Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. ψευδήριον δὲ νησιωτικὸς στόνυξ
  2. Πάχυνος ἕξει σεμνὸν ἐξ ὀνειράτων
  3. ταῖς δεσποτείαις ὠλέναις ὠγκωμένον
  4. ῥείθρων Ἑλώρου πρόσθεν ἐκτερισμένης·
  5. ὃς δὴ παρʼ ἀκταῖς τλήμονος ῥανεῖ χοάς,
  6. τριαύχενος μήνιμα δειμαίνων θεᾶς,
  7. λευστῆρα πρῶτον οὕνεκεν ῥίψας πέτρον
  8. Ἅιδῃ κελαινῶν θυμάτων ἀπάρξεται.
  9. σὺ δʼ, ὦ ξύναιμε, πλεῖστον ἐξ ἐμῆς φρενὸς
  10. στερχθείς, μελάθρων ἕρμα καὶ πάτρας ὅλης,
  11. οὐκ εἰς κενὸν κρηπῖδα φοινίξεις φόνῳ
  12. ταύρων, ἄνακτι τῶν Ὀφίωνος θρόνων
  13. πλείστας ἀπαρχὰς θυμάτων δωρούμενος.
  14. ἀλλʼ ἄξεταί σε πρὸς γενεθλίαν πλάκα