Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. κισσοῦ παρʼ αἰπὺν πρῶνα καὶ Λαφυστίας
  2. κερασφόρους γυναῖκας. ἐκ δʼ Ἀλμωπίας
  3. πάλιμπλανήτην δέξεται Τυρσηνία
  4. Λιγγεύς τε θερμῶν ῥεῖθρον ἐκβράσσων ποτῶν,
  5. καὶ Πῖσʼ Ἀγύλλης θʼ αἱ πολύρρηνοι νάπαι.
  6. σὺν δέ σφι μίξει φίλιον ἐχθρὸς ὢν στρατόν,
  7. ὅρκοις κρατήσας καὶ λιταῖς γουνασμάτων
  8. νάνος, πλάναισι πάντʼ ἐρευνήσας μυχὸν
  9. ἁλός τε καὶ γῆς. σὺν δὲ δίπτυχοι τόκοι
  10. Μυσῶν ἄνακτος, οὗ ποτʼ Οἰκουρὸς δόρυ
  11. γνάμψει Θέοινος, γυῖα συνδήσας λύγοις,
  12. Τάρχων τε καὶ Τυρσηνός, αἴθωνες λύκοι,
  13. τῶν Ἡρακλείων ἐκγεγῶτες αἱμάτων.
  14. ἔνθα τράπεζαν εἰδάτων πλήρη κιχών,