Syntaxis mathematica

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei Opera quae exstant omnia, Volume 1, Part 1-2. Heiberg, J.L., editor. Leipzig: Teubner, 1898-1903.

Τάδε ἔνεστιν ἐν τῷ θ΄ τῶν Πτολεμαίου μαθηματικῶν·

α΄. Περὶ τῆς τάξεως τῶν σφαιρῶν ἡλίου καὶ σελήνης καὶ τῶν ε πλανωμένων.

β΄. περὶ τῆς κατὰ τὰς ὑποθέσεις τῶν πλανωμένων προθέσεως.

γ΄. περὶ τῶν περιοδικῶν ἀποκαταστάσεων τῶν ε πλανωμένων.

δ΄. κανόνες μέσων κινήσεων μήκους τε καὶ ἀνωμαλίας τῶν ε πλανωμένων.

ε΄. προλαμβανόμενα εἰς τὰς ὑποθέσεις αὐτῶν.

ϛ΄. περὶ τοῦ τρόπου καὶ τῆς διαφορᾶς τῶν ὑποθέσεων.

ζ΄. ἀπόδειξις τοῦ ἀπογείου τοῦ τοῦ Ἑρμοῦ ἀστέρος καὶ τῆς μεταπτώσεως αὐτοῦ.

η΄. ὅτι δὶς καὶ ὁ τοῦ Ἑρμοῦ ἀστὴρ περιγειότατος ἐν τῷ ἑνὶ κύκλῳ γίνεται.

θʹ. περὶ τοῦ λόγου καὶ τῆς πηλικότητος τῶν ἀνωμαλιῶν αὐτοῦ.

[*](1. Θ΄] om ABCD, βιβλίον Θ΄ D3. 2. Τάδε — μαθη- ματικῶν] om. D. τῶν] τῆς B. μαθηματικῶν] μαθηματικῆς συντάξεως B. 3. α΄ et ceteros numeros om. CD. Περί — p. 206, 3 κινήσεων] mg. D. 6. προσθέσεως B, προθέως, D.)[*](7. ἀποκαταστάσεων] -εων recisa in D. 10. πλανωμένων] ἀστέρων A. 11 παραλαμβανόμενα B. τάς] supra scr. D.)[*](13. ἀπογίου A. ἀστέγος D. 15. ὁ] om. D. περιγειό- τατον C. 17. τοῦ] om. C.)
206

ι΄. περὶ τῆς διορθώσεως τῶν περιοδικῶν αὐτοῦ κινήσεων.

ια΄. περὶ τῆς ἐποχῆς τῶν περιοδικῶν αὐτοῦ κινήσεων.

α΄. Περὶ τῆς τάξεως τῶν σφαιρῶν ἡλίου καὶ σελήνης καὶ τῶν ε πλανωμένων.

Ὅσα μὲν δὴ καὶ περὶ τῶν ἀπλανῶν ἀστέρων ἄν τις ὡς ἐν κεφαλαίοις ὑπομνηματίσαιτο, καθʼ ὅσην τὰ μέχρι νῦν φαινόμενα προκοπὴν καταλήψεως ὑποβάλλει, σχεδὸν ταῦτʼ ἂν εἴη· λειπούσης δὲ εἰς τήνδε τὴν σύνταξιν τῆς τῶν ε πλανωμένων πραγματείας ποιησόμεθα τὴν περὶ αὐτῶν ἔκθεσιν ἕνεκεν τοῦ μὴ ταυτολογεῖν κατὰ τὸ κοινόν, ἐφʼ ὅσον ἐνδέχεται, τῶν ἐφόδων ἑκάστας ἐπισυνάπτοντες.

πρῶτον δὴ περὶ τῆς τάξεως τῶν σφαιρῶν αὐτῶν, αἵτινες καὶ αὐταὶ τὰς θέσεις ἔχουσιν ὡς περὶ τοὺς τοῦ λοξοῦ καὶ διὰ μέσων τῶν ζῳδίων κύκλου πόλους, τὸ μὲν πάσας τε περιγειοτέρας μὲν εἶναι τῆς τῶν ἀπλανῶν, ἀπογειοτέρας δὲ τῆς σεληνιακῆς, καὶ τὸ τὰς τρεῖς τήν τε τοῦ τοῦ Κρόνου μείζονα οὖσαν καὶ τὴν τοῦ τοῦ Διὸς ὡς ἐπὶ τὰ περιγειότερα δευτέραν καὶ τὴν τοῦ τοῦ Ἄρεως ὑπʼ ἐκείνην ἀπογειοτέρας εἶναι τῶν τε λοιπῶν καὶ τῆς τοῦ ἡλίου σχεδὸν παρὰ πᾶσι [*](4. Θ add. B. α΄] A, om. BCD. τῶν σφαιρῶν τάξεως D.) [*](5. Θ add C. 7. ὅσην] corr. D. 10. πραγματίας D, corr. D2.) [*](13. ἐπισυνάπτοντας CD, corr CD2. 14. δή] corr ex δέ D2.) [*](περί] περ C. 15. αἵτινες] -ες in ras. D. τάς] supra scr. D3.) [*](τούς] -ού- corr C. 16. τοῦ] του C. ξολοῦ C. 19 τε] D, γε ABC. τοῦ τοῦ τοῦ D. 20 τοῦ (pr.)] corr. ex τό D.) [*](τοῦ (alt.)] addidi, om. ABCD 21. τοῦ τοῦ] scripsi, τοῦ ABCD. ἀπογειοτέρας] -ας corr. D2.)

207
τοῖς πρώτοις μαθηματικοῖς ὁρῶμεν συμπεφωνημένα, τὴν δὲ τοῦ τῆς Ἀφροδίτης καὶ τὴν τοῦ τοῦ Ἑρμοῦ παρὰ μὲν τοῖς παλαιοτέροις ὑποκάτω τιθεμένας τῆς ἡλιακῆς, παρὰ δὲ ἐνίοις τῶν μετὰ ταῦτα καὶ αὐτὰς ὑπερτιθεμένας ἕνεκεν τοῦ μηδʼ ὑπʼ αὐτῶν ἐπεσκοτῆσθαί ποτε τὸν ἥλιον. ἡμῖν δʼ ἡ μὲν τοιαύτη κρίσις ἀβέβαιον ἔχειν δοκεῖ τῷ δύνασθαί τινας εἶναι μὲν ὑπὸ τὸν ἥλιον, μηκέτι δὲ πάντως καὶ ἔν τινι τῶν διʼ αὐτοῦ καὶ τῆς ὄψεως ἡμῶν ἐπιπέδῳ, ἀλλʼ ἐν ἄλλῳ, καὶ διὰ τοῦτο μὴ φαίνεσθαι ἐπιπροσθοῦντας αὐτῷ, καθάπερ καὶ ἐπὶ τῶν τῆς σελήνης συνοδικῶν ὑποδρομῶν τὰ πλεῖστα οὐ γίνονται ἐπισκοτήσεις.

μὴ δυναμένης δὲ μηδὲ κατʼ ἄλλον τρόπον τῆς τοιαύτης καταλήψεως προχωρεῖν διὰ τὸ μηδένα τῶν ἀστέρων ποιεῖσθαί τινα παράλλαξιν αἰσθητήν, ἀφʼ οὗ μόνου φαινομένου τὰ ἀποστήματα λαμβάνεται, πιθανωτέρα μᾶλλον ἡ τῶν παλαιοτέρων τάξις καταφαίνεται χωρίζουσα φυσικώτερον μέσῳ τῷ ἡλίῳ τοὺς πᾶσαν διάστασιν ἀφισταμένους αὐτοῦ τῶν μὴ οὕτως ἐχόντων, ἀλλὰ περὶ αὐτὸν ἀεὶ φερομένων, ἐφʼ ὅσον γε μὴ τοσοῦτον ἀφίστησιν αὐτοὺς ἐπὶ τὸ περιγειότερον, ὅσον ἀξιόλογόν τινα παράλλαξιν ἀπεργάσασθαι δυνήσεται.

[*](1. μαθητικοῖς D, corr. D2. συμπεφωνημένα] pr. μ in ras. A. 2 τοῦ τοῦ] AB, τοῦ CD. Ἑρμοῦ] Ἑ- corr ex τ in scrib. C. 4. δέ] corr ex δʼ D2. 5. Ante τοῦ ras 3 litt D.)[*](μηδʼ] -η- ins. D. 6 ἡμῖν δʼ] supra scr. D2. postea add. ἡ μέν D2. 7. τῷ] corr. ex τό D2. 8. τῶν] -ῶν in ras. D2.)[*](16. πειθανωτέρα D, corr D2. 20. φερομένων B. μή] -ή in ras. D. 22. δυνήσηται C.)
208

β΄. Περὶ τῆς κατὰ τὰς ὑποθέσεις τῶν πλανωμένων προθέσεως.

