Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- τὴν ἐξόχως Γραικοῖσιν ἐξυμνημένην,
- ὅπου σφε μήτηρ ἡ πάλης ἐμπείραμος
- τὴν πρόσθʼ ἄνασσαν ἐμβαλοῦσα Ταρτάρῳ
- ὠδῖνας ἐξέλυσε λαθραίας γονῆς,
- τὰς παιδοβρώτους ἐκφυγοῦσʼ ὁμευνέτου
- θοίνας ἀσέπτους, οὐδʼ ἐπίανεν βορᾷ
- νηδύν, τὸν ἀντίποινον ἐγμάψας πέτρον,
- ἐν γυιοκόλλοις σπαργάνοις εἰλημένον,
- τύμβος γεγὼς Κένταυρος ὠμόφρων σπορᾶς.
- νήσοις δὲ μακάρων ἐγκατοικήσεις μέγας
- ἥρως, ἀρωγὸς λοιμικῶν τοξευμάτων,
- ὅπου σε πεισθεὶς Ὠγύγου σπαρτὸς λεὼς
- χρησμοῖς Ἰατροῦ Λεψίου Τερμινθέως
- ἐξ Ὀφρυνείων ἠρίων ἀνειρύσας