Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. ἥξει δʼ ἐρεμνὸν εἰς ἀλήπεδον φθιτῶν
  2. καὶ νεκρόμαντιν πέμπελον διζήσεται
  3. ἀνδρῶν γυναικῶν εἰδότα ξυνουσίας,
  4. ψυχαῖσι θερμὸν αἷμα προσράνας βόθρῳ,
  5. καὶ φασγάνου πρόβλημα, νερτέροις φόβον,
  6. πήλας ἀκούσει κεῖθι πεμφίγων ὄπα
  7. λεπτὴν ἀμαυρᾶς μάστακος προσφθέγμασιν.
  8. ὅθεν Γιγάντων νῆσος ἡ μετάφρενον
  9. θλάσασα καὶ Τυφῶνος ἀγρίου δέμας
  10. φλογμῷ ζέουσα δέξεται μονόστολον,
  11. ἐν ᾗ πιθήκων πάλμυς ἀφθίτων γένος
  12. δύσμορφον εἰς κηκασμὸν ᾤκισεν τόσων,
  13. οἳ μῶλον ὠρόθυναν ἐκγόνοις Κρόνου.
  14. Βαίου δʼ ἀμείψας τοῦ κυβερνήτου τάφον
  15. καὶ Κιμμέρων ἔπαυλα κἀχερουσίαν
  16. ῥόχθοισι κυμαίνουσαν οἴδματος χύσιν
  17. Ὄσσαν τε καὶ λέοντος ἀτραποὺς βοῶν
  18. χωστὰς Ὀβριμοῦς τʼ ἄλσος οὐδαίας Κόρης,
  19. Πυριφλεγές τε ῥεῖθρον, ἔνθα δύσβατος
  20. τείνει πρὸς αἴθραν κρᾶτα Πολυδέγμων λόφος,