρασημασίας α περὶ σημασίας βγ 24 περὶ ἀνέμων MS παραληπτέον ω, non legisse videntur Co Procl.)

95
ἐναλλοιώσεις καθόλου μὲν πάλιν αἳ περὶ τὰ προειρημένα σημεῖα γινόμεναι συζυγίαι καὶ οἱ τῶν πλανητῶν πρὸς αὐτὰς συσχηματισμοὶ δεικνύουσι, κατὰ μέρος δὲ καὶ αἰ καθ’ ἕκαστον δωδεκατημόριον σύνοδοι καὶ πανσέληνοι καὶ αἱ τῶν ἀστέρων ἐπιπορεύσεις, ἣν δὴ μηνιαίαν ἐπίσκεψιν ἄν τις προσαγορεύοι.

Προεκτεθῆναι δὲ ὀφειλόντων εἰς τοῦτο καὶ τῶν ἐν μέρει κατὰ ζῴδιον πρὸς τὰ ἐνιαύσια καταστήματα φυσικῶν ἰδιωμάτων καὶ ἔτι τῶν καθ’ ἕκαστον ἀστέρων, τὴν μὲν τῶν πλανητῶν καὶ τῶν τῆς ὁμοίας κράσεως ἀπλανῶν πρὸς τοὺς ἀέρας τε καὶ τοὺς ἀνέμους συνοικείωσιν καὶ ἔτι τὴν τῶν ὅλων δωδεκατημορίων πρός τε τοὺς ἀνέμους καὶ τὰς ὥρας ἕκαστα δεδηλώκαμεν ἐν τοῖς [*](m 94) ἔμπροσθεν. ὑπόλοιπον δ’ ἂν εἴη καὶ περὶ τῆς ἐπὶ μέρους τῶν ζῳδίων φύσεως εἰπεῖν.

[*](c 24v)

τὸ μὲν οὖν τοῦ Κριοῦ δωδεκατημόριον καθόλου μέν ἐστι διὰ τὴν ἰσημερινὴν ἐπισημασίαν βροντῶδες καὶ χαλαζῶδες, κατὰ μέρος δὲ έν τῷ μᾶλλον ἢ ἧττον ἀπὸ τῆς τῶν κατ’ αὐτὸν ἀπλανῶν ἀστέρων ἰδιότητος τὰ μὲν προηγούμενα αὐτοῦ ὀμβρώδη καὶ ἀνεμώδη, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα καυσώδη καὶ λοιμικά, τὰ δὲ βόρεια καυματώδη καὶ φθαρτικά, τὰ δὲ νότια χρυσταλ- [*](15 scil. Tetrab. I 4; 5; —11 ΙΙ 8; 9 18 Heph. I 1, p.47,30; cf. Boll. Abh. 89—97) [*](8 αὐτὰς Vα αὐτοὺς βγ συσχημ. Vα S σχημ. γ 5 δὴ μην. διμηνιαίαν α 6 προσαγορεύσω γ 7 tit. vel spatium post εἰπεῖν (v. 17) βγ Procl., hic praeb. α 10 τῶν φυσ. VY 11. 12 πὴν—πλανητῶν om. MS 12 ἀπλαν.] πλανητῶν τε ἀπλανῶν MS 18 ἀέρας τε VDy ἀέρος Σ ἔαρας Y ὥρας τε MS συνοικείωσιν V συνοικειώσεως βγ οἰκειώσεις α 14 τὴν Vα τῆς· βγ 15 ἕκαστα om. α 18 incipit L 21 τῶν om. α)

96
λώδη καὶ ὑπόψυχρα.

τὸ δὲ τοῦ Ταύρου δωδεκατημόριον καθόλου μέν ἐστιν ἐπισημαντικὸν ἀμφοτέρων τῶν κράσεων καὶ ὑπόθερμον, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ καὶ μάλιστα τὰ κατὰ τὴν Πλειάδα σεισμώδη καὶ πνευματώδη καὶ ὁμιχλώδη, τὰ δὲ μέσα ὑγραντικὰ καὶ ψυχρά, τὰ δὲ ἑπόμενα κατὰ τὴν ῾ Υάδα πυρώδη καὶ κεραυνῶν καὶ ἀστραπῶν ποιητικοί, τὰ δὲ βόρεια εὔκρατα, τὰ δὲ νότια κινητικὰ καὶ ἄτακτα.

τὸ δὲ τῶν Διδύμων δωδεκατημόριον καθόλου μέν ἐστιν εὐκρασίας ποιητικόν, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ δίυγρα καὶ φθαρτικά, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα μεμιγμένα καὶ ἄτακτα, τὰ δὲ βόρεια πνευματώδη καὶ σεισμοποιά, τὰ δὲ νότια ξηρὰ καὶ καυσώδη. Τὸ δὲ τοῦ Καρκίνου δωδεκατημόριον καθόλου μέν ἐστιν εὐδιεινὸν καὶ θερμόν, [*](m 95) κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ καὶ κατὰ τὴν Φάτνην πνιγώδη καὶ σεισμοποιὰ καὶ ἀχλυώδη, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα πνευματώδη, τὰ δὲ βόρεια καὶ τὰ νότια ἔκπυρα καὶ καυσώδη.

τὸ δὲ τοῦ Λέοντος δωδεκατημόριον καθόλου μέν ἐστι καυματῶδες καὶ πνιγῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ πνιγώδη καὶ λοιμικά, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα ἔνικμα καὶ φθοροποιά, τὰ δὲ βόρεια κινητικὰ καὶ πυρώδη, τὰ δὲ νότια δίυγρα, τὸ δὲ τῆς Παρθένου δωδεκατημόριον καθόλου μέν ἐστι ἐστι καὶ βροντῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ θερμότερα καὶ φθαρτικά, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα ὑδατώδη, τὰ δὲ βόρεια πνευματώδη, τὰ δὲ νότια εὔκρατα.

τὸ δὲ τῶν Χηλῶν δωδεκατημόριον καθόλου μέν ἐστι [*](7ss. Rhetorius CCAG V 4, 125, 18 28 ib. 129, 20) [*](2 ἐπισημαντικά V 4 τὴν πλειάδα Vβγ τὰς πλειάδας α 7 κεραυνῶν αMS Rhet. κεραυνώδη VLDy 14 εὐδιεινὸν βγ εὔδινον V εὐδήνον L εὔδιον α 14 θερμὸν VLβγ Procl. θερινὸν α (θερμμὸν Σ i. marg.) 16 καὶ σεισμοποιὰ καὶ ἀχλυώδη om VL Procl. 18 ἔκπυρα καὶ φθαρτικὰ α καυστικὰ MS 21 καὶ λοιμικὰ om. MS)

97
τρεπτικὸν καὶ μεταβολικόν, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ καὶ τὰ μέσα ἐστὶν εὔκρατα, τὰ δὲ ἑπόμενα ὑδατώδη, τὰ δὲ βόρεια πνευματώδη, τὰ δὲ νότια ἔνικμα καὶ λοιμικά. τὸ δὲ τοῦ Σκορπίου δωδεκατημάριον καθόλου μέν ἐστι βροντῶδες καὶ πυρῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ νιφετώδη, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα σεισμώδη, τὰ δὲ βόρεια καυσώδη, [*](m 96) τὰ δὲ νότια ἔνικμα.