Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. Δηοῦς ἀνεῖναι μήποτʼ ὄμπνιον στάχυν,
  2. γύας τιθαιβώσσοντος ἀρδηθμῷ Διός,
  3. ἢν μή τις αὐτοῦ ῥίζαν Αἰτωλῶν σπάσας
  4. χέρσον λαχήνῃ, βουσὶν αὔλακας τεμών.
  5. στήλαις δʼ ἀκινήτοισιν ὀχμάσει πέδον,
  6. ἃς οὔτις ἀνδρῶν ἐκ βίας καυχήσεται
  7. μετοχλίσας ὀλίζον. ἦ γὰρ ἀπτέρως
  8. αὐταὶ παλιμπόρευτον ἵξονται βάσιν
  9. ἄνδηρʼ ἀρέζοις ἴχνεσιν δατούμεναι.
  10. θεὸς δὲ πολλοῖς αἰπὺς αὐδηθήσεται,
  11. ὅσοι παρʼ Ἰοῦς γρῶνον οἰκοῦνται πέδον,
  12. δράκοντα τὸν φθείραντα Φαίακας κτανών.
  13. οἱ δʼ ἀμφικλύστους χοιράδας Γυμνησίας
  14. σισυρνοδῦται καρκίνοι πεπλωκότες