Acta Joannis
Acta Joannis
Acta Joannis. Acta Apostolorum Apocrypha, Part 2, Vol. 1. Bonnet, Maximilian, editor. Leipzig: H. Mendelssohn, 1898.
24 Καὶ ἡ Κλεοπάτρα ἐλθοῦσα σὺν τῷ Ἰωάννῃ εἰς τον κοιτῶνα αὐτῆς καὶ ἰδοῦσα τὸν Λυκομήδην τεθνηκότα αὐτὴ ἕνεκα, ἔπασχε τῇ φωνῇ καὶ τοῖς ὀδοῦσιν ἔτριζε καὶ τὴν γλῶσσαν ἀπέδακνε καὶ τοὺς ὀφθαλμοὺς καμμύουσα δάκρυα προσέβρεχε· καὶ ἠρέμα τῷ ἀποστόλῳ προσεῖχεν. ὁ δὲ Ἰωάννης σπλαγχνισθεὶς ἐπὶ τῇ Κλεοπάτρᾳ ὡς εἶδεν αὐτὴν μὴ μανεῖσαν μηδὲ ἐκστᾶσαν, ἐκάλεσε τὰ τέλεα σπλάγχνα καὶ ἀνυπερήφανα, εἶπε· Κύριε Ἰησοῦ Χριστέ, ὁρᾷς τὸ συνέχον· ὁρᾷς τὴν ἀνάγκην· ὁρᾷς Κλεοπάτραν ἐκβοῶσα τὴν ψυχὴν διὰ τοῦ σιγᾶν· συνέχει γὰρ ἐν ἑαυτῇ τὴν ἀφόρητον μανίαν· ἐπίσταμαι δὲ ὅτι ἕνεκεν τοῦ Λυκομήδους καὶ αὐτὴν ἐπαποθανουμένην. Ἣ δὲ ἠρέμα εἶπε πρὸς Ἰωάννην· Τοῦτο σκέπτομαι δέσποτα καὶ οὐχ ἕτερον. Καὶ προσελθὼν τῷ κλινιδίῳ ὁ ἀπόστολος ἐφʼ οὖ ὁ Λυκομήδης ἔκειτο καὶ λαβόμενος τῆς χειρὸς Κλεοπάτρας ἔφη· Κλεοπάτρα, διὰ τὸν παρεστῶτα ὄχλον καὶ τοὺς ἐπεισελθόντας συγγενεῖς σου μετὰ κραυγῆς ἰσχυρᾶς εἶπόν σου τῷ ἀνδρί· Ἀναστὰς δόξασον τοῦ θεοῦ τὸ ὄνομα, ὅτι νεκροὺς νεκροῖς χαρίζεται. Ἣ δὲ προσελθοῦσα καὶ εἰποῦσα τῷ ἀνδρὶ αὐτῆς καθʼ ἃ ἐδιδάχθη εὐθὺς ἀνέστησεν αὐτόν. ὃ δὲ ἀναστὰς καὶ πεσὼν ἐπὶ τοῦ ἐδάφους τοὺς τοῦ Ἰωάννου πόδας κατεφίλει. ὃ δὲ ἐγείρας αὐτὸν λέγει· Μὴ τοὺς ἐμοὺς πόδας ἄνθρωπε φίλει ἀλλὰ τοὺς τοῦ θεοῦ οὗ δυνάμει ἀνέστητε ἀμφότεροι.
