Acta Joannis (recensio)
Acta Joannis
Acta Joannis (recensio), Bonnet, Mendelssohn, 1898
45 Εἶθ᾿ οὕτως ἐν τῇ Σμυρναίων πόλει ἀπελθόντων ὑμῶν πάντα τὰ εἴδωλα συνετρίβησαν τῇ δυνάμει τοῦ Χριστοῦ. καὶ καθιερώσας ναοὺς ὁ ἀπόστολος τοῦ Χλριστοῦ καὶ κατηχήσας αὐτοὺς ἐβάπτισεν ἅπαντας καὶ πᾶσαν τὴν παράλιον ἐκείνην, καταλιπὼν ἐκεῖσε πρόεδρον Βούκολον καὶ Πολύκαρπον τοὺς αὐτοῦ μαθητὰς καὶ Ἀνδρόνικον.
46 Καὶ ἦσαν ἐκεῖ δύο ἱερεῖς τῆς Ἀρτέμιθος ἀδελφοὶ τυγχάνοντες σαρκικοί. συνέβη οὖν τὸν ἕνα τελευτῆσαι· καὶ
47 Τότε λαβόμενος αὐτοῦ τῆς χερὸς ἀνῆλθεν ἐν ᾧ τὸ πτῶμα ἦν τοῦ τεθνηκότος, ὄχλου πολλοῦ περιόντος, καὶ κρατήσας τῇς χειρὸς αὐτοῦ εἶπεν· Ἀνάστα ὁ καθεύδων ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου· Καὶ εὐθέως ἀνέστη ὁ ἱερεὐς ὑγιής. τοῦ δὲ ὄχλου θαυμάζοντος καὶ κράζοντος· Μέγας ὁ θεὸς Ἰωάννου· ἐπιλαβόμενος αὐτοὺς ὁ Ἰωάννης καὶ κατηχήσας ἐβάπτισεν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υὑοῦ
48 Μετὰ οὖν ἡμέρας τινὰς κατὰ θείαν ἀποκάλυψιν ἐξῆλθεν ὁ Ἰωάννης ἔν τινι κώμῃ εἰς ἐπίσκεψιν τῶν ἀδελφῶν. καὶ ἦν ἐκεῖ τις νεανίας χωρικός, νουθετούμενος πολλάκις παρὰ τοῦ ἰδίου πατρὸς ἵνα μὴ λάβῃ τοῦ συνεργοῦ τὴν γυναῖκα· φθόνῳ δὲ διαβόλῳ κινηθείς, μὴ φέρων ὁ παῖς τὴν τοῦ πατρὸς νουθεσίαν, λακτίσας αὐτὸν ἄφνω ἔθηκεν ἐπὶ τὴν γῆν νεκρόν. τοῦτον οὖν ὁ Ἰωάννης ἰδὼν εἶπεν· Ὦ κύριε, σήμερον [*](189 Z) ἕνεκεν τούτου με ἐκάλεσας ἐνθάδε;
49 Ὁ δὲ νεανίας ὁρῶν τὸν ἄωρον θάνατον τοῦ πατρὸς αὐτοῦ, προσδοκῶν συλληφθῆναι καὶ ἀντιφονευθῆναι, τὴν λύπην μὴ φέρων, ὃ ἐπεφέρετο δρέπανον τρέχων ἐν τῇ οἰκίᾳ ἠβουλήθη σφάξαι τὴν γυναῖκα, εἶθ᾿ οὕτως ἑαυτόν. τοῦτον οὖν ἰδὼν ὁ Ἰωάννης τρέχοντα καὶ γνοὺς τῷ πνεύματι εἶπεν
50 ἀλλ᾿ εἴ τι δύνασαι, βοήθησον ἡμῖν μαθητὰ τοῦ Χριστοῦ, ἐὰν οὖν τοῦτον ἀναστήσῃς, ἀπὸ τοῦ λοιποῦ ἀποστήσομαι τὸ κακὸν.
51 Τοῦ δὲ Ἰωάννου εἰπόντος πρὸς αὐτὸν Οὐδὲ τὰς πολιὰς τοῦ πατρός σου ᾤκτιρας ταλαίπωρε; εἰς τὸν οὐρανὸν
52 Καὶ κρατήσας τῆς χειρὸς τοῦ τεθνηκότος εἶπεν· Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ θεοῦ ἀνάστα. Καὶ εὐθέως ἀνέστη.
53 Ἰδὼν δὲ ὁ παῖς τὴν παρʼ ἐλπίδα ἀναβίωσιν τοῦ πατρὸς αὐτοῦ καὶ τὴν ἑαυτοῦ σωτηρίαν, λαβὼν τὸ δρέπανον τὰ ἑαυτοῦ μόρια ἀφείλετο· καὶ δραμὼν εἰς τὴν οἰκίαν εἰς ὄψιν τῆς μοιχαλίδος αὐτοῦ ἔρριψεν αὐτὰ λέγων· Διὰ σὲ πατρὸς φονεὺς καὶ ἡμῶν τῶν δύο γέγονα· καὶ ἰδοὺ ἔχεις τὰ τούτων αἴτια. ἐμὲ γὰρ ὁ θεὸς ἠλέησεν ἐπιγνῶναι αὐτὸν διὰ τοῦ δούλου αὐτοῦ Ἰωάννου.
