Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. αἰχμῇ φέροντας καὶ σποραῖς ὠγκωμένους,
  2. αἱ σαὶ καταξανοῦσιν ὄβριμοι χέρες,
  3. φόνῳ βλύουσαι κἀπιμαιμῶσαι μάχης.
  4. ἐγὼ δὲ πένθος οὐχὶ μεῖον οἴσομαι,
  5. τὰς σὰς στένουσα καὶ διʼ αἰῶνος ταφάς.
  6. οἰκτρὸν γάρ, οἰκτρὸν κεῖνʼ ἐπόψομαι φάος
  7. καὶ πημάτων ὕψιστον, ὧν κράντης χρόνος,
  8. μήνης ἑλίσσων κύκλον, αὐδηθήσεται.
  9. αἰαῖ, στενάζω καὶ σὸν εὔγλαγον θάλος,
  10. ὦ σκύμνε, τερπνὸν ἀγκάλισμα συγγόνων,
  11. ὅς τʼ ἄγριον δράκοντα πυρφόρῳ βαλὼν
  12. ἴυγγι τόξων, τὸν τυπέντα δʼ ἐν βρόχοις
  13. μάρψας ἀφύκτοις βαιὸν ἀστεργῆ χρόνον,
  14. πρὸς τοῦ δαμέντος αὐτὸς οὐ τετρωμένος,