Acta Joannis (recensio)
Acta Joannis
Acta Joannis (recensio), Bonnet, Mendelssohn, 1898
2 --- ἀνήνεγκαν πρὸς βασιλέα οὕτως·
3 Αὐτοκράτορι Καίσαρι Σεβαστῷ νικητῆ τροπαούχῳ· γνωστὸν ἔστω σοι ὅτι Ἰωάννης τις ὀνόματι, τῷ γένει Ἰουδαῖος, τῆς θρησκείας τῶν Γαλιλαίων, καταλαβὼν τὴν Ἀσίαν, ἔτι μὴν καὶ τὴν δουλικήν σου πόλιν Ἐφεσίων, ἐξέστησε πάντας καὶ ἀνέτρεψεν ἐκ τῆς πατροπαραδότου θρησκείας, ἕλκων πάντας ὀπίσω αὐτοῦ, ὥστε γενέσθαι ξένον ὄνομα καὶ ἔθνος ἕτερον· καὶ εἰ μὴ σπεύσας τοῦτον ταχέως σβέσῃς, ἀπώλεσε καὶ τὸ ἔθνος καὶ τὴν χώραν.
5 Ὁ δὲ βασιλεὺς Ἀδριανὸς ταῦτα ἀκούσας ἀπέστειλε ταχυδρόμους στρατιώτας μεταστείλασθαι τὸν ἀπόστολον πρὸς αὐτόν. οἱ δὲ στρατιῶται σπεύσαντες κατέλαβον τὴν Ἔφεσον. καὶ δὴ ἐρωτήσαντες Ποῦ φησίν ἐστιν Ἰωάννης ὁ Γλιλαῖος; ὑπέδειξαν αὐτοῖς τὸ κελλίον ὑμῶν. οἳ δὲ ἐγγίσαντες εὗρον τὸν θεολόγον καὶ λέγουσιν αὐτῷ· Σὺ εἶ Ἰωάννης ὁ Γαλιλαῖος; Ὃ δὲ Ναί φησιν, ἐγώ εἰμι. Οἳ δὲ ἰδόντες τὴν ἀρετὴν τοῦ ἀνθρός, τό τε ταπεινὸν αὐτοῦ καὶ ἡσύχιον, ἅμα δὲ καὶ τὸ εὐπρεπὲς τοῦ προσώπου, μᾶλλον ἐτίμησαν τὸν ἄνδρα· καὶ μετὰ αἰδοῦς λέγουσιν αὐτῷ· Καλεῖ σε ὁ βασλεὺς Ῥωμαίων· δεῦρο, πορεύθητι μεθʼ ἡμῶν. Ὁ δὲ θεολόγος ταύτην τὴν ἀγγελίαν δέξαγειτόνων
6 Αὐτίκα γοῦν λαβόντες οἱ στρατιῶται τὸν Ἰωάννην, κἀμὲ ἐπιτρέψαντες ἀκολουθεῖν, ἐπορεύθημεν μετὰ σπουδῆς. καὶ ἀνύσαντες ὁδὸν ἡμερῶν ἑπτὰ οὐθενὸς βρώματος μετέλαβεν ὁ Ἰωάννης. ὁρῶντες δὲ αὐτὸν οἱ στρατιῶται ἄσιτον διαμένοντα, ἔσχαλον δεδοικότες μή πως ἐκ τῆς πολλῆς ἀσιτίας ἀτονύσας τῆς ζωῆς ἀφαιρεθῇ καὶ τούτοις οἴκτιστον θάνατον ὑπὸ τοῦ βασιλέως ἐπάξῃ, ἐδεξιοῦντο αὐτὸν προσκυλινδούμενοι τοῖς τούτου ποσὶ βρώσεως μεταλαβεῖν. ὁ δὲ θεολόγος θέλων αὐτοὺς θεραπεῦσαι, λαβὼν ἐκ τῶν φοινίκων ὧν εἶχε δεδεμένων ἐν τῷ παλλίῳ αὐτοῦ ἔφαγεν ἔμπροσθεν αὐτῶν. οἱ οὖν στρατιῶται