54 Ταῦτα ἀκούσας ὁ Ἰωάννης καὶ λυπηθεὶς εἶπεν πρὸς αὐτόν· Ταλαίπωρε, ὁ ὑποβάλας σε τὸν πατέρα σου φονεῦσαι δαίμων, αὐτός σε ὑπέβαλεν καὶ τοῦτο ποιῆσαι. ἔδει γάρ σε οὐχὶ τοὺς τόπους αὐτῶν ἀφανίσαι, ἀλλὰ τὴν ἔννοιαν ἐκ τῆς ψυχῆς σου· οὐ γὰρ τὰ ὄργανά εἰσιν βλαπτικά, ἀλλʼ ὁ νοῦς ὁ συγκαταβαίνων τῇ ἁμαρτίᾳ. μετανόησον οὖν ἄθλιε ἐπὶ τῇ παρανόμῳ τόλμῃ ᾗ ἐποίησας. Ὁ δὲ παῖς στένων καὶ τρέμων παρεκάλει τὸν τοῦ Χριστοῦ ἀπόστολον συγγνώμην λαβὼν τῶν ἡμαρτημένων. ὃν λαβὼν ὁ ἀπόστολος τοῦ Χριστοῦ εἰσήγαγεν ἐν τῇ πόλει· καὶ κατηχήσας καὶ βαπτίσας αὐτῷ ἅμα τοῦ πατρὸς [*](190 Z) αὐτοῦ προσήγαγεν τῇ ἐκκλησίᾳ· καὶ ἦν ὁ παῖς μεθ᾿ ἡμῶν πάντοτε ὑπηρετῶν, ὥστε πάντας θαυμάζει καὶ δοξάζειν τὸν θεόν.
56--- Ἐν μιᾷ οὖν τῶν ἡμερῶν ὡς ἦν Ἰωάννης καθεζόμενος πέρδιξ διαπτᾶσα καὶ ἐλθοῦσα ἐκονίζετο ἔμπροσθεν αὐτοῦ. ὁ οὖν Ἰωάννης βλέπων αὐτὸ ἐθαύμαζεν. ἱερεὺς δέ τις ἐλθών, εἷς τῶν ἀκροατῶν ὤν, εἰσελθὼν πρὸς Ἰωάννην, εἶδεν τὴν πέρδικα κονιζομένην ἔμπροσθεν αὐτοῦ· καὶ σκανδαλισθεὶς ἐν ἑαυτῷ ἔλεγεν· Ὁ τοιοῦτος καὶ τηλικοῦτος τέρπεται ἐπὶ πέρδικος κονιαζομένης; Γνοὺς δὲ ὁ Ἰωάννης τῷ πνεύματι τὴν ἐνθύμησιν
57--- Ταῦτα ἀκούσας ὁ πρεσβύτης καὶ ἰδὼν ὅτι οὐκ ἔλαθεν ἀλλὰ πάντα τὰ ἐν τῇ καρδίᾳ αὐτοῦ εἶπεν αὐτῷ ὁ ἀπόστολος τοῦ Χριστοῦ, πεσὼν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν ἐβόα λέγων· Νῦν οἶδα ὅτι ὁ θεὸς οἰκεῖ ἐν σοὶ μακάριε Ἰωάννη· καὶ μακόριος ὅστις οὐκ ἐπείρασεν ἐν σοὶ τὸν θεόν· ὁ γὰρ σὲ πειράζων τὸν ἀπείραστον πειράζει. Παρεκάλει δὲ αὐτὸν εὔχεσθαι ὑπὲρ αὐτοῦ· καὶ κατηχήσας αὐτὸν καὶ δοὺς κανόνας ἀπέλυσεν εἰς τὸν οἶκον αὐτοῦ δοξάζων τὸν ἐπὶ πάντων θεόν.|
106 Ὡς δὲ ἔγνω τὴν μετάστασιν αὐτοῦ δι᾿ ἀποκαλύψεως [*](191 Z) κυρίου, κυριακῆς ἡμέρας οὔσης συνὼν τοῖς ἀδελφοῖς μετὰ τὴν θείαν καὶ φρικτὴν μυσταγωγίαν καὶ τὴν κλάσιν τοῦ ἄρτου πάντων συνηγμένων ἑἶπεν· Ἐπειδὴ ὦ τεκνία μου ὁ χρόνος τῆς
107 καὶ γίνεσθε χρηστοὶ καὶ οἴκτίρμονες, ἀλλήλους
111 Καὶ ταῦτα πλείονα εἰπόντος αὐτοῦ καὶ τοῦ λαοῦ τοῖς δάκρυσιν τῷ ἐδάφει βρεχόντων εἶπεν πρὸς Εὐτυχῆ καὶ τὸν