Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. πήναις κατεκλώσαντο δηναιᾶς Ἁλός
  2. νυμφεῖα πεντάγαμβρα δαίσασθαι γάμων.
  3. δοιὼ μὲν ἁρπακτῆρας αὐγάσει λύκους,
  4. πτηνοὺς τριόρχας αἰετοὺς ὀφθαλμίας,
  5. τὸν δʼ ἐκ Πλυνοῦ τε κἀπὸ Καρικῶν ποτῶν
  6. βλαστόντα ῥίζης, ἡμικρῆτα βάρβαρον,
  7. Ἐπειόν, οὐκ Ἀργεῖον ἀκραιφνῆ γοναῖς.
  8. οὗ πάππον ἐν γαμφαῖσιν Ἐνναία ποτὲ
  9. Ἕρκυννʼ Ἐρινὺς Θουρία Ξιφηφόρος
  10. ἄσαρκα μιστύλασα τύμβευσεν φάρῳ,
  11. τὸν ὠλενὶτην χόνδρον ἐνδατουμένη.
  12. ὃν δὴ δὶς ἡβήσαντα καὶ βαρὺν πόθον
  13. φυγόντα Ναυμέδοντος ἁρπακτήριον
  14. ἔστειλʼ Ἐρεχθεὺς εἰς Λετριναίους γύας