25 Ὁ δὲ Λυκομήδης τῷ Ἰωάννῃ ἔφη· Παρακαλῶν σε ἐνορκίζω οὗ ὀνόματι ἤγειρας ὑμᾶς θεοῦ οὺν ὑμῖν μεῖναι ἅμα τοῖς σύν σοι πᾶσιν. Ὁμοίως δὲ καὶ ἡ Κλεοπάτρα τῶν ποδῶν αὐτοῦ ἁπτομένη ταὐτά ἔλεγεν. ὁ δὲ Ἰωάννης ἔφη αὐτοῖς· Αὔριον παῤ ὑμῖν ἔσομαι. Κἀκεῖνοι πάλι αὐτῷ ἔφησαν· Ἐλπὶς ἡμῖν οὐκ ἔστιν ἐν τῷ θεῷ σου, ἀλλὰ μάτην εἴημεν ἐγηγερμένοι, ἐὰν μὴ μείνῃς παῤ ἡμῖν. Καὶ ὁ Κλεόβιος ἅμα τῷ [*](3 scr παρεστῶτα? ‖ 5 scr τὸν θεόν? ‖ 9 αὐτὴ] scr αὐτῆς? ‖14 scr ἐπε- κάλεσε? ‖ 15 ⟨καὶ⟩ εἷπε? ‖ 16 Κλεο[;ατρας Iames probabiliter ‖scr ἐκβοῶσαν? item Iames ‖ 17 del ὅτι? an plura interciderunt? ‖ 23 scr εἰπέ? εἶπον imperatiuum probat Iames: cf 188, 24 ‖ 33 ταῦτα R)
26 Συνῆλθου οὖν πλήθους πολλοῦ συναγωγὴ τοῦ Ἰωάννου ἕνεκα. καὶ ἐν τῷ ὁμιλεῖν αὐτὸν τοῖς παροῦσιν ὁ Λυκομήδης φίλον εὐφυῆ ἔχων ζωγράφον δρομαῖος ἐπʼ αὐτὸν ἦλθε, καὶ λέγει αὐτῷ· Ὁρᾷς ἐμὲ αὐτὸν ἐσκυλμένον πρὸς σέ· ἐλθὲ ταχέως εἰς τὴν οἰκίαν, καὶ ὃν ὑποδείκνυμί σοι τοῦτον γράψον μή ἐπισταμένου αὐτοῦ. Καὶ ὁ ζωγράφος ἐπιδούς τινι τα ἑαυτοῦ ἐπιτήδεια ἐργαλεῖα καὶ χρώματα εἶπε τῷ Λυκομήδῃ· Ὑπόδειξόν μοι αὐτὸν καὶ τοῦ λοιποῦ ἕσο ἀφρόντιστος. Καὶ ὁ Λυκομήδης δείξας τὸν Ἰωάννην τῷ ζωγράφῳ καὶ ἐγγίσας καὶ συγκλείσας εἴς τινα οἶκον ἀφʼ οὗ ἑωρᾶτο ὁ τοῦ Χριστοῦ ἀπόστολος· συνῆν δὲ ὁ Λυκομήδης τῷ μακαρίῳ εὐωχούμενος τῇ πίστει καὶ τῇ γνώσει τοῦ θεοῦ ἡμῶν, ἐπὶ πλεῖον δὲ ἠγαλλιάσατο ὅτι ἐν εἰκόνι ἤμλλεν αὐτὸν ἔχει.
Ὁ οὖν ζωγράφος τῇ πρώτῃ ἡμέρᾳ σκιαγραφήσας αὐτὸν [*](223 Z) ἀπηλλάγη· τῇ δὲ ἐξῆς καὶ τοῖς χρώμασιν αὐτὸν κατεκέρασε, καὶ οὕτως τῷ Λυκομήδει χαίροντι τὴν εἰκόνα ἀπέδωκεν. ἣν λαβὼν καὶ ἀναθεὶς εἰς τὸν ἑαυτοῦ κοιτῶνα ἔστεφεν· ὡς ὕστερον γνόντα τὸν Ἰωάννην εἰπεῖν αὐτῷ· Ἀγαπητόν μου τέκνον, [*](224 Z) τί διαπράττῃ ἀπὸ τοῦ βαλανείου εἰσερχόμενος εἰς τὸν κοιτῶνά σου μόνος; ἐγὼ οὐχὶ σὺν σοὶ καὶ τοῖς λοιποῖς ἀδελφοῖς εὔχομαι; ἢ ἡμᾶς