Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

Τέταρτον δέ ἐστι κεφάλαιον τὸ περὶ αὐτῆς τῆς τοῦ ἀποτελέσματος ποιότητος, τουτέστι πότερον ἀγαθῶν ἢ [*](21 Heph. I 20, p. 78, 29) [*](1 ἐθισμῶν βγ ἐθισμένων V ἐθίμων α 8 βασιλεῖς V βασιλέας αβγ 18 πόστον Σβγ πόσὼν (!)V μέσον Υ 18 ἐπελ. αβγ ἐλεύσεται V 15 σχέσεις Σ σχέσις Υβγ 16 μὲν om.V ἐκλείψεις om. α 18 ἐπὶ τὸ ἡμ. α περὶ τὸ ἡμ. βγ πρὸς τῷ ἡμίσει V συσχημ. VYp σχημ. Σγ 20 ἐπί Vαγ ὡς ἐπὶ β πλεῖ ν Va πλεῖστον βγ 21 ποιλότ αὐτοῦ τοῦ ἀπ. Σ Heph. iam capituli titulum legisse videtur 28 δὲ om. α 24 ἔσται γ)

85
τῶν ἐναντίων ἐστὶ ποιητικὸν καὶ ποταπὸν ἐφ’ ἑκατέρου κατὰ τὸ τοῦ εἴδους ἰδιότροπον. τοῦτο δὲ ἀπό τε τῆς τῶν οἰκοδεσποτησάντων ἀστέρων τοὺς κυρίους τόπους ποιητικῆς φύσεως καταλαμβάνεται καὶ τῆς συγκράσεως τῆς τε πρὸς ἀλλήλους καὶ τοὺς τόπους, καθ’ ὧν ἂν ὦσι τετυχηκότες.

ὁ μὲν γὰρ ἥλιος καὶ ἡ σελήνη διατάκται καὶ ὥσπερ ἡγεμόνες εἰσὶ τῶν ἄλλων, αὐτοὶ αἴτιοι γινόμενοι τοῦ τε κατὰ τὴν ἐνέργειαν ὅλου καὶ τῆς τῶν ἀστέρων οἰκοδεσποτείας καὶ ἔτι τῆς τῶν οἰκοδεσποτησάντων ἰσχύος ἢ ἀδρανίας. ἡ δὲ τῶν τὴν κυρείαν λαβόντων συγκρατικὴ θεωρία τὴν τῶν ἀποτελεσμάτων [*](m 83) δείκνυσι ποιότητα.

ἀρξόμεθα δὲ τῆς καθ’ ἕνα ἕκαστον τῶν πλανωμένων ποιητικῆς ἱδιοτροπίας, ἐκεῖνο κοινῶς προεκθέμενοι, ὅτι τῆς κεφαλαιώδους ὑπομνήσεως ἕνεκεν, ὅταν καθόλου τινὰ λέγωμεν τῶν πέντε ἀστέρων, τὴν κρᾶσιν καὶ τὸ ποιητικὸν τῆς ὁμοίας φύσεως ὑποληπτέον, ἐάν τε αὐτὸς ἐν τῇ ἰδίᾳ ᾖ καταστάσει ἐάν τε καὶ τῶν ἀπλανῶν τις ἢ τῶν τοῦ ζῳδιακοῦ τόπων κατὰ τὴν οἰκείαν αὐτοῦ κρᾶσιν θεωρῆται,

καθάπερ ἂν εἰ τῶν φύσεων καὶ τῶν ποιοτήτων αὐτῶν καὶ μὴ τῶν ἀστέρων ἐτύγχανον αἱ προσηγορίαι, καὶ ὅτι ἐν ταῖς συγκράσεσι πάλιν οὐ μόνον τὴν πρὸς ἀλλήλους τῶν πλανωμένων μίξιν δεῖ σκοπεῖν, ἀλλὰ καὶ τὴν πρὸς τοὺς τῆς αὐτῆς φύσεως κεκοινωνηκότας ἤτοι ἀπλανεῖς ἀστέρας ἢ τόπους τοῦ ζῳ- [*](21 cf. Boll, Abh. 90) [*](1 ποταπὸς V βγ ποδαπὸν α 2 τε om. VY 5 τε om. βγ καὶ Vα καὶ πρὸς βγ 6 διατάκται καὶ VD διατακτικοῖ α διατέτακται καὶ MS 7 εἰσι om. V 9 ἔτι τῆς αβγ εἴ τις V 10 ἀδρανίας αγ ἀδραωείας β ἀνδρανείας V 12 ἀρξώμεθα α ἕνα Y Heph. ἓν Σ om. βγ 18 ποιητικῆς βγ φυσικῆς α 14 προεκτιθέμενοι β ὅτι β om. Σγ 15 ὅταν β ὡς ὅταν Σγ om. Y ὅταν—21 προσηγορίαι om. consulto Heph. 16 σύγκρασιν 17 αὐτὸν 18 τῶν om. V 19 θεωρητέον V τῶν] περὶ τῶν β 21 κράσεσι α 24 ἤτοι Va εἴτε βγ)