Τὸ μὲν οὖν κατὰ τὰς τάξεις τῶν σφαιρῶν τοιοῦτον ἂν εἴη· προκειμένου δʼ ἡμῖν τοῦ καὶ ἐπὶ τῶν ε πλανωμένων ἀστέρων ὥσπερ ἐφʼ ἡλίου καὶ σελήνης τὰς φαινομένας αὐτῶν ἀνωμαλίας πάσας ἀποδεῖξαι διʼ ὁμαλῶν καὶ ἐγκυκλίων κινήσεων ἀποτελουμένας, τούτων μὲν οἰκείων ὄντων τῇ φύσει τῶν θείων, ἀταξίας δὲ καὶ ἀνομοιότητος ἀλλοτρίων, μέγα μὲν ἡγεῖσθαι προσήκει τὸ κατὰ τὴν τοιαύτην πρόθεσιν κατόρθωμα καὶ τέλος ὡς ἀληθῶς τῆς ἐν φιλοσοφίᾳ μαθηματικῆς θεωρίας, δύσκολον δὲ διὰ πολλὰ καὶ εἰκότως ὑπὸ μηδενός πω πρότερον κατωρθωμένον· ἐπί τε γὰρ τῶν περὶ τὰς περιοδικὰς ἑκάστου κινήσεις ἐπισκέψεων τοῦ κατὰ τὰς συγκρινομένας τηρήσεις ὑπὸ τῆς ὄψεως παραθεωρηθῆναι πρὸς τὸ λεπτομερὲς δυναμένου τάχιον μὲν αἰσθητὴν ποιοῦντος κατὰ τὸν ἐφεξῆς χρόνον διαφοράν, ὅταν ἐπʼ ἐλάττονος διαστάσεως ᾖ ἐξητασμένον, βράδιον δʼ, ὅταν ἀπὸ πλείονος, ὁ χρόνος, ἀφʼ οὗ τῶν πλανωμένων τηρήσεις ἔχομεν ἀναγεγραμμένας, βραχὺς ὢν ὡς πρὸς μεγάλην οὕτω κατάληψιν τὴν ἐπὶ τὸν μακρῷ πολλαπλασίονα χρόνον πρόρρησιν ἀβέβαιον παρασκευάζει, ἐπί τε τῆς τῶν ἀνωμαλιῶν ἐπισκέψεως οὐ μικρὸν ἐμποιεῖ θόρυβον τό τε δύο καθʼ ἕκαστον αὐτῶν φαίνεσθαι γινομένας ἀνωμαλίας καὶ ταύτας ἀνίσους μὲν καὶ τοῖς [*](1. βʹ] om. D. 4. δʼ] δέ D. 5. τάς] -άς in ras. D.) [*](6. φαινομένας] -ας in ras D 15. παρατηρηθῆναι D. 16. δυναμέμου] μὴ δυναμένου D. τάχειον C. 17 ποιοῦν D, corr D2. ἐπʼ] ἀπό D. 18. βράδειον D, corr. D2; et simi- liter saepe. δʼ] δέ D. 19. ἀφʼ οὗ] corr ex αὐτοῦ C2.) [*](21. οὕτω] -ω corr. B. κατάλημψιν D, μ eras.)

