Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- ἄχλαινον ἀμπρεύσουσι νήλιποι βίον,
- τριπλαῖς δικώλοις σφενδόναις ὡπλισμένοι.
- ὧν αἱ τεκοῦσαι τὴν ἑκηβόλον τέχνην
- ἄδορπα παιδεύσουσι νηπίους γονάς.
- οὐ γάρ τις αὐτῶν ψίσεται πύρνον γνάθῳ,
- πρὶν ἂν κρατήσῃ ναστὸν εὐστόχῳ λίθῳ
- ὑπὲρ τράφηκος σῆμα κείμενον σκοποῦ.
- καὶ τοὶ μὲν ἀκτὰς ἐμβατήσονται λεπρὰς
- Ἰβηροβοσκοὺς ἄγχι Ταρτησοῦ πύλης,
- Ἄρνης παλαιᾶς γέννα, Τεμμίκων πρόμοι,
- γραῖαν ποθοῦντες καὶ Λεοντάρνης πάγους
- Σκῶλόν τε καὶ Τέγυραν Ὀγχηστοῦ θʼ ἕδος
- καὶ χεῦμα Θερμώδοντος Ὑψάρνου θʼ ὕδωρ.
- τοὺς δʼ ἀμφὶ Σύρτιν καὶ Λιβυστικὰς πλάκας