86
διακοῦ κατὰ τὰς ἀποδεδειγμένας αὐτῶν πρὸς τοὺς πλα- νήτας συνοικειώσεις.

ὁ μὲν οὖν τοῦ Κρόνου ἀστὴρ μόνος τὴν οἰκοδεσποτείαν λαβὼν καθόλου μὲν φθορᾶς τῆς κατὰ ψῦξίν ἐστιν ἰδίως ἰδίως δέ περὶ μὲν ἀνθρώπους γινομένου τοῦ συμπτώματος νόσους μακρὰς καὶ φθίσεις καὶ συντήξεις καὶ ὑγρῶν ὀχλήσεις καὶ ῥευματισμοὺς καὶ τεταρταϊκὰς ἐπισημασίας φυγαδείας τε καὶ ἀπορίας καὶ συνοχὰς καὶ πένθη καὶ φόβους καὶ θανάτους μάλιστα τῶν τῇ ἡλικίᾳ προβεβηκότων ἐμποιεῖ·

τῶν δὲ ἀλόγων ζῴων περὶ τὰ εὔχρηστα ὡς ἐπίπαν σπάνιν τε καὶ τῶν ὄντων φθορὰς [*](c 22 m 84) σωματικὰς καὶ νοσοποιούς, ἀφ’ ὧν καὶ οἱ χρησάμενοι τῶν ἀνθρώπων συνδιατιθέμενοι διαφθείρονται· περὶ δὲ τὴν τοῦ ἀέρος κατάστασιν ψύχη φοβερὰ παγώδη καὶ ὁμιχλώδη καὶ λοιμικὰ δυσαερίας τε καὶ συννεφείας καὶ ζόφους, ἔτι δὲ νιφετῶν πλῆθος οὐκ ἀγαθῶν ἀλλὰ φθοροποιῶν, ἀφ’ ὧν τὰ κακοῦντα τὴν ἀνθρωπίνην φύσιν τῶν ἑρπετῶν συγκρίνεται· περὶ δὲ ποταμοὺς ἢ·

καὶ θαλάσσας κοινῶς μὲν χειμῶνας καὶ στόλων ναυάγια καὶ δυσπλοίας καὶ τῶν ἰχθύων ἔνδειαν καὶ φθοράν, ἰδίως δὲ ἐν μὲν θαλάσσαις ἀμπώτεις καὶ παλιρροίας, ἐπὶ δὲ ποταμῶν ὑπερμετρίαν καὶ κάκωσιν τῶν ποταμίων ὑδάτων·

πρὸς δὲ, τοὺς τῆς γῆς καρποὺς ἔνδειαν καὶ σπάνιν καὶ ἀπώλειαν μάλιστα τῶν εἰς τὰς ἀναγκαίας χρείας γινομένων ἤτοι ὑπὸ κάμπης ἀκρίδος ἢ κατακλυσμῶν [*](1 scil. Tetrab. I 9. cf. Röhr. Beitr. zur antiken Philol. 83,1928, 28089. 6 CCAG II 161, 22 18 ibid. 161, 29) [*](8 οὖν βγ om. Y del. Σ 4 λαβὼν βγ Heph. λαχὼν α 6 συντήξεις VaDy συνεχεῖς MS 8 ἀπορίας αSγ ἀρπορίας V ἀπορροίας DM 9 φόβους V βγ Procl. φόνους α φόβους 2 i. mg.) 10 ἐμποιεῖ τε V 18 συν- om. V (parva lac.) 15 καὶ λοιμικὰ Va om. βγ 20 δυσπλοίαν α φθορὰς α 21 ἐν V βγ ταῖς α 88 ποταμῶν—κάκωσιν om. V ποταμῶν α τῶν ποτ. βγ 83 τοὺς] τοῦ V σπανίαν V)

87
ἢ ὑδάτων ὀμβρίων ἐπιφορᾶς ἢ χαλάζης ἢ τῶν τοιούτων, ὡς καὶ μέχρι λιμοῦ φθάνειν καὶ τῆς τοιαύτης ἀνθρώπων ἀπωλείας.

