Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. χερσὶ προτείνων, τοὐπιδόρπιον ποτόν.
  2. ἐπόψεται δὲ λείψανον τοξευμάτων
  3. τοῦ Κηραμύντου Πευκέως Παλαίμονος,
  4. οἳ πάντα θρανύξαντες εὔτορνα σκάφη
  5. σχοίνῳ κακὴν τρήσουσι κεστρέων ἄγρην.
  6. ἄλλος δʼ ἐπʼ ἄλλῳ μόχθος ἄθλοις μενεῖ,
  7. τοῦ πρόσθεν αἰεὶ πλεῖον ἐξωλέστερος.
  8. ποία Χάρυβδις οὐχὶ δαίσεται νεκρῶν;
  9. ποία δʼ Ἐρινὺς μιξοπάρθενος κύων;
  10. τίς οὐκ ἀηδὼν στεῖρα Κενταυροκτόνος
  11. Αἰτωλὶς ἢ Κουρῆτις αἰόλῳ μέλει
  12. πείσει τακῆναι σάρκας ἀκμήνους βορᾶς;
  13. ποίαν δὲ θηρόπλαστον οὐκ ἐσόψεται
  14. δράκαιναν, ἐγκυκῶσαν ἀλφίτῳ θρόνα,
  15. καὶ κῆρα κνωπόμορφον; οἱ δὲ δύσμοροι
  16. στένοντες ἄτας ἐν συφοῖσι φορβάδες
  17. γίγαρτα χιλῷ συμμεμιγμένα τρυγὸς
  18. καὶ στέμφυλα βρύξουσιν. ἀλλά νιν βλάβης
  19. μῶλυς σαώσει ῥίζα καὶ Κτάρος φανεὶς
  20. Νωνακριάτης Τρικέφαλος Φαιδρὸς θεός.