209
μεγέθεσιν καὶ τοῖς τῶν ἀποκαταστάσεων χρόνοις, ὧν ἡ μὲν πρὸς τὸν ἥλιον, ἡ δὲ πρὸς τὰ τοῦ ζῳδιακοῦ μέρη λόγον ἔχουσα θεωρεῖται, μεμιγμένας δὲ διὰ παντὸς ἀμφοτέρας, ὡς τὸ καθʼ ἑκατέραν ἴδιον δυσδιάκριτον ἐντεῦθεν ὑπάρχει, καὶ τὸ τὰς πλείστας τῶν παλαιῶν τηρήσεων ἀνεπιστάτως ἅμα καὶ ὁλοσχερῶς ἀναγεγράφθαι· αἵ τε γὰρ συνεχέστεραι αὐτῶν στηριγμοὺς περιέχουσι καὶ φάσεις, ἑκατέρου δὲ τούτων τῶν ἰδιωμάτων οὔκ ἐστιν ἀδίστακτος ἡ κατάληψις, τῶν μὲν στηριγμῶν μὴ δυναμένων τὸν ἀκριβῆ χρόνον ἐμφανίσαι κατὰ πολλὰς ἡμέρας τῆς τοπικῆς μεταβάσεως ἀνεπαισθήτου γινομένης καὶ πρότερον καὶ ὕστερον αὐτοῦ τοῦ στηριγμοῦ, τῶν δὲ φάσεων μὴ μόνον τοὺς τόπους εὐθὺς συναφανιζουσῶν τοῖς τὸ πρῶτον ἢ τὸ ἔσχατον ὀφθεῖσιν, ἀλλὰ καὶ κατὰ τοὺς χρόνους διαμαρτηθῆναι δυναμένων καὶ τῆς διαφορᾶς ἕνεκεν τῶν ἀέρων καὶ τῆς ὄψεως τῶν παρατηρούντων· καθόλου τε αἱ πρός τινα τῶν ἀπλανῶν ἀστέρων ἐκ διαστήματος μακροτέρου γινόμεναι παρατηρήσεις, ἐὰν μή τις πάντων ἕνεκεν διορατικῶς τε καὶ ἐπιστημονικῶς αὐταῖς προσέχῃ, δυσεπιλόγιστον καὶ στοχαστικὴν ἔχουσι τὴν πηλικότητα τῆς καταμετρήσεως οὐ μόνον διὰ τὸ τὰς μεταξὺ τῶν τηρουμένων ἀστέρων γραμμὰς διαφόρους γωνίας πρὸς τὸν διὰ μέσων τῶν ζῳδίων ποιεῖν καὶ μὴ πάντως ὀρθάς, ὅθεν εἰκὸς πολλὴν παρακολουθεῖν πλάνην διὰ τὸτροπον [*](1. μεγέθεσιν] -ν eras. D. 2. ?? mg. A. 4. δύσκριτον D, corr. D2. 5. ἐντεῦθεν] ante τ eras. σ C. πλείστας] D, om. ABC. 6 ἀναγεγράφθαι] -φθαι in ras. D. 7. αἵ] corr ex εἰ D. 11 πολλάς] in ras D, mg ἀλλαχοῦ κατὰ πολλὰς γρ. D2. τῆς τοπικῆς] corr ex τῆς τροπικῆς D, τῆς τοπικῆς supra scr D2. 16 διαφορᾶς] -ο- in ras A. 19 τις] corr. ex τῆς A. 21 εἰκαστικήν D. 25. διά] -ι- in ras. C. ζῳδίων] ζῳδίων κύκλον D. 25. εἰκότως D.)
210
τῆς ἐγκλίσεως τοῦ ζῳδιακοῦ περὶ τὴν διάκρισιν τῆς τε κατὰ μῆκος καὶ τῆς κατὰ πλάτος ἐποχῆς, ἀλλὰ καὶ διὰ τὸ τὰς διαστάσεις τὰς αὐτὰς πρὸς μὲν τοῖς ὁρίζουσι μείζονας ταῖς ὄψεσιν φαίνεσθαι, πρὸς δὲ ταῖς μεσουρανήσεσιν ἐλάσσονας, καὶ διὰ τοῦτο δηλονότι ποτὲ μὲν ὡς μείζονας, ποτὲ δὲ ὡς ἐλάττονας τοῦ ὑποκειμένου τῷ ὄντι διαστήματος καταμετρηθῆναι δύνασθαι. ὅθεν καὶ τὸν Ἵπαρχον ἡγοῦμαι φιλαληθέστατον γενόμενον διά τε ταῦτα πάντα καὶ μάλιστα διὰ τὸ μήπω τοσαύτας ἄνωθεν ἀφορμὰς ἀκριβῶν τηρήσεων εἰληφέναι, ὅσας αὐτὸς ἡμῖν παρέσχεν, τὰς μὲν τοῦ ἡλίου καὶ τῆς σελήνης ὑποθέσεις καὶ ζητῆσαι καί, ὡς ἐνῆν γε, ἀποδεῖξαι πάσῃ μηχανῇ διʼ ὁμαλῶν καὶ ἐγκυκλίων κινήσεων ἀποτελουμένας, ταῖς δὲ τῶν ε πλανωμένων διά γε τῶν εἰς ἡμᾶς ἐληλυθότων ὑπομνημάτων μηδὲ τὴν ἀρχὴν ἐπιβάλλειν, μόνον δὲ τὰς τηρήσεις αὐτῶν ἐπὶ τὸ χρησιμώτερον συντάξαι καὶ δεῖξαι διʼ αὐτῶν ἀνομόλογα τὰ φαινόμενα ταῖς τῶν τότε μαθηματικῶν ὑποθέσεσιν. οὐ γὰρ μόνον ᾤετο δεῖν, ὡς ἔοικεν, ἀποφήνασθαι, διότι διπλῆν ἕκαστος αὐτῶν ποιεῖται τὴν ἀνωμαλίαν, ἢ ὅτι καθʼ ἕκαστον ἄνισοι καὶ τηλικαῦται γίνονται προηγήσεις, τῶν γε ἄλλων μαθηματικῶν ὡς περὶ μιᾶς καὶ τῆς αὐτῆς ἀνωμαλίας τε καὶ προηγήσεως τὰς διὰ τῶν γραμμῶν ἀποδείξεις ποιησαμένων, οὐδʼ ὅτι ταύτας ἤτοι διʼ ἐκκέντρων κύκλων ἢ διʼ ὁμοκέντρων μὲν τῷ ζῳδιακῷ, [*](2. ἀποχῆς D. 3. διά] om. D. 4. ὄψεσι BD. 5 ἐλάτ- τονας D. 9. λεγόμενον ταῦτα] om. D. 11. παρέσχεν] -ν eras. D. 14. ε] corr ex ἐμ- D. 16 ἐπιβάλλειν] alt. λ del. A1. 17 καὶ δεῖξαι] supra scr. D. 18 ἀν |ομόλογα D, ἀνο| μόλογα D2. 20. δεῖν, ὡς] corr ex δεινῶς D2. 22. Ad προηγήσεις adscr. ἀποκαταστάσεις D. 25. διά D.)
211
ἐπικύκλους δὲ περιφερόντων, ἢ καὶ νὴ Δία κατὰ τὸ συναμφότερον ἀποτελεῖσθαι συμβέβηκεν τῆς μὲν ζῳδιακῆς ἀνωμαλίας οὔσης τηλικαύτης, τῆς δὲ πρὸς τὸν ἥλιον τοσαύτης· τούτοις γὰρ ἐπιβεβλήκασι μὲν σχεδόν, ὅσοι διὰ τῆς καλουμένης αἰωνίου κανονοποιίας τὴν ὁμαλὴν καὶ ἐγκύκλιον κίνησιν ἠθέλησαν ἐνδείξασθαι, διεψευσμένως δʼ ἅμα καὶ ἀναποδείκτως, οἱ μὲν μηδʼ ὅλως, οἱ δʼ ἐπὶ ποσὸν ἀκολουθήσαντες τῷ προκειμένῳ· ἐλογίσατο δέ, ὅτι τῷ μέχρι τοσαύτης ἀκριβείας τε καὶ φιλαληθείας προελθόντι διʼ ὅλων τῶν μαθημάτων οὐκ ἀπαρκέσει μέχρι τῶν τοσούτων στῆναι, καθάπερ τοῖς ἄλλοις οὐ διήνεγκεν, ἀλλʼ ἀναγκαῖον ἂν εἴη τῷ μέλλοντι πείσειν ἑαυτόν τε καὶ τούς ἐντευξομένους ἑκατέρας τε τῶν ἀνωμαλιῶν τὴν πηλικότητα καὶ τὰς περιόδους διὰ φαινομένων ἐναργῶν καὶ ὁμολογουμένων ἀποδεῖξαι καὶ μίξαντι πάλιν ἀμφοτέρας τήν τε θέσιν καὶ τὴν τάξιν τῶν κύκλων, διʼ ὧν αὗται γίνονται, καὶ τὸν τρόπον τῆς κινήσεως αὐτῶν ἀνευρεῖν σχεδόν τε πάντα λοιπὸν ἐφαρμόσαι τὰ φαινόμενα τῇ τῆς ὑποθέσεως τῶν κύκλων Ἰδιοτροπίᾳ· τοῦτο δʼ οἶμαι καὶ αὐτῷ δύσκολον κατεφαίνετο. ταῦτα δʼ εἴπομεν οὐκ ἐνδείξεως ἕνεκεν, ἀλλʼ ὅπως, ἐὰν ὑπʼ αὐτοῦ τοῦ πράγματος ἀναγκαζώμεθά που ἤτοι καταχρήσασθαί τινι παρὰ τὸν λόγον, ὡς ὅταν φέρʼ εἰπεῖν ὡς ἐπὶ ψιλῶν τῶν ἐν ταῖς σφαίραις αὐτῶν γραφομένων ὑπὸ τῆς [*](1. φερόντων D. κατὰ τό] corr. ex τὸ κατά C2. 2. συμ- βέβηκεν] -ν eras D. 8. δʼ| δέ D 10. διʼ] corr ex δ A.) [*](11. ἐπαρκέσει D. 12. διήνεγκεν] -ι- corr D2. ἀλλά D.) [*](13. τε] om D. 14. καί] bis C. 16 μίξαντι] -ί- in ras 2 litt D2. 17. τάξιν] -ξ- in ras D2, τάξιν supra scr. D2.) [*](21. δʼ| mut in δή D. 22 ἀλλʼ ὅ-] in ras A. 23. κατα- χρῆσθαι D. τισι D. 24 τόν] τό C. φέρε D. ὡς (alt.)] om. D.)
212
κινήσεως κύκλων καὶ ὡς κατὰ τὸ αὐτὸ ἐπίπεδον ὄντων τῷ διὰ μέσων τῶν ζῳδίων διὰ τὸ εὐπαρακολούθητον τὰς ἀποδείξεις ποιώμεθα, ἢ ὑποτίθεσθαί τινα πρῶτα μὴ ἀπὸ φαινομένης ἀρχῆς, ἀλλὰ κατὰ τὴν συνεχῆ διάπειραν καὶ ἐφαρμογὴν εἰληφότα τὴν κατάληψιν, ἢ μὴ ἐπὶ πάντων τὸν αὐτὸν καὶ ἀπαράλλακτον τρόπον τῆς κινήσεως ἢ τῆς ἐγκλίσεως τῶν κύκλων ὑποτίθεσθαι, συγχωρῶμεν εἰδότες, ὅτι οὔτε τὸ καταχρήσασθαί τινι τῶν τοιούτων, ἐφʼ ὅσον οὐδεμία παρὰ τοῦτο μέλλει παρακολουθεῖν ἀξιόλογος διαφορά, βλάψει τι τὸ προκείμενον, οὔτε τὰ ἀναποδείκτως ὑποτιθέμενα, ἐὰν ἅπαξ σύμφωνα τοῖς φαινομένοις καταλαμβάνηται, χωρὶς ὁδοῦ τινος καὶ ἐπιστάσεως εὑρῆσθαι δύναται, κἂν δυσέκθετος ᾖ ὁ τρόπος αὐτῶν τῆς καταλήψεως, ἐπειδὴ καὶ καθόλου τῶν πρώτων ἀρχῶν ἢ οὐδὲν ἢ δυσερμήνευτον φύσει τὸ αἴτιον, οὔτε τὸ διενεγκεῖν που τὸν τρόπον τῆς ὑποθέσεως τῶν κύκλων θαυμαστὸν ἂν καὶ ἄλογον εἰκότως τις ἡγοῖτο καὶ τῶν περὶ αὐτοὺς τοὺς ἀστέρας φαινομένων ἀνομοίων καταλαμβανομένων, ὅταν γε μετὰ τοῦ κατὰ πάντων ἀπλῶς τὴν ὁμαλὴν καὶ ἐγκύκλιον κίνησιν διασώζεσθαι καὶ τῶν φαινομένων ἕκαστα κατὰ τὸ κυριώτερον καὶ καθολικώτερον τῆς τῶν ὑποθέσεων ὁμοιότητος ἀποδεικνύηται.