7 Καὶ δὴ φθάσαντες τὴν Ῥώμην παρέστησαν τὸν ἀπόστολον τῷ βασιλεῖ. ὁ δὲ ἀπόστολος εἰσελθὼν ἐνώπιον τοῦ βασιλέως καὶ ἐγγίσας αὐτὸν ἐφίλησεν αὐτὸν κατὰ τοῦ στέρνους καὶ τῆς κεφαλῆς. ὁ δὲ βασιλεὺς πρὸς αὐτὸν ἔφη· Πῶς σὺ ἐμὲ πεφίληκας; ἐγὼ γάρ εἰμι ἄνθρωπος· σὺ δὲ ὡς ἀκούω θεὸν ἐπουράνιον προσκυνεῖν καὶ σέβειν πάντας ἀνθρώπους διθάσκεις. Ὁ δὲ θεολόγος πρὸς τὸν βασιλέα ἔφη· Ἐπειδὴ γέγραπται Καρθία βασιλέως ἐν χειρὶ κυρίου· καὶ πάλιν Χεὶρ κυρίου ἐπὶ κορυφὴν βασιλέως, τούτου χάριν πεφίληκά σου τὸ στῆθος καὶ τὴν κορυφήν.
8 Ὁ δὲ βασιλεὺς ἀσμένως δεξάμενος τὴν ἀπόκρισιο τοῦ θεολόγου ἔφη πρὸς αὐτόν· Ἀγγελία μοι ἦλθε περὶ σοῦ ὅτιπερ ἐξέστησας ὅλον τὸ ἔθνος καὶ μάλιστα τῶν Ἐφεσίων ἐν
9 Εἶτα προσκαλεσάμενος ὁ βασιλεὺς μάγον τινὰ ἐπίσημον ἐργάτην τοῦ διαβόλου λέγει αὐτῷ· Σκεύασόν μοι δηλητήριον τοιοῦτον ὥστε μόνωρον γενέσθαι τὸν ἁψάμενον αὐτό. Ταῦτα ἀκούσας ὁ μάγος παρὰ τοῦ βασιλέως ἀπελθὼν ἐποίησε τὸ ἐπιταχθὲν αὐτῷ παρὰ τοῦ βασιλέως καὶ φέρει αὐτῷ, καί φησιν ὁ βασιλεύς· Δοθήτω Ἰωάννῃ τῷ Γαλιλαίῳ. Καὶ γεμίσας ὁ μάγος τὴν κύλικα, ἐπιδίδωσι τῷ θεολόγῳ. ὃ δὲ δεξαμενος τὸ φάρμακον καὶ κατασφραγισάμενος αὐτὸ καὶ
10 Αὐτοῦ δὲ μηδὲν πάσχοντος τὸ σύνολον ἔμεινεν ὁ βασιλεὺς καὶ ὁ μάγος καὶ πάντες οἱ σὺν αὐτοῖς ἐννεοί, ἐξιστάμενοι καὶ θαυμάζοντες πῶς ἔμεινεν ἀβλαβὴς ἀπὸ τοῦ φαρμάκου ὁ θεολόγος. ἤρξατο οὖν μέμφεσθαι ὁ βασιλεὺς τὸν μάγον ὡς μὴ σκευάσαντος αὐτοῦ δόκιμον τὸ δηλητήριον. ὁ δὲ θεολόγος λέγει πρὸς τὸν βασιλέα· Βασιλεῦ γνῶθι ὅτι τὸ μὲν δηλητήριον θόκιμόν ἐστιν· ἀλλ᾿ ὁ Χριστὸς καὶ θεός μου ὁ εἰπὼν ἡμῖν ὅτι κἂν θανάσιμόν τι πίωσιν οἱ πιστεύοντες εἰς αὐτόν, οὐ μὴ αὐτοὺς βλάψῃ, αὐτὸς καὶ τοῦτο καὶ πάσας τὰς μαγγανείας τοῦ διαβόλου καὶ τῶν τούτου ὑπηρετῶν ἀφανεῖς καὶ ἀθοκίμους ἐργάζεται. εἰ δὲ βούλει βασιλεῦ τὴν ἀλήθειαν τῶν λεγομένων μαθεῖν, κέλευσον ἐνεχθῆναι ἕνα θέσμιον ἐξ ὧν ἔχεις ἐν τῷ δεσμωτηρίῳ· καὶ πειράσωμεν τοῦ θηλητηρίου τὴν ἐνέργειαν. Ὁ δὲ βασιλεὺς ἀκούσας ταῦτα παρὰ τοῦ θεολόγου τὸ τάχος ἐποίησε καὶ ἤγαγεν ἕνα δέσμιον καὶ λέγει τῷ μάγῳ· Πλήσας τὴν κύλικα ἐκ τοῦ δηλητηρίου θὸς αὐτῷ πιεῖν. Ὁ δὲ θεολόγος λέγε· Οὐχί, ἀλλὰ κλύσας τὴν φιάλην ἣν ἐξέπιον μεθ᾿ ὕθατος δοθήτω αὐτῷ· καὶ ἔδωμεν τί τὸ ἀποβησόμενον. Καὶ κλύσας τὸ ποτήριον μεθ᾿ ὕδατος ὁ μάγος καὶ τῷ ἀνθρώπῳ ἐπιδώσας, παραχρῆμα πιὼν ἀπέψυξεν.
11 Ἰδόντες δὲ ὅ τε βασλεὺς καὶ οἱ σὺν αὐτῷ πάντες ἐφοβήθησαν σφόδρα. τότε λέγει ὁ θεολόγος· Επειδὴ αἴτιος θανάτου γέγονα τοῦ ἀνθρώπου τούτου, χρή με λοιπὸν καὶ εὐξαμένου μου ἐγεῖραι αὐτόν. Καὶ στὰς ἐπὶ ὥραν μίαν καὶ εὐξάμενος ἤγειρε τὸν τεθνηκότα ἔμπροσθεν τοῦ βασιλέως καὶ τῶν συνόντων αὐτῷ πάντων.
12 Τότε ἰδὼν ὁ βασιλεὺς καὶ οἱ σὺν αὐτῷ ἐφοβήθησαν τὸν θεὸν τοῦ οὐρανοῦ καὶ ἐπίστευσαν πολλοὶ τῷ θεῷ καὶ τῷ ἀποστόλῳ. ὁ δὲ βασιλεὺς ἰδὼν ὅτι εὔλογον αἰτίας εὑρίσκει καθʼ ὑμῶν λέγει τῷ ἀποστόλῳ· Ἐπειδὴ κατηγορίας ἐδεξάμην κατὰ σοῦ καὶ θεσμοὶ βασιλικοί εἰσι νὴ ἀτιμωρήτους ἐξέρχεσθαι τοὺς κατηγορουμένους, κελεύομέν σε ἐν νήσῳ τινὶ ἀπενεχθῆναι
13 Ὁ δὲ βασιλεὺς ἀπέστειλεν ὑμᾶς ἐν τῇ νήσῳ,
14 τριετῆ χρόνον ποιήσαντες ἐν Πάτμῳ--- τοῦ δὲ βασιλέως Ῥωμαίων τοῦ βίου τούτου ἐξελθόντος κατὰ τοὺς καιροὺς τῆς ἐξορίας Ἰωάννου, αὐτίκα καὶ ὁ ἀπόστολος διὰ τὸ μὴ εἶναι πλοῖον ἐν τῇ νήσῳ ὅπερ ἐξορμήσει πρὸς τὴν στερεὰν γῆν ξύλου εὐτελοῦς ἐπιλαβόμενος φελλοῦ τοὔνομα καὶ τοῦτο ἐπιθήσας ἐπὶ τὰ νῶτα τῆς θαλάσσης καὶ ἐπιβιβάσας ἑαυτὸν ἐπὶ τὸ ξύλον κἀμὲ ἐπιτρέψας ἀνελθεῖν, εὐθυδρομεῖν ἠπείγετο ἄντκρυς
15--- Ἀποβάντος δὲ αὐτοῦ ἀπὸ τῆς θαλάσσης ἐν ἀκτῇ τινι ὡς ἀπὸ ὀκτὼ σημείων τ(??)ς πόλεως Μιλήτου εὗρεν ἐκεῖσε κώμην μικράν. καὶ εἰσελθὼν ἐν αὐτῇ, καὶ καθίσαντος ἐπάνω πέτρας, ὡς ἔθος ἦν τῷ ἀποστόλῳ ποεῖν εἰς πάντα τὰ ἔθνη ἃ ἐδίδαξε, πεποίηκε καὶ ἐν τῇ κώμῃ ταύτῃ, καὶ κατεφώτισε πάντας τοὺς κατοικοῦντας ἐν αὐτῇ διὰ τῆς αὐτοῦ διδασκαλίας.
