Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

δίσωμα δέ ἐστι τὰ τοῖς στερεοῖς ἑπόμενα Δίδυμοι, Παρθένος, Τοξότης, Ἰχθύες διὰ τὸ μεταξὺ εἶναι τῶν στερεῶν καὶ τροπικῶν καὶ ἰσημερινῶν καὶ ὥσπερ κεκοινωνηκέναι κατά τε τὰ τέλη καὶ κατὰ τὰς ἀρχὰς τῆς τῶν δύο καταστημάτων φυσικῆς ἰδιοτροπίας.

Πάλιν δὲ ὡσαύτως μὲν τῶν δωδεκατημορίων ἀπένειμαν τῇ φύσει τῇ ἀρρενικῇ καὶ ἡμερινῇ, ἓξ δὲ τῇ θηλυκῇ καὶ νυκτερινῇ. καὶ ἡ μὲν τάξις αὐτοῖς ἐδόθη παρ’ ἓν διὰ τὸ συνεζεῦχθαι καὶ ἐγγὺς ἀεὶ τυγχάνειν τὴν ἡμέραν [*](m 33) τῇ νυκτὶ καὶ τὸ θῆλυ τῷ ἄρρενι.

τῆς δὲ ἀρχῆς ἀπὸ τοῦ Κριοῦ δι’ ἃς εἴπομεν αἰτίας λαμβανομένης, ὡσαύτως δὲ καὶ τοῦ ἄρρενος ἄρχοντος καὶ πρωτεύοντος, ἐπειδὴ καὶ τὸ ποιητικὸν ἀεὶ τοῦ παθητικοῦ πρῶτόν ἐστι τῇ δυνάμει, τὸ μὲν τοῦ Κριοῦ δωδεκατημόριον καὶ ἔτι τὸ τῶν Χηλῶν ἀρρενικά τε ἔδοξε καὶ ἡμερινά, ἐπειδήπερ ὁ ἰσημερινὸς κύκλος δι’ αὐτῶν γραφόμενος τὴν πρώτην καὶ ἰσχυροτάτην τῶν ὅλων φορὰν ἀποτελεῖ, τὰ δὲ ἐφεξῆς αὐτῶν ἀκολούθως τῇ παρ’ ἓν ὡς ἔφαμεν τάξει.