[*](5. μή] post μ ras 1. litt. D. 6. τῶν αὐτῶν C, sed corr.)[*](8. συγχωρῶμεν] D, συγχωροῦμεν ABC. 9. ὅσων C. 10 τό] add D2. 13 καί] bis A. δύναται] D, δύνηται ABC 14. ᾖ] corr ex ἦν D2. 15 ἤ (pr.)] om. D. 16 τὸ διενεγκεῖν] corr ex αὐτῶν ἐνεγκεῖν D2, mg. κείμενον. οὔτε τὸ διενεγκεῖν που τὸν τρόπον τῆς ὑπὸ τῶν κύκλων D2. τόν] add. C2.)[*](17. ἄλογον] -ν add supra ras D2. 18. ἡγοῖτο] -οι- in ras. D2.)[*](21. κατὰ τό] supra scr. C2. 22 κυριώτερον] supra scr. D2, κυριώτατον D, om. C. καί] om. C. 23. ἀποδείκνυται D; post υ ras. est.)
213

συγκεχρήμεθα μέντοι τῶν τηρήσεων πρὸς τὰς καθʼ ἕκαστον ἀποδείξεις ταῖς ἀδιστάκτοις εἶναι μάλιστα δυναμέναις, τουτέστι ταῖς τε κατὰ κόλλησιν ἢ μέγαν συνεγγισμὸν ἀστέρων ἢ καὶ τῆς σελήνης παρατετηρημέναις, καὶ μάλιστα ταῖς διὰ τῶν ἀστρολάβων ὀργάνων κατειλημμέναις εὐθυνομένης ὥσπερ τῆς ὄψεως διὰ τῶν ἐν τοῖς κύκλοις διαμέτρων ὀπῶν καὶ τά τʼ ἴσα διαστήματα πανταχόσε διʼ ὁμοίων περιφερειῶν ὁρώσης καὶ τὰς πρὸς τὸν διὰ μέσων ἑκάστου παρόδους κατά τε μῆκος καὶ πλάτος ἀκριβῶς κατανοεῖν δυναμένης διὰ τῆς πρὸς τὰ τηρούμενα παραφορᾶς τοῦ τε κατὰ τὸν ζῳδιακὸν ἐν τῷ ἀστρολάβῳ κύκλου καὶ τῶν κατὰ τοὺς διὰ τῶν πόλων αὐτοῦ κύκλους διαμέτρων ὀπῶν.

γ΄. Περὶ τῶν περιοδικῶν ἀποκαταστάσεων τῶν πέντε πλανωμένων.

Τούτων τοίνυν οὕτω προδιειλημμένων ἐκθησόμεθα πρῶτον τὰς ἐπιλελογισμένας ὑπὸ τοῦ Ἱπάρχου περιοδικὰς καὶ ἐλαχίστας ἑκάστου τῶν ε πλανωμένων ἔγγιστα συναποκαταστάσεις διορθώσεως μὲν ὑφʼ ἡμῶν τετευχυίας ἐκ τῆς μετὰ τὰς τῶν ἀνωμαλιῶν ἀποδείξεις ἀναφανείσης τῶν ἐποχῶν συγκρίσεως, ὡς ἐκεῖ δῆλον ποιήσομεν, προτασσομένας δʼ ἡμῖν ἕνεκεν τοῦ πρὸς τοὺς τῶν ἀνωμαλιῶν ἐπιλογισμοὺς προχείρως ἐκκείμενα [*](1. καθʼ] καθʼ ἕν D, καθʼ ἕνα D2, mg. γρ. πρὸς τὰς καθʼ ἕκαστον D2. 2 ταῖς] τάς BC. 6. κατειλημέναις B. 7. τʼ] om. D. 8. πανταχόσε] πανταχοῦ γε D, γρ. πανταχόσε mg. D2.) [*](10. δυναμένης] -α- ins. C2, -ης corr. D2. 13. διά] τῶν διά D. 14. γ΄] om. D. 15. πέντε] ε B. 16. οὕτως D.) [*](προειλημμένων A. 17. ἐπιλογισμένας D, corr. D2. 19. τε- τυχηκυίας D. 20 ἀνωμαλιῶν] -ι- ins. D2. 23. προχείρως] seq. ras. 1 + 3 litt. A.)

214
ἔχειν τὰ κατὰ μέρος ἑκάστου μέσα κινήματα μήκους τε καὶ ἀνωμαλίας οὐδενὸς ἐνταῦθα διοίσοντος ἀξιολόγου, κἂν ὁλοσχερέστερόν τις ταῖς μέσαις παρόδοις συγχρήσηται. ἀκουστέον δὲ καθόλου μήκους μὲν κίνησιν τὴν τοῦ κέντρου τοῦ ἐπικύκλου περὶ τὸν ἔκκεντρον, ἀνωμαλίαν δὲ τὴν τοῦ ἀστέρος περὶ τὸν ἐπίκυκλον.

τὰς μὲν τοίνυν νζ τοῦ τοῦ Κρόνου ἀνωμαλίας εὑρίσκομεν ἀπαρτιζομένας ἐν ἔτεσιν μὲν ἡλιακοῖς τοῖς καθʼ ἡμᾶς, τουτέστιν τοῖς ἀπὸ τροπῶν ἢ ἰσημεριῶν ἐπὶ τὰς αὐτάς, νθ καὶ ἔτι ἡμέρᾳ ᾱ καὶ U+2220΄ καὶ δ΄ ἔγγιστα, περιδρομαῖς δὲ τοῦ ἀστέρος δυσὶ καὶ μοίρᾳ ᾱ καὶ διμοίρῳ καὶ εἰκοστῷ, ἐπειδήπερ ἐπὶ τῶν ἀεὶ περικαταλαμβανομένων ὑπὸ τοῦ ἡλίου γ ἀστέρων τοσούτους ἀεὶ κύκλους ὁ ἥλιος διαπορεύεται ἐν τῷ ἀποκαταστατικῷ καθʼ ἕκαστον χρόνῳ, ὅσαι εἰσὶν ἄμα αἵ τε κατὰ τὸ μῆκος περιδρομαὶ τοῦ ἀστέρος καὶ αἱ τῆς ἀνωμαλίας ἀποκαταστάσεις συντεθεῖσαι· τὰς δὲ ξε τοῦ τοῦ Διὸς ἀνωμαλίας εὑρίσκομεν ἀπαρτιζομένας ἐν ἔτεσιν μὲν ἡλιακοῖς τοῖς ὁμοίως λαμβανομένοις οα λείπουσιν ἡμέραις δ καὶ U+2220΄ καὶ γ΄ καὶ ιε΄  ἔγγιστα, περιδρομαῖς δὲ τοῦ ἀστέρος τῶν ἀπὸ τροπῶν ἐπὶ τὰς αὐτὰς τροπὰς Ϛ [*](1. ἑκάστου] -σ- ins. postea A. 5. ἐπικύκ A, ἐπι?? BC τόν] τό C. ἔκκε A, ἐκ BC. 6. Fort. ἀνωμαλίας. ἐπίκυκ A, ἐπί?? BC. 7. τοῦ (pr.)] supra scr B. Mg. ?? D. 8. ἔτεσι BD.) [*](ἡλιακοῖς] -λ- corr ex δ A. 9. τουτέστι D, comp. B. ἤ] AB, om. CD. ἰσημεριῶν] D, ἰσημερινῶν ABCD2. 10. Ante νθ eras τάς D. 11. δέ] δὲ δηλονότι D. διμοίρῳ] Ιὸ B.) [*](12. εἰκοστῷ] κ΄ B. 14. ἀεί] om. D. 15. χρόνῳ] corr. ex χρόνον D. τό] om. D. 17. mg. D. 18. ἔτεσι B. μέν] om. D. 20. U+2220΄ κ D, corr. D2; mg. ἀλλαχοῦ οὕτ· ἡμέραις δ καὶ U+2220΄ καὶ γ et Δ΄ U+2220΄ γ΄ ς ι΄ ε΄ D2. 21. τῶν] ABCD, ταῖς Halma. τῶν — Ϛ] ins. D2 (Ϛ etiam a m. 1).)