16--- Eἶτα ἐκεῖθεν ἀναστὰς ἐπορεύετο πρὸς τὴν τῶν Ἐφεσίων πόλιν. πορευομένου δὲ αὐτοῦ εἰσῆλθε καὶ ἐν τῇ τῶν Μιλησίων πόλει· καὶ πολλὰς θαυματουργίας κἀκεῖσε ἐπιτελέσας τῇ τοῦ ἁγίου πνεύματος χάριτι πολλοὺς καὶ τῶν ἐκεῖσε μαθητὰς τοῦ Χριστοῦ καὶ οὐρανοπολίτας εἰργάσατο. τινὲς δὲ τῶν ἐθελοκακούργων ἀναστάντες καὶ πολλοὺς πειρασμοὺς τῷ ἀποστολῳ προσενέγκαντες, ἔτι μὴν καὶ δηλητήριον θανάτου ποτίσαντες αὐτόν, οὐδὲν ἴσχυσαν κατʼ αὐτοῦ· αὐτὸς γὰρ παραυτὰ ἐξεμέσας τὸ φάρμακον ἔμεινεν ἀβλαβής, καὶ λοπὸν ὥδευε τὴν ὀδὸν αὐτοῦ χαίρων.
17--- Οἱ δὲ ἄνθρες τῆς κώμης ἐκείνης ἔνθα κατήντησεν ὁ ἀπόστολος ἐξελθὼν ἀπὸ τῆς θαλάσσης ἀναστάντες ἤγειραν εὐκτήριον μικρὸν τοῦ θεολόγου εἰς μέσον περιλαβόντες τὴν πέτραν ἔνθα καθεσθεὶς ὁ ἀπόστολος ὑπέδειξεν αὐτοῖς προσκυνεῖν καὶ δοξάζειν Χριστὸν τὸν ἀληθινὸν θεὸν ἡμῶν. ἡ δὲ πέτρα ἐκείνη οὐκ ἐπαύσατο ἐκβλύζειν τὸ κατὰ καιρὸν μύρον εὐωδίας εἰς ἐπίδειξιν καὶ πίστιν πάντων τῶν πιστῶν. ἐλθόντων δὲ ἡμῶν ἐν Ἐφέσῳ ἐξῆλθε πᾶς ὁ λαὸς εἰς ἀπάντησιν τοῦ ἀποστόλου.
30-37 Μετὰ δὲ τρεῖς ἡμέρας ἐνεφάνισεν ἑαυτὸν ὁ Ἰωάννης [*](187 Z) τοῖς Ἐφεσίοις καὶ ἤρζατο διδάσκειν αὐτούς. καὶ οἳ μὲν ἐπείθοντο τοῖς λεγομένοις ὑπʼ αὐτοῦ, οἳ δὲ μυκτηρίζοντες ἀνεχώρουν.
