Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- λίπτοντα κάσσης ἐκβαλὼν πελειάδος·
- ὅς τοὺς Λύκου τε καὶ Χιμαιρέως τάφους
- χρησμοῖσι κυδαίνοντας οὐκ αἰδούμενος
- οὐδʼ Ἀνθέως ἔρωτας οὐδὲ τὸν ξένοις
- σύνδορπον Αἰγαίωνος ἁγνίτην πάγον
- ἔτλης θεῶν ἀλοιτὸς ἐκβῆναι δίκην,
- λάξας τράπεζαν κἀνακυπώσας Θέμιν,
- ἄρκτου τιθήνης ἐκμεμαγμένος τρόπους.
- τοιγὰρ ψαλάξεις εἰς κενὸν νευρᾶς κτύπον,
- ἄσιτα κὰδώρητα φορμίζων μέλη·
- κλαίων δὲ πάτραν τὴν πρὶν ῇθαλωμένην
- ἵξῃ χεροῖν εἴδωλον ἠγκαλισμένος
- τῆς πενταλέκτρου θυιάδος Πλευρωνίας.
- γυιαὶ γὰρ εὐναστῆρας ἄμναμοι τριπλαῖς