215
λειπούσαις μοίραις δ U+2220΄ γ΄, τὰς δὲ λζ τοῦ τοῦ Ἄρεως ἀνωμαλίας ἐν ἔτεσιν μὲν ἡλιακοῖς τοῖς καθʼ ἡμᾶς οθ καὶ ἡμέραις γ καὶ Ϛ΄ καὶ κ΄ ἔγγιστα, περιδρομαῖς δὲ τοῦ ἀστέρος ταῖς ἀπὸ τροπῶν ἐπὶ τὰς αὐτὰς τροπὰς μβ καὶ μοίραις γ καὶ ϛ΄, τὰς δὲ τοῦ τῆς Ἀφροδίτης ε ἀνωμαλίας ἐν ἔτεσιν μὲν ἡλιακοῖς τοῖς καθʼ ἡμᾶς η λείπουσιν ἡμέραις β καὶ δ΄ καὶ κ΄ ἔγγιστα, περιδρομαῖς δὲ τοῦ ἀστέρος ταῖς ἰσαρίθμοις ταῖς τοῦ ἡλίου η λειπούσαις μοίραις β δ΄, τὰς δὲ τοῦ τοῦ Ἑρμοῦ ρμε ἀνωμαλίας ἐν ἔτεσιν μὲν τοῖς αὐτοῖς μϚ καὶ ἡμέρᾳ μιᾷ καὶ λ΄ ἔγγιστα, περιδρομαῖς δὲ ταῖς ἰσαρίθμοις τῷ ἡλίῳ πάλιν μϚ καὶ μοίρᾳ ᾱ.

ἀλλʼ ἐὰν ἀναλύσωμεν ἐφʼ ἑκάστου τὸν μὲν τῆς ἀποκαταστάσεως χρόνον εἰς ἡμέρας ἀκολούθως τῷ ὑφʼ ἡμῶν ἀποδεδειγμένῳ ἐνιαυσίῳ χρόνῳ, τὸ δὲ πλῆθος τῶν ἀνωμαλιῶν εἰς τὰς καθʼ ἕνα κύκλον μοίρας τξ, ἕξομεν ἐπὶ μὲν τοῦ τοῦ Κρόνου ἡμέρας μ αφνα ιη καὶ μοίρας ἀνωμαλίας μ φκ, ἐπὶ δὲ τοῦ τοῦ Διὸς [*](1. γ΄] corr. C. φ mg. D. τοῦ] om. B. 2. ἔτεσι D.) [*](3. κ΄] εἰκοστῶ seq. ras. 1 litt. D. 4. αὐτάς] bis A, corr. A4.) [*](τροπάς] om. D. 5. mg. D. 6. ἐν] ετν C. ἔτεσι BD.) [*](7. δ΄] ∠ AD, corr D. κ΄] corr ex κ D2. 8. ἰσαρίθμοις] ἰσαρίθ- ins A1. ταῖς (alt.)] addidi, om ABCD; possis etiam cor- rigere τῷ ἡλίῳ ut lin 12 τοῦ (alt.)] in ras. D, supra scr. D2.) [*](ἡλίου] comp BC, -ο- in ras. D. 9. δ΄] καὶ δ΄ D. ?? mg. D.) [*](Ἑρμοῦ ρμε] -οῦ ρ- corr ex ου D2, ρμε supra scr. D2, mg. ἀλλαχοῦ οὕτ τὰς δὲ τοῦ Ἑρμοῦ ρμε ἀνωμαλίας ἐν ἔτεσι μὲν τοῖς αὐτοῖς μϛ καὶ ἡμέρᾳ μιᾷ καὶ λ ἔγγιστα D2; post ρμε spatium 5 litt. D. 10. ἔτεσι BD. μϚ] -Ϛ in ras. D2. 16. τξ] seq. ras 1 litt. D, τξ — B. 17 μ] mut. in μ β D2. αφηα D, αφηα D2 Mg. ἀλλαχοῦ οὕτως· ἐπὶ μὲν τοῦ Κρόνου ἡμέρας μ αφνα ιη D2. 18. μ] mut. in μ β D2.)

216
ἡμέρας μὲν μ εϡκς λζ, μοίρας δὲ ἀνωμαλίας μ ζυ, ἐπὶ δὲ τοῦ τοῦ Ἄρεως ἡμέρας μὲν μ ηωνζ νγ, μοίρας δὲ ἀνωμαλίας μ γτκ, ἐπὶ δὲ τοῦ τῆς Ἀφροδίτης ἡμέρας μὲν βϡιθ μ, μοίρας δὲ ἀνωμαλίας αω, ἐπὶ δὲ τοῦ τοῦ Ἑρμοῦ ἡμέρας μὲν μ Ϛωβ κδ, μοίρας δὲ ἀνωμαλίας μ βσ.

ἐπιμερίσαντες οὖν καθʼ ἕκαστον οἰκείως τὸ πλῆθος τῶν τῆς ἀνωμαλίας μοιρῶν εἰς τὸ πλῆθος τῶν ἡμερῶν ἕξομεν ἀνωμαλίας ἡμερήσιον μέσον κίνημα Κρόνου μὲν μοίρας ο νζ ζ μγ μα μγ μ ἔγγιστα, Διὸς δὲ μοίρας Ο νδ θ β μϚ κϚ Ο, Ἄρεως δὲ μοίρας Ο κζ μα μ ιθ κ νη, Ἀφροδίτης δὲ μοίρας ο λϚ νθ κε νγ ια κη, Ἑρμοῦ δὲ μοίρας γ ϛ κδ Ϛ νθ λε ν.

[*](1. μ (utr.) mut. in μ β D2. εϡκζ] -ϡ- in ras. D2. Mg. ἀλλαχοῦ οὕτως· ἐπὶ δὲ τοῦ ?? ἡμέρας μὲν μ εϡκζ λζ μ δὲ ἀνω- μαλίας μξυ, ἐπὶ δὲ τοῦ ?? ἡμέρας μὲν ηωνζ μ δὲ ἀνωμαλίας μ γτκ, ἐπὶ δὲ τοῦ τῆς ἀφρο ?? μὲν β??ιθ μ μ δὲ ἀνωμαλίας αω, ἐπὶ δὲ τοῦ τοῦ ἑρμοῦ ?? μὲν Ϛ ωβ κδ μ δὲ ἀνωμαλίας μ βσ D2.)[*](ζυ] υ?? D, corr. D2. 2. τοῦ] om. C. μ] mut. in μ β D2. ηωνζ] η- in ras. D2.  3. μ] mut. in μ α D2.)[*](γτκ] corr. ex υτκ D2. 4 βϡιθ μ] βϡ (in ras. 3. litt.) ιθμ D.)[*](αω] α- in ras. D2. τοῦ (alt.)] supra scr. D2. 5. μ] μ B, mut. in μ α D2. Ϛωβ]  Ϛ- in ras. D. 6. μ] mut. in μ ε D2.)[*](βσ] β- in ras. D. 7 ?? mg. D. 9. ἡμερήσιον ἀνω- μαλίας D. 10. μ] seq. ras. 1 litt. D, mg. ἀλλαχοῦ μ Ϛ μόνον οὐχὶ με΄ D2. 11. μοίρας ο (pr.)] sic D, μ ο ABC, ut uulgo omnes. θ] in ras. D2. o (sec.)] ο A, ο B, ?? C. ὀ D, ο D2; similiter saepius. Ἄρεος A. 12. νθ] -θ in ras. D2, mg. ἀλλαχοῦ νθ D2.)
217

τούτων δὲ καθʼ ἕκαστον λαβόντες τὸ κδ΄ ἕξομεν ὡριαῖον ἀκωμαλίας μέσον κίνημα Κρόνου μὲν μοίρας β κβ μθ ιθ ιδ ιθ ῑ, Διὁς δὲ μοίρας Ο β ιε κβ λϛ νϚ ε, Ἄρεως δὲ μοίρας Ο ᾱ θ ιδ ῑ μη κβ κε, Ἀφροδίτης δὲ μοίρας Ο ᾱ λβ κη λδ μβ νη μ, Ἑρμοῦ δὲ μοίρας Ο ζ μϛ Ο ιζ κη νθ λε.

πάλιν τριακοντάκι μὲν ποιήσαντες τὰ ἡμερήσια ἑκάστου ἕξομεν ἀνωμαλίας μηνιαῖον μέσον κίνημα Κρόνου μὲν μοίρας κη λγ να ν να ν Ο, Διὸς δὲ μοίρας κζ δ λα κγ ιγ ΟΟ, Ἄρεως δὲ μοίρας ιγ ν ν θ μ κθ Ο, Ἀφροδίτης δὲ μοίρας ιη κθ μβ νϚ λε μδ Ο, Ἑρμοῦ δὲ μοίρας ??γ ιβ γ κθ μζ νε Ο.

πολυπλασιάσαντες δʼ ὁμοίως τὰ ἡμερήσια ἐπὶ τὰς τοῦ ἑνὸς Αἰγυπτιακοῦ ἐνιαυτοῦ ἡμέρας τξε ἕξομεν ἐνιαύσιον μέσον ἀνωμαλίας κίνημα Κρόνου μὲν μοίρας τμζ λβ Ο μη ν λη κ, Διὸς δὲ μοίρας τκθ κε ᾱ νβ κη ῑ Ο, Ἄρεως δὲ μοίρας ρξη κη λ ιζ μβ λβ ν, Ἀφροδίτης δὲ μοίρας σκε ᾱ λβ κη λδ λθ ιε, Ἑρμοῦ δὲ μοίρας ἐπουσίας νγ νϚ μβ λβ λβ νθ ῑ.