38-41 Συνηγμένων οὖν πάντων ἐν τῇ ἑορτῇ τῆς μιαρᾶς Ἀρτέμιδος καὶ τὰς θυσίας ἐπιτελούντων — τὸν γὰρ ναὸν αὐτῆς καταστραφέντα ὑπὸ Ἰωάννου ὄντων ἡμῶν ἐν τῇ ἐξορίᾳ οὗτοι πάλιν ἀνοικοδόμησαν — ὁ δὲ Ἰωάννης ἐν τῇ ἑορτῇ αὐτῶν ἔστη ἐφʼ ὑψηλοῦ τόπου καὶ ἐδίδασκεν τοὺς ὄχλους ἀποστῆναι τῆς μυσαρᾶς θυσίας. οἳ δὲ οὐκ ἠνέσχοντο ἀκοῦσαι αὐτοῦ λέγοντες· Τίς σε ἥφερεν ὧδε μάγε; μὴ καὶ τοῦτον τὸν ναόν, ὃν μετὰ πολλοῦ κόπου οἰκοδομήσαμεν, βούλει καταστρέψαι ὃν τρόπον καὶ πρότερον πεποίηκας; Ὁ δὲ Ἰωάννης ἔφη πρὸς αὐτούς· Οὐ μόνον ὁ ναὸς ὑμῶν ἀφίεται ἔρημος, ἀλλὰ καὶ ὑμεῖς καὶ τὰ τέκνα ὑμῶν πανολεθρίᾳ παραδοθήσεσθε, ἐὰν μὴ ἐπιγνῶτε τὸν ὄντως ὄντα θεόν, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Πλησθέντες δὲ θυνοῦ καὶ καταγαγόντες αὐτὸν τύπτοντες ἔσυραν ἀνηλεῶς. κείμενος δὲ ὁ ἀπόστολος τοῦ Χριστοῦ ἐπὶ τὴν γῆν προσηύξατο λέγων· Κύριε Ἰησοῦ Χριστέ, καταπέσοι τὸ ἱερὸν τῆς μιαρᾶς Ἀρτέμιδος καὶ ἔμβαλε εὐθύτητα εἰς τὰς καρδίας τοῦ λαοῦ τούτου, ἐπιγνῶναι σὲ τὸν ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας υἱόν σου μονογενῆ Ἰησοῦν Χριστὸν σωτῆρα τοῦ κόσμου.
42 Καὶ εὐθέως σεισμὸς ἐγένετο καὶ βροντὴ φοβερὰ καὶ κατεστράφη ὁ ναὸς τῆς Ἀρτέμιδος ἄνω κάτω, καὶ τὰ εἴδωλα πάντα συνετρίβησαν, καὶ πλῆθος τοῦ λαοῦ ἐκ τοῦ φόβου ἀπέθανον. ἰδόντες δὲ οἱ λοιποὶ τὸ γεγονὸς εἶπον· Οὐαὶ ἡμῖν· ἕως πότε παροργίζομεν τὸν θεὸν ἀνεχόμενος ἐπὶ ταῖς κακίαις ἡμῶν; μή ποτε ἐν τῇ ἀπιστίᾳ ἡμῶν πανολεθρίᾳ παραπέμψει ἡμᾶς καὶ τὴν πόλιον ἡμῶν. Καὶ ἐλθόντες ἅπαντες ὁμοθυμαδὸν
43 Τότε ἀναστὰς ὁ ἀπόστολος εὐλογήσας αὐτοὺς καὶ ἱκανῶς διδάξας καθʼ ἑκάστην ἡμέραν ἐβάπτιζεν χιλιάδας καὶ ἑκατοντάδας.
44 Καὶ πάντες ἔφερον τὰ εἴδωλα αὐτῶν καὶ συνέτριβον [*](188 Ζ) αὐτὰ πρὸ προσώπου Ἰωάννου. προσελθὼν δὲ Ἰωάννης καὶ ἐπὶ τοῖς τεθνήξασιν ἀνθρώποις προσευξάμενος ἀνέστησεν αὐτούς. καὶ οὐκέτι λοιπὸν ἦν ἐν αὐτοῖς σκάνδαλον, ἀλλὰ πᾶσα πόλις ἀπὸ μικροῦ ἕως μεγάλου γεγόνασιν χριστιανοί, οὐ μὴν ἀλλὰ καὶ πᾶσα ἡ περίχωρος· καὶ ἦν Ἰωάννης οἰκοδομῶν