ὁ δὲ τοῦ Διὸς μόνος τὴν κυρείαν λαβὼν καθόλου μὲν αὐξήσεώς ἐστι ποιητικός, ἰδίως δὲ περὶ μὲν ἀνθρώπους γινομένου τοῦ ἀποτελέσματος δόξας ἀποτελεῖ καὶ εὐετηρίας καὶ εὐθηνίας καὶ καταστάσεις εἰρηνικὰς καὶ τῶν [*](m 85) εὖ ἐπιτηδείων αὐξήσεις εὐεξίας τε σωματικὰς καὶ ψυχικάς, ἔτι δὲ εὐεργεσίας καὶ δωρεὰς ἀπὸ τῶν βασιλευόντων αὐτῶν τε ἐκείνων αὐξήσεις καὶ μεγαλειότητας καὶ μεγαλοψυχίας καθόλου τε εὐδαιμονίας ἐστὶν αἴτιος.

περὶ δὲ τὰ ἄλογα ζῷα τῶν μὲν εἰς χρῆσιν ἀνθρωπίνην δαψίλειαν καὶ πολυπλήθειαν ἐμποιεῖ, τῶν δὲ εἰς τὸ ἐναντίον φθορὰν τε καὶ ἀπώλειαν, εὔκρατον δὲ τῶν ἀέρων κατὰστασιν καὶ ὑγιεινὴν καὶ πνευματώδη καὶ ὑγρὰν καὶ θρεπτικὴν τῶν ἐπιγείων ἀπεργάζεται στόλων τε εὐπλοίας καὶ ποταμῶν συμμέτρους ἀναβάσεις καὶ τῶν καρπῶν δαψίλειαν καὶ ὅσα τούτοις παραπλήσια.

ὁ δὲ τοῦ Ἄρεως μόνος τὴν οἰκοδεσποτείαν λαβὼν καθόλου μὲν τῆς κατὰ ξηρασίαν φθορᾶς ἐστιν αἴτιος, ἰδίως δὲ περὶ μὲν ἀνθρώπους γινομένου τοῦ συμπτώματος πολέμους ἐμποιεῖ καὶ στάσεις ἐμφυλίους καὶ αἰχμαλωσίας καὶ ἀνδραποδισμοὺς καὶ ὄχλων ἐπαναστάσεις καὶ χόλους ἡγεμόνων, τοὺς δὲ διὰ τῶν τοιούτων θανάτους αἰφνιδίους, ἔτι δὲ νόσους πυρεκτικάς καὶ τριταϊκὰς ἐπισημασίας καὶ αἱμάτων ἀναγωγὰς καὶ ὀξείας βιοθανασίας μάλιστα τῶν ἀκμαίων, ὁμοίως δὲ βίας τε καὶ ὕβρεις καὶ παρανομίας ἐμπρήσεις τε καὶ ἀνδροφονίας καὶ ἁρπαγὰς καὶ λῃστείας.

περί τε τὴν τοῦ ἀέρος κατάστασιν καύσωνας [*](1 ὄμβρων α 2 λιμοῦ V βγ Procl. λοιμοῦ α 4 λαβὼν αβγ λαχὼν V ἀπὸ V βγ ὑπὸ α 13 ἐμποιεῖ] ποιεῖ V 21 περὶ] τε V 28 ὄχλων α om. V βγ Heph. 20 ὀξείας] ὀρείας V βιοθανασίας αβγ βιαιοθανασίας V Heph. 29 καύσωνας αβγ eph. καυσωνίας V)

88
καὶ πνεύματα θερμὰ λοιμικὰ καὶ συντηκτικά κεραυνῶν [*](m 86) τε ἀφέσεις καὶ πρηστήρων καὶ ἀνομβρίας· περὶ δὲ θάλασσαν [*](c 22 v) στόλων αἰφνίδια ναυάγια διὰ πνευμάτων ἀτάκτων ἢ κεραυνῶν τῶν τοιούτων, ποταμῶν δὲ λειψυδρίας καὶ ἀναξηράνσεις πηγῶν καὶ φθορὰν τῶν ποτίμων ὑδάτων·

περὶ δὲ τὰ ἐπιτήδεια πρὸς χρῆσιν ἀνθρωπίνην τῶν τε ἀλόγων ζῴων καὶ τῶν ἐκ τῆς γῆς φυομένων σπάνιν φθορὰν καρπῶν τὴν γινομένην ἤτοι ἐκ τῆς τοῦ καύματος καταφλέξεως ἢ βρούχου ἢ τῆς τῶν πνευμάτων ἐκτινάξεως ἢ ἐκ τῆς ἐν ταῖς ἀποθέσεσι συγκαύσεως.