ὡσαύτως δὲ καὶ τῶν ἐνιαυσίων ἕκαστον ὀκτωκαιδεκάκι [*](1. δὲ καθʼ ἕκαστον] δʼ ἑκάστου D. κδ΄] B, κ΄ δ΄ AC, κδ D, κδ΄΄ D2; similiter saepius. 3. κβ (pr.)] supra scr D2, mg. ἀλλα ἀνωμαλίας ?? ο β΄ κβ΄ μθ΄ ιθ΄ ιδ΄ ιθ΄ ι΄ D2. ιδ] corr. ex ιθ in scrib. C. μοίρας ο] sic D, μ ο ABC. 5 μοίρας (alt.)] om. D. 9. Mg ἀλλαχοῦ Κρόνου μὲν μ κη λγ να΄ ν να΄ ν΄ ο D2.) [*](10 ν θ] corr. ex νθ D2. 11. ο] οο B, ο ο΄ C. 13. δʼ δέ D. 14. ἕξομεν] in ras minore D2. 16. ᾱ] uidetur cor- rectum ex Λ A. ο (alt.)] in ras. D2, mg ἀλλαχοῦ ου ῑ΄ Θ΄ ο΄ D2.) [*](17. δέ (pr.)] corr. in scrib. C. κη] in ras A1. 18. ᾱ] corr. ex Λ A. ἐπουσίαν μ D, ἐπουσίας μ D2. 20. καί] ins. D2. τῶν] om. B.)

218
ποιήσαντες ὥσπερ καὶ ἐπὶ τῆς τῶν φώτων κανονοποιίας ἕξομεν ὀκτωκαιδεκαετηρίδος Αἰγυπτιακῆς μέσην ἀνωμαλίας ἐπουσίαν Κρόνου μὲν μύρας ρλε λϚ ιδ λθ ια λ Ο, Διὸς δὲ μοίρας ρξθ λ λγ μδ κζ ΟΟ, Ἄρεως δὲ μοίρας ρνβ λγ ε ιη με να Ο, Ἀφροδίτης δὲ μοίρας κζ μδ λδ κγ μϚ λ, Ἑρμοῦ δὲ μοίρας σνα Ο με με νγ με Ο.

ἀκολούθως δὲ τούτοις καὶ τὰ κατὰ μῆκος μέσα κινήματα, ἵνα μὴ καὶ τὸ τῶν περιδρομῶν πλῆθος ἀναλύοντες εἰς μοίρας ἐπιμερίζωμεν εἰς τὸν ἐκκείμενον ἐφʼ ἑκάστου χρόνον, τοῦ μὲν τῆς Ἀφροδίτης καὶ τοῦ τοῦ Ἑρμοῦ δῆλον ὅτι τὰ αὐτὰ ἕξομεν τοῖς ἐπὶ τοῦ ἡλίου προεκτεθειμένοις, τῶν δὲ λοιπῶν γ ἀστέρων τὰ λείποντα τοῖς τῆς ἀνωμαλίας εἰς ἀναπλήρωσιν τῶν ἡλιακῶν καθʼ ἕκαστον οἰκείως τῶν ἀριθμῶν· καὶ διὰ ταῦτα ἕξομεν τῆς μὲν ἡμερησίου κατὰ μῆκος μέσης κινήσεως Κρόνου μὲν μοίρας Ο β Ο λγ λα κη να, Διὸς δὲ μοίρας Ο δ νθ ιδ κϚ μϚ λα, Ἄρεως δὲ Ο λα κϛ λϚ νγ να λγ· τῆς δὲ ὡριαίου Κρόνου μὲν [*](2. κανον |οποιίας A, κανονο |ποιίας A1. Αἰγυπτιακοῖς C, sed corr.; Αἰγυπτιακήν D, corr. D2. 4 λθ] λε BC; ἀλλαχοῦ ἀν τοῦ λθ΄ λε΄ mg D2. 5 με να] corr ex μενα D2. ο] add. in extr. lin. D2, initio sequentis ras. 1 litt. 6. ??] in ras. B. ??- D, ?? seq. ras. D2. μδ] supra scr D2; ἀφρο ?? μ ??ζ κζ μδ λδ κγ μϚ λ mg. D2. ο] ο in ras D2, supra fuit B D2; ἀλλαχοῦ β οὐχὶ Θ mg. D2. 7. ο] corr. ex Θ A. 11. χρόνον] -ν in ras A. μέν] ed. Basil., μὲν τοῦ ABCD 12. τοῦ (sec.)] om. BD, supra scr D τοῦ (tert.)] supra scr D2. 13. προεκτεθη- μένοις D, corr. D2. 17 ο β] οβ BCD, mg. ο β΄ D2. 18. ο] ο in ras. D, ο Λ΄ supra scr. D2, mg. ἀλλαχοῦ διὸς ?? μ ο Λ΄ D2.) [*](Ο δ] οδ B, et similiter saepe ιδ] ι- postea ins. D. 19. ο] AC, μ ο BD. δέ] δʼ BC. ὡριαίου] alt. ι postea ins. A.)

219
μοίρας Ο Ο ε ᾱ κγ μη μβ ζ λ, Διὸς δὲ μοίρας Ο Ο ιβ κη Ϛ Ϛ νϚ ιζ λ, Ἄρεως δὲ μοίρας Ο ᾱ νη λϛ λβ ιδ λθ· τῆς δὲ μηνιαίας Κρόνου μὲν μοῖραν ᾱ Ο ιϛ με μδ κε λ, Διὸς δὲ μοίρας β κθ λζ ιγ κγ ιε λ, Ἄρεως δὲ μοίρας ιε μγ ιη κϚ νε μϛ λ· τῆς δὲ ἐνιαυσίον Κρόνον μὲν μοίρας ιβ ιγ κγ νϚ λ λ ιε, Διὸς δὲ μοίρας λ κ κβ νβ νβ λη λε, Ἄρεως δὲ μοίρας ρ??α ις νδ κζ λη λε με· τῶν δὲ δεκαοκτὼ ἐτῶν Κρόνου μὲν μέσην κίνησιν μοίρας σ ᾱ ῑ νζ θ δ λ, Διὸς δʼ ἐπουσίαν μοίρας ρπϚ ϛ να να νγ λδ λ, Ἄρεως δʼ ἐπουσίαν μοίρας σγ δ κ ιζ λδ μγ λ.

τάξομεν οὖν πάλιν τῆς εὐχρηστίας ἕνεκεν ἑκάστου κατὰ τάξιν τῶν ἀστέρων κανόνας τῆς τῶν προκειμένων μέσων κινημάτων ἐπισυνθέσεως ἐπὶ στίχους μὲν ὁμοίως τοῖς ἄλλοις με, μέρη δὲ γ, ὧν τὰ μὲν πρῶτα περιέξει τὰς τῶν ὀκτωκαιδεκαετηρίδων ἐπισυνθέσεις, τὰ δὲ δεύτερα τάς τε ἐνιαυσίους καὶ τὰς ὡριαίας, τὰ δὲ τρίτα τάς τε μηνιαίας καὶ τὰς ἡμερησίας. καί εἰσιν οἱ κανόνες οὗτοι·

