Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- τὴν ὕστερον βρωθεῖσαν ἐξ ὀπαόνων,
- μνήμην παλαιῶν λήψεται θεσπισμάτων.
- κτίσει δὲ χώραν ἐν τόποις Βορειγόνων
- ὑπὲρ Λατίνους Δαυνίους τʼ ᾠκισμένην,
- πύργους τριάκοντʼ, ἐξαριθμήσας γονὰς
- συὸς κελαινῆς, ἣν ἀπʼ Ἰδαίων λόφων
- καὶ Δαρδανείων ἐκ τόπων ναυσθλώσεται,
- ἰσηρίθμων θρέπτειραν ἐν τόκοις κάπρων·
- ἧς καὶ πόλει δείκηλον ἀνθήσει μιᾷ
- χαλκῷ τυπώσας καὶ τέκνων γλαγοτρόφων.
- δείμας δὲ σηκὸν Μυνδίᾳ Παλληνίδι,
- πατρᾦ ἀγάλματʼ ἐγκατοικεῖ θεῶν.
- ἃ δή, παρώσας καὶ δάμαρτα καὶ τέκνα
- καὶ κτῆσιν ἄλλην ὀμπνίαν κειμηλίων,