Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- φόνῳ βλύουσαι κἀπιμαιμῶσαι μάχης.
- ἐγὼ δὲ πένθος οὐχὶ μεῖον οἴσομαι,
- τὰς σὰς στένουσα καὶ διʼ αἰῶνος ταφάς.
- οἰκτρὸν γάρ, οἰκτρὸν κεῖνʼ ἐπόψομαι φάος
- καὶ πημάτων ὕψιστον, ὧν κράντης χρόνος,
- μήνης ἑλίσσων κύκλον, αὐδηθήσεται.
- αἰαῖ, στενάζω καὶ σὸν εὔγλαγον θάλος,
- ὦ σκύμνε, τερπνὸν ἀγκάλισμα συγγόνων,
- ὅς τʼ ἄγριον δράκοντα πυρφόρῳ βαλὼν
- ἴυγγι τόξων, τὸν τυπέντα δʼ ἐν βρόχοις
- μάρψας ἀφύκτοις βαιὸν ἀστεργῆ χρόνον,
- πρὸς τοῦ δαμέντος αὐτὸς οὐ τετρωμένος,
- καρατομηθεὶς τύμβον αἱμάξεις πατρός.
- οἴμοι δυσαίων, καὶ διπλᾶς ἀηδόνας
- καὶ σόν, τάλαινα, πότμον αἰάζω, σκύλαξ.
- ὧν τὴν μὲν αὐτόπρεμνον ἡ τοκὰς κόνις
- χανοῦσα κευθμῷ χείσεται διασφάγος,
- λεύσσουσαν ἄτην ἀγχίπουν στεναγμάτων,
- ἵνʼ ἄλμα πάππου καὶ χαμευνάδος μόροι
- τῆς λαθρονύμφου πόρτιος μεμιγμένοι