[*](1. μοίρας (alt.)] μοῖραι D. 2. κη] κ η D, κῆ supra scr. D2. Ο ᾱ] corr. ex οα D2. λβ] -β in ras D2, λ΄β supra scr. D2. λθ] λ΄η ν΄β λ΄ D. Mg. ἀλλαχοῦ ?? ?? μ ο ᾱ ιη λϚ λβ ιδ λθ καὶ μόνον D2. 3. ιϛ] -Ϛ e corr C. 6. μοίρας (pr.)]  μοῖραι D. κγ] κ- in ras D2. νϚ] ν- in ras. D2. λ (sec.)] corr. ex ε C. Mg ?? μὲν μ ιβ ιγ κγ νϚ λ λ ιε D2. 7. νβ λη] om. C. λη] νη D, χωρὶς τοῦ νη ἀλλαχοῦ supra scr. D2. 9 σκ ᾱ] σκα in ras. D2.)[*](ῑ] ins. A1, in ras. D2. ?? μὲν μ σκ ᾱ ῑ νζ θ δ λ mg. D2.)[*](δ᾿] δέ D. 10 σγ δ] σγδ D. 11. In δ inc. A1 fol. 247r (quaternio λγ). λδ μγ μα D. ?? μ σγ κ ιζ λδ μγ λ mg. D2. 12. εὐχρηστίας] -ί- in ras. 2 litt. D2, εὐχρηστείας C.)[*](13. κανόνα D, corr. D. ὑποκειμένων D. 16. ὀκτωκαι- δεκαετερίδων BC, corr. C. 18 τε] om. D. 19. οὗτοι] post ras. 3 litt. C, τοιοῦτοι D.)
220
[*]( 1.δ´] B, om. A C D. με- σον C. 2. πέντε] ε C. 3. ἐπ- ουσίαι D. μ λδ β] om. B, postea add. D, λδ ιβ B². 4. μγ] μς B. ἀπογείου] om. D. ἐπουσία (alt.)] B, ἐπουσίας A C D. Σκορπίου] comp. B, σκορπίῳ A C D. 5. ἐπουσίαι] A C, om. B, ἐπουσίας D. 6. ιη ∠∠ D. Tabulas expleuit A². 7. δ] λ D. λς] λβ B, corr.B³. ιδ] ια BD, corr. B³. 8.νδ] να D. σοα] σοδᵃ Α, σοδ D. 9. μς] μδ D. νζ] ν- in ras. B. λδ] -δ in ras. A. 10. μη] νη D. 11. νδ] να D. α] λ BC. ιγ] ογ D. 12. ζ] in ras. AB. ε] in ras. A. νδ] να D. 9γ] G, σ9γ A B C, σιγ D. 13. η ] in ras. B. ις ] in ras. A. 14. θ ] in ras.B. κζ] in ras. A. 15. ρπ] σπ D. λη] in ras. A, κα] κδ D. 16. μθ] in ras. A. 17. o(pr.)] in ras.A. μα] να D. 18. σις ] -ς e corr. C, ρις B. ια] ια in ras. A, α BC. νδ] να D. ρπζ] ριζ D. νε] με D. 19. κβ (pr.)] in ras. A. να] )
221
[*]( νδ D. 20. λγ] in ras. A. η] ν A. 21. μδ] in ras.A, μα BC. 22. ιδ] ια D. νδ] να D. 24. κα] κδ D. 25. νβ] μβ D. κη(alt.)] μη D. κδ] κα D. 26. α] λ D. 27. λδ] λα D. μα] μδ D. 29. νδ] να D. κδ] AC², κα BCD. 30. να (alt.)] νδ D. λς] ις D. 32. μδ] μα D. νε] με A. 33. ξα] ξδ D. λε] λβ D. 34. ιδ] ια D. ρ9ς] ρ9ς uel ρ9ς A, ρπς BC. κβ] κζ A. 36. κη] νη D. ζ] ξ D. 37. ιθ] corr. ex ιε in scrib. C. μγ] D, νγ ABC. λδ] λα D. 38. κδ] κα D. 39. κη] νη D. )
222
[*]( Supra tabulam biparti- tam Κρόνου add.A. 1. Κρό- νου] A B C, om D. Κρόνου] A B C, om. D. 3. νς] -ς in ras. A, ν- e corr. C. λ(pr.)] α A. λβ] λα D. 4.νγ] μγ D. τλε] corr. ex τμε C. 5. ια] ιδ D. λα (alt.)] corr. ex μα D. 6. λγ]λα D. 9. νδ]να D. 10. μζ] corr. ex μγ C. 11. κη] κβ B, κβη C, λδ] λα D 12. ρκβ] ρκε A D. η (alt.)] μ A, ν D. 13. ρλδ] ρλα D. 15.νδ] να D. 18. λδ] corr. ex λα D. η] D. 19. ρμη] ρμε D/ 20. α ] λ AC, corr. C². νζ] νζ A, νς B, νςζ C. )
223
[*]( λ (alt.)] α D. 21. μοῖ- ραι(alt.)] om. C. 22. ιδ] ια D. 23. μζ] μζ A, μς B, μσζ C. 25. ιδ] ια D. ιζ(pr.)] ις A B D, ιςζ C. 26. νθ ] -θ e corr. C. νδ] να D. 27. νε(sec.)] νςε C. 28. μ (pr.)] μ A, γ B, Γ μ C. ιδ(pr.)] ια D. 29. νδ] να D. 33. μδ] μα D. 35. κθ] D, κζ AB, κζθ C. 36. λδ] λ- in ras.A. 39. η] ν D. μζ] νζ D. 40. λζ] λς A B D, λςζ C. 42. μδ ο] α α D. 43. ιε ] ιθε C. 44. νε] ε D. μδ] μα A. κθ] καθ C. 45. λα] λδ D. )
224
[*]( 1. Κρόνου] A C, om.BD. Κρόνου] A C, om. BD. 2. μηνός A C. 4. κη] νη D. 5. πε] με D. μα] μδ D. 7. κγ] νγ D. ζ] ξ D. ρμβ] ρμη D. μθ] )
225
[*]( δ] α D. 24. λγ(pr.)] λμγ C. 25. ιδ] ια D. 26. o(sec.)] θ D. 27. κδ] κα D. 29. μγ] Halma, μδ A B C D. νδ] να D. ιθ] ιβ B, ιβθ C. 31. μα] μδ D. γ] hinc in ras. quaedam D. 34. ιη] -η e corr. C. 36. ε] θ D. ιθ] corr. ex κ in scrib. B. 37. λδ] λα D. 38. λγ] λμγ C. 39. λε] λε A,λζ B, λζε C. να] corr. ex νδ C, νδ A B D. 41. λ] α B, λα C. 42. νζ] νη D. κε] corr. ex με A⁴. 43. λη ] λβη C. μα] D, corr. ex μδ C, μδ AB. 44. ι] α D. 45. λγ] γ e corr. B. o (alt.)] in ras. A. )
226
[*]( 1. ὀκτωκαιδεκατερίδος D. 2. Χηλῶν] χηλ A, χ )
227
228
229
230
231
232
233
234
235
246
247
248
249
250

ε΄. Προλαμβανόμενα εἰς τὰς ὑποθέσεις τῶν ε πλανωμένων.

Ἑξῆς δʼ ὄντος τῇ τούτων ἐκθέσει τοῦ περὶ τῶν ἀνωμαλιῶν λόγου τῶν γινομένων ἐπὶ τῆς κατὰ μῆκος παρόδου τῶν πέντε πλανωμένων ἡ μὲν κατὰ τὸ ὁλοσχερὲς τῶν ὑποτυπώσεων ἐπιβολὴ γέγονεν ἡμῖν διὰ τῶν τοιούτων.

τῶν γὰρ ἁπλουστάτων ἅμα καὶ ἱκανῶν πρὸς τὸ προκείμενον κινήσεων δύο οὐσῶν, ὡς ἔφαμεν, τῆς τε διʼ ἐκκέντρων κύκλων ὡς πρὸς τὸν ζῳδιακὸν ἀποτελουμένης καὶ τῆς διʼ ὁμοκέντρων μὲν ἐπικύκλους δὲ περιφερόντων, ὁμοίως δὲ καὶ τῶν καθʼ ἕνα ἕκαστον ἀστέρα φαινομένων ἀνωμαλιῶν δύο οὐσῶν τῆς τε παρὰ τὰ τοῦ ζῳδιακοῦ μέρη θεωρουμένης καὶ τῆς παρὰ τοὺς πρὸς τὸν ἥλιον σχηματισμούς, ἐπὶ μὲν ταύτης εὑρίσκομεν ἐκ τῶν συνεχῶν καὶ περὶ τὰ αὐτὰ μέρη τοῦ ζῳδιακοῦ τηρουμένων διαφόρων σχηματισμῶν καὶ ἐπὶ τῶν πέντε πλανωμένων τὸν ἀπὸ τῆς μεγίστης κινήσεως ἐπὶ τὴν μέσην χρόνον μείζονα πάντοτε γινόμενον τοῦ ἀπὸ τῆς μέσης ἐπὶ τὴν ἐλαχίστην τοῦ τοιούτου συμπτώματος ἐπὶ μὲν τῆς κατʼ ἐκκεντρότητα ὑποθέσεως παρακολουθῆσαι μὴ δυναμένου, ἀλλὰ τοῦ ἐναντίου, διὰ τὸ πάντοτε μὲν ἐν αὐτῇ τὴν μεγίστην πάροδον κατὰ τὸ περιγειότατον ἀποτελεῖσθαι, ἐλάσσονα δὲ εἶναι καὶ ἐπʼ ἀμφοτέρων τῶν ὑποθέσεων τὴν ἀπὸ τοῦ περιγείου [*](1. Des. A, incipit a (fol. 255, desunt quaterniones λδ —λζ).) [*](ε΄] mg. B et A4, om CD. 5. πέντε] ε BC. ἡ] ἀστέρων ἡ D.) [*](6. ὑποθέσεων D. 8. τῶν γάρ] supra scr. D2. 12. τῶν] corr ex τόν C2. 13. τά] supra scr. D. 18. πέντε] ε BC.) [*](21. ἐπί] -ί in ras. 2 litt. D2. 23. ἐν] DG, om. BCa.)