ὁ δὲ τῆς Ἀφροδίτης μόνος κύριος γενόμενος τοῦ συμβαίνοντος, καθόλου μὲν τὰ παραπλήσια τῷ τοῦ Διὸς μετά τινος ἐπαφροδισίας ἀποτελεῖ· ἰδίως δὲ περὶ μὲν ἀνθρώπους δόξας καὶ τιμὰς καὶ εὐφροσύνας καὶ εὐετηρίας εὐγαμίας τε καὶ πολυτεκνίας καὶ εὐαρεστήσεις πρὸς πᾶσαν συναρμογὴν καὶ τῶν κτήσεων συναυξήσεις καὶ διαίτας καθαρίους καὶ εὐαγώγους καὶ πρὸς τὰ σεβάσμια τιμητικάς, ἔτι δὲ σωματικὰς εὐεξίας καὶ πρὸς τοὺς ἡγεμονεύοντας συνοικειώσεις καὶ τῶν ἀρχόντων ἐπαφροδισίας·

περὶ δὲ τοῦ ἀέρος πνεύματα εὐκρασίας καὶ διύγρων καὶ θρεπτικωτάτων καταστάσεις εὐαερίας τε καὶ αἰθρίας καὶ ὑδάτων γονίμων δαψιλεῖς ἐπομβρίας στόλων τε εὐπλοίας καὶ ἐπιτυχίας καὶ ἐπικερδείας καὶ ποταμῶν πλήρεις ἀνα- [*](8 CCAG 11 173, 22) [*](8 περὶ V βγ πάλιν α θάλασσαν βγ θαλάσσας V ἐν θαλάσσαις α 5 ποτίμων V Procl. ποταμίων αβγ ,6 τὰ ἐπιτήδεια] τὰ ἐπὶ γῆς ἐπιτήδεια (dittogr. scil.) 7 καὶ τῶν Σ τῶν τε βγ 8 καρπῶν hic om. α. pos. v. 7 post φυομένων ἐκ βγ ὑπὸ α καύματος βγ καύσωνος α Heph. 9 καταφλέξεων V ἢ βρού- χου—10 ἐκτινάξεως om. Σ 11 συμβαίνοντος] συμπτώματος C Heph. (cod. L) 18 Διὸς βγ Procl. ♂ α (21. ὀφείλει κεῖσθαι Σ i. mg.) 15 εὐγαμίας VaDy rocl. εὐοδμίας MS 17 πρὸς τὰ VaDy πάντα MS 20 ἀέρος] ♂ Σ (corr. i. mg.) πνεύματα VDy πνευμάτων aMS (om. Heph.) εὐκρασίας βγ εὐκράτων α Heph. 23 ἐπικερδεῖς α)

89
[*](m 87) βάσεις, ἔτι δὲ τῶν εὐχρήστων ζῴων καὶ τῶν τῆς γῆς καρπῶν μάλιστα δαψίλειαν καὶ εὐφορίαν καὶ ὄνησιν ἐμποιεῖ.

ὁ δὲ τοῦ Ἑρμοῦ τὴν οἰκοδεσποτείαν λαβὼν καθόλου μὲν ὡς ἂν ᾗ συγκιρνάμενος ἑκάστῳ τῶν ἄλλων, συνοικειοῦται ταῖς ἐκείνων φύσεσιν. ἰδίως δέ ἐστι πάντων μᾶλλον συγκινητικὸς καὶ ἐν μὲν ἀνθρωπίνοις ἀποτελέσμασιν ὀξὺς καὶ πρακτικώτατος καὶ πρὸς τὸ ὑποκείμενον εὐμήχανος λῃστηρίων τε καὶ κλοπῶν πειρατικῶν ἐφόδων καὶ ἐπιθέσεων, ἔτι δὲ δυσπλοίας ποιητικὸς ἐν τοῖς πρὸς τοὺς κακοποιοὺς συσχηματισμοῖς νόσων τε αἴτιος ξηρῶν καὶ ἀμφημερινῶν ἐπισημασιῶν καὶ βηχικῶν καὶ.

