Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. σκύμνῳ κέχυνται, πρὶν λαφύξασθαι γάνος,
  2. πρὶν ἐκ λοχείας γυῖα χυτλῶσαι δρόσῳ·
  3. σὲ δʼ ὠμὰ πρὸς νυμφεῖα καὶ γαμηλίους
  4. ἄξει θυηλὰς στυγνὸς Ἴφιδος λέων,
  5. μητρὸς κελαινῆς χέρνιβας μιμούμενος,
  6. ἣν εἰς βαθεῖαν λαιμίσας ποιμανδρίαν
  7. στεφηφόρον βοῦν δεινὸς ἄρταμος δράκων
  8. ῥαίσει τριπάτρῳ φασγάνῳ Κανδάονος,
  9. λύκοις τὸ πρωτόσφακτον ὅρκιον σχάσας.
  10. σὲ δʼ ἀμφὶ κοίλην αἰχμάλωτον ᾐόνα
  11. πρέσβυν Δολόγκων δημόλευστον ὠλένῃ
  12. ἐπεσβόλοις ἀραῖσιν ἠρεθισμένῃ
  13. κρύψει κύπασσις χερμάδων ἐπομβρίᾳ,
  14. Μαίρας ὅταν φαιουρὸν ἀλλάξῃς δομήν.
  15. ὁ δʼ ἀμφὶ τύμβῳ τἀγαμέμνονος δαμεὶς
  16. κρηπῖδα πήγῳ νέρθε καλλυνεῖ πλόκῳ,
  17. ὁ πρὸς καλύπτρης τῆς ὁμαίμονος τάλας
  18. ὠνητὸς αἰθαλωτὸν εἰς πάτραν μολών,
  19. τὸ πρὶν δʼ ἀμυδρὸν οὔνομʼ αἰστώσας σκότῳ,
  20. ὅταν χέλυδρος πυρσὸν ὠμόθριξ βαρὺν