251
μέχρι τοῦ κατὰ τὴν μέσην πάροδον σημείου περιφέρειαν τῆς ἀπὸ τούτου μέχρι τοῦ ἀπογείου, κατὰ δὲ τὴν τῶν ἐπικύκλων δυναμένου συμβαίνειν, ὅταν ἡ μεγίστη μέντοι πάροδος μὴ κατὰ τὸ περίγειον ὥσπερ ἐπὶ τῆς σελήνης, ἀλλὰ κατὰ τὸ ἀπόγειον ἀποτελῆται, τουτέστιν ὅταν ὁ ἀστὴρ ἀρχόμενος ἀπὸ τοῦ ἀπογείου μὴ ὡς ἐπὶ τὰ προηγούμενα τοῦ κόσμου τῇ σελήνῃ παραπλησίως, ἀλλʼ ὡς ἐπὶ τὰ ἑπόμενα ποιῆται τὴν μετάβασιν. ὅθεν καὶ τὴν τοιαύτην ἀνωμαλίαν διὰ τῶν ἐπικύκλων ὑποτιθέμεθα συμβαίνειν.

ἐπὶ δὲ τῆς πρὸς τὰ τοῦ ζῳδιακοῦ μέρη θεωρουμένης ἀνωμαλίας τὸ ἐναντίον εὑρίσκομεν διὰ τῶν ἐπὶ τὰς αὐτὰς φάσεις ἢ τοὺς αὐτοὺς σχηματισμοὺς ἐπιλαμβανομένων τοῦ ζῳδιακοῦ περιφερειῶν τὸν ἀπὸ τῆς ἐλαχίστης κινήσεως ἐπὶ τὴν μέσην χρόνον μείζονα γιγνόμενον αἰεὶ τοῦ ἀπὸ τῆς μέσης ἐπὶ τὴν μεγίστην τοῦ τοιούτου πάλιν συμπτώματος καὶ καθʼ ἑκατέραν μὲν τῶν ὑποθέσεων δυναμένου παρακολουθεῖν, ὃν τρόπον ἐν τοῖς περὶ τῆς ὁμοιότητος αὐτῶν ἐν ἀρχῇ τῆς τοῦ ἡλίου συντάξεως III 3 διεξήλθομεν, οἰκείου δὲ ὄντος μᾶλλον τῆς κατʼ ἐκκεντρότητα, καθʼ ἣν καὶ ὑποτιθέμεθα τὴν τοιαύτην ἀνωμαλίαν ἀποτελεῖσθαι, διὰ τὸ καὶ τὴν ἑτέραν μόνης τῆς κατʼ ἐπίκυκλον ἰδίαν ὥσπερ εὑρῆσθαι.

ἤδη δὲ διὰ τῆς τῶν κατὰ μέρος τετηρημένων παρόδων ἐπὶ τὰς συνισταμένας ἀγωγὰς ἐκ τῆς συμμίξεως ἀμφοτέρων τῶν ὑποθέσεων προσβολῆς καὶ ἀνακρίσεως [*](5. ἀποτελῆται] corr ex ἀποτελεῖται BCD2a. 7 τῆς σε- λήνης D, sed corr. 8. ἀλλά D. 11. ἐπί] -ί in ras 2 litt. D2. ut saepius 15 γινόμενον ἀεί D. 18. ἐν τοῖς] om. D.) [*](20. δʼ D. 21 τῆς] τῷ D. ὑποτιθέμεθα] ὑ- in ras B. ὑπετιθέμεθα C. 25. τάς] supra scr. D2. 26. μίξεως D.)

252
συνεχοῦς οὐχ οὕτως ἀπλῶς εὑρίσκομεν δυνάμενον προχωρεῖν οὔτε τὸ τὰ ἐπίπεδα, ἐν οἷς τοὺς ἐκκέντρους κύκλους γράφομεν, ἀκίνητα εἶναι μενούσης αἰεὶ κατὰ τὰς αὐτὰς ἀπὸ τῶν τροπικῶν ἢ ἰσημερινῶν σημείων διαστάσεις τῆς διʼ ἀμφοτέρων τῶν κέντρων αὐτῶν τε καὶ τοῦ διὰ μέσων εὐθείας, καθʼ ἣν τά τε ἀπόγεια καὶ τὰ περίγεια θεωρεῖται, οὔτε τὸ τοὺς ἐπικύκλους ἐπὶ τούτων τῶν ἐκκέντρων ἔχειν φερόμενα τὰ κέντρα ἑαυτῶν, ὧν ἐστι τὰ κέντρα, πρὸς οἷς τὴν εἰς τὰ ἑπόμενα κίνησιν ὁμαλῶς περιαγόμενοι τὰς ἴσας ἐν τοῖς ἴσοις χρόνοις γωνίας ἀπολαμβάνουσιν, ἀλλὰ καὶ τὰ ἀπόγεια τῶν ἐκκέντρων ποιούμενά τινα βραχεῖαν εἰς τὰ ἑπόμενα τῶν τροπικῶν σημείων μετάβασιν ὁμαλήν τε πάλιν ὡς περὶ τὸ τοῦ ζῳδιακοῦ κέντρον καὶ σχεδὸν καθʼ ἕκαστον ἀστέρα, ὅσην καὶ ἡ τῶν ἀπλανῶν σφαῖρα κατείληπται ποιουμένη, τουτέστιν ἐν τοῖς ρ ἔτεσιν μίαν μοῖραν, καθʼ ὅσον γε ἔστιν ἐκ τῶν παρόντων συνιδεῖν, καὶ τὰ κέντρα τῶν ἐπικύκλων ἐπʼ ἴσων μὲν κύκλων τοῖς τὴν ἀνωμαλίαν ποιοῦσιν ἐκκέντροις φερόμενα, μὴ τοῖς αὐτοῖς δὲ κέντροις γεγραμμένων, ἀλλὰ ἐπὶ μὲν τῶν ἄλλων τοῖς δίχα τέμνουσι τὰς μεταξὺ τῶν κέντρων εὐθείας ἐκείνων τε καὶ τοῦ ζῳδιακοῦ, ἐπὶ δὲ μόνου τοῦ τοῦ Ἑρμοῦ τῷ τοσοῦτον ἀπέχοντι τοῦ περιάγοντος αὐτὸ κέντρου, ὅσον ἐκεῖνό τε τοῦ τὴν ἀνωμαλίαν ποιοῦντος ὡς πρὸς τὸ ἀπόγειον ἀπέχει καὶ τοῦτο τοῦ κατὰ τὴν ὄψιν ὑποτιθεμένου· καὶ γὰρ καὶ ἐπὶ τούτου τοῦ ἀστέρος μόνου, καθάπερ καὶ ἐπὶ τῆς [*](4. αἰεί] corr ex ἀεί D 5 τῶν κέντρων] om. C. 14. τοῦ] C. 16 ἔτεσιν] C, -ν eras. D, ἔτεσι Ba. 17. γε] DG, τε BCa 18 ἐπʼ ἴσων] mut in ἐπὶ ἴσων C2D2 21. τέμνου- σιν C. 23. τοῦ τοῦ] τοῦ D. 24. τε] τε τὸ ἀπάγον D.)
253
σελήνης, εὑρίσκομεν καὶ τὸν ἔκκεντρον κύκλον ἀντιπεριαγόμενον ὑπὸ τοῦ προειρημένου κέντρου τῷ ἐπικύκλῳ πάλιν εἰς τὰ προηγούμενα μίαν ἐν τῷ ἐνιαυτῷ περιστροφήν, ἐπειδὴ καὶ αὐτὸς δὶς ἐν τῇ μιᾷ περιδρομῇ περιγειότατος φαίνεται γινόμενος, καθάπερ καὶ ἡ σελήνη δὶς ἐν τῷ ἑνὶ μηνί.