Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- εἰδωλοπλάστῳ προσκαταξανεῖ ῥέθει,
- τὸν μελλόνυμφον εὐνέτην Κυταϊκῆς,
- τῆς ξεινοβάκχης, ὅν ποτʼ Οἰνώνης φυγάς,
- μύρμων τὸν ἑξάπεζον ἀνδρώσας στρατόν,
- Πελασγικὸν Τυφῶνα γεννᾶται πατήρ,
- ἀφʼ ἑπτὰ παίδων φεψάλῳ σποδουμένων
- μοῦνον φλέγουσαν ἐξαλύξαντα σποδόν.
- χὠ μὲν παλιμπόρευτον ἵξεται τρίβον,
- σφῆκας δαφοινοὺς χηραμῶν ἀνειρύσας,
- ὁποῖα κοῦρος δῶμα κινήσας καπνῷ·
- οἱ δʼ αὖ προγεννήτειραν οὐλαμωνύμου
- βύκταισι χερνίψαντες ὠμησταὶ πόριν,
- τοῦ Σκυρίου δράκοντος ἔντοκον λεχώ,
- ἣν ὁ ξύνευνος Σαλμυδησίας ἁλὸς