Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- ἐντὸς ματεύων, Ἑλλάδος καρατόμον,
- δαρὸν φαληριῶσαν οἰκήσει σπίλον
- Κελτοῦ πρὸς ἐκβολαῖσι λιμναίων ποτῶν,
- ποθῶν δάμαρτα, τήν ποτʼ ἐν σφαγαῖς κεμὰς
- λαιμὸν προθεῖσα φασγάνων ἒκ ῥύσεται.
- βαθὺς δʼ ἔσω ῥηγμῖνος αὐδηθήσεται
- ἔρημος ἐν κρόκαισι νυμφίου δρόμος,
- στένοντος ἄτας καὶ κενὴν ναυκληρίαν
- καὶ τὴν ἄφαντον εἶδος ἠλλοιωμένην
- γραῖαν σφαγείων ἠδὲ χερνίβων πέλας
- Ἅιδου τε παφλάζοντος ἐκ βυθῶν φλογὶ
- κρατῆρος, ὃν μέλαινα ποιφύξει φθιτῶν
- σάρκας λεβητίζουσα δαιταλουργίᾳ.
- χὠ μὲν πατήσει χῶρον αἰάζων Σκύθην,