ἀναφορικῶν καὶ φθίσεων, ἀποτελεστικὸς δὲ καὶ τῶν περὶ τὸν ἱερατικὸν λόγον καὶ τὰς τῶν θεῶν θρησκείας καὶ τὰς βασιλικὰς προσόδους ἐπισυμβαινόντων καὶ τῆς τῶν ἐθίμων νομίμων κατὰ καιροὺς ἐναλλοιώσεως, οἰκείως τῇ πρὸς τοὺς ἑκάστοτε τῶν ἀστέρων συγκράσει.

πρὸς δὲ τὸ περιέχον μᾶλλον ξηρὸς ὢν καὶ εὐκίνητος διὰ τὴν πρὸς τὸν ἥλιον ἐγγύτητα καὶ τὸ τάχος τῆς ἀνακυκλήσεως πνευμάτων ἀτάκτων καὶ ὀξέων καὶ εὐμεταβόλων μάλιστα κινητικὸς ὑπάρχει, βροντῶν δὲ εἰκότως καὶ πρηστήρων καὶ χασμάτων καὶ σεισμῶν καὶ ἀστραπῶν ἀποτελεστικὸς τῆς τε διὰ τούτων ἐνίοτε περὶ τὰ τῶν ζῴων καὶ τῶν φυτῶν εὔχρηστα φθορᾶς ποιητικὸς [*](m 88) ὑδάτων τε καὶ ποταμῶν ἐν μὲν ταῖς δύσεσι στερητικός, ἐν δὲ ταῖς ἀνατολαῖς πληρωτικός.

[*](1 ἔτι βγ ἐν α τοῖς εὐχρήστως ζῴοις καὶ τοῖς τ. γ. καρποῖς α 4 ὡς ἂν Boll ὡς ἄνει V ὁσανεὶ Υ ᾧ ἂν Σβγ 5 ἰδίως δέ ἐστι V βγ Heph. ἐστὶ δὲ πάντων α 8 λῃστρικῶν V 9 δυσπλοίας V βγ Procl. Heph. δυσπνοίας α 10 κακοποιοῦντας V συσχημ. D Mγ σχηματισμοῖς α σχηματισμοὺς V 11 ἀμφημερινῶν YC (ex ἀφ.) Procl. ἀφημερινῶν ΣβΑ 14 βασιλικὰς Vα Heph. ἱερατικὰς βγ προσόδους VaS Heph. παρόδους DM γ 15 ἐναλλ. VY Heph. ἀλλοιώσεως Σβγ 16 οἰκείως αDγ οἰκείας VMS τοὺς V βγ αὐτοὺς α 18 τὴν] τὴν] VY πρὸς om. V 19 ἀνακυκλήσεως β Heph. ’wuxvxla’muog α ἀνακλήσεως Vγ Co 25 ἐν—πληρωτικός om. Y ἀνατολαῖς 0111. V (parv. spat. rel.))
90

ἰδίως μὲν οὖν τῆς οἰκείας φύσεως ἐπιτυχὼν ἕκαστος τὰ τοιαῦτα ἀποτελεῖ, συγκιρνάμενος δὲ ἄλλος ἄλλῳ κατά [*](c 23) τε τοὺς συσχηματισμοὺς καὶ τὰς τῶν ζῳδίων ἐναλλοιώσεις καὶ τὰς πρὸς ἥλιον φάσεις ἀναλόγως τε καὶ τὴν ἐν τοῖς ἐνεργήμασι σύγκρασιν λαμβάνων μεμιγμένην ἐκ τῶν κεκοινωνηκυιῶν φύσεων τὴν περὶ τὸ ἀποτελούμενον ἰδιοτροπίαν ποικίλην οὖσαν ἀπεργάζεται.

ἀπείρου δὲ ὄντος καὶ ἀδυνάτου καθ’ ἑκάστην σύγκρασιν τὸ ἴδιον ὑπομνηματίζειν ἀποτέλεσμα καὶ πάντας ἁπλῶς τοὺς καθ’ ὁποιονδήποτε τρόπον σχηματισμοὺς διεξελθεῖν οὕτως γε πολυμερῶς νοουμένους, εἰκότως ἂν καταλειφθείη τὸ τοιοῦτον εἶδος τῇ τοῦ μαθηματικοῦ πρὸς τὰς κατὰ μέρος διακρίσεις ἐπιβολῇ καὶ ἐπινοίᾳ.