κρύπτεις; Καὶ ταῦτα λέγων καὶ παίζων μετʼ αὐτοῦ εἴσεισιν εἰς τὸν κοιτῶνα· καὶ ὁρᾷ εἰκόνα περιεστεμμένην πρεσβύτου καὶ παρακειμένους λύχνους καὶ βωμοὺς ἔμπροσθεν. καὶ φωνήσας αὐτὸν εἶπε· Λυκόμηδες, τί βούλεταί σοι τὸ τῆς εἰκόνος ταύτης; τῶν θεῶν σού τις τυγχάνει ὁ γεγραμμένος; ὁρῶ γάρ [*](scr συνῆλθεν? ἀπόστολος ⟨....⟩? cf 167, 9 ‖ 15 scr ἔτι?) [*](Σ΄ (═ Σ[═ TOXYZ] e l) R 17 ὁ οὖν] antecedunt haec: Λεόντιος ὁ... βασιλικὸς ἀσηκρῆτις εἶπεν· Κατὰ τὴν κέλευσιν τῆς ἁγίας συνόδου πάρεισιν αἱ θεῖαι βίβλοι . . . οὐ μόνον δὲ ἀλλὰ καὶ τῶν κακωνύμων αἱρετικῶν τῶν ἐκ παλαιοῦ τὰς τιμίας εἰκόνας διαβεβληκότων. ἁγία σύνοδος εἶπεν· Ἀναγνωσθήτωσαν. Ἐπιφάνιος διάκονος . . . ἀνέγνω· Ἐκ τῶν ψευδεπιγράφων περιόδων τῶ νἁγίων ἀποστόλων Σ΄ ‖ σκιογραφήσας R ‖ 20 λαβ. om Σ΄: del?? ‖ καὶ om XYZ e ‖ 21 αὐτῷ] τῶ λυκομίδη R ‖ μοι R ‖ 22 τοῦ om Σ e ‖ 23 ἐγὼ post σοὶ e om nonne ego tecum l ‖ λοιποῖς om R ‖ 24 ἤ] τί R recte?? ‖ ἡμ.] τοίνυν αὐτὸ R: cf 166, 9 ‖ κ. ταῦτα] ταῦτα δὲ R ‖ καὶ π. μ. om R ‖ αὐτῶ R ‖ 25 εἴσ.] συνεισῆλθεν αὐτῶ R ‖ πρ. περ. R ‖ 26 παρακειμένην R ‖ κ. β. ἔ. om I ‖ βωμὸν R: sic Thilo coniecerat ‖ 27 καλέσας R ‖ αὐτ.] ὁ ἰωάννης ad l R ‖ σου R ‖ 28 τίς τ. θ. σ. Σ΄ ‖ τὸν θεὸν R)
28 Καὶ ὁ Ἰωάννης μηδέποτε τὸ ἑαυτοῦ πρόσωπον θεασάμενος εἶπεν αὐτῷ· Παίζεις με τέκνον· τοιοῦτός εἰμι τῇ μορφῇ τὸν κύριόν σου; πῶς με πείθεις ὅτι μοι ἡ εἰκὼν ὁμοία ὑπάρχει; Καὶ ὁ Λυκομήδης αὐτῷ προσήγαγε κάτοπτρον· καὶ ἰδὼν ἑαυτὸν ἐν τῷ κατόπτρῳ καὶ ἀτενίσας τῇ εἰκόνι εἶπε· Ζῇ κύριος Ἰησοῦς Χριστός, ὁμοία μοι ἡ εἰκών· | οὐκ ἐμοὶ δὲ τέκνον ἀλλὰ τῷ σαρκικῷ μου εἰδώλῳ· εἰ γὰρ θέλει με ὁ ζωγράφος οὗτος ὁ μιμησάμενός μου τὴν ὄψιν ταύτην ἐν εἰκόνι γράψαι, χρωμάτων τῶν δεδομένων σοι νῦν ἀπορῆσαι αὐτὸν καὶ σανίδων καὶ τόπου καὶ πόλις καὶ σχήματος μορφῆς καὶ γύρους καὶ νεότητος καὶ πάντων τῶν ὁρωμένων.
29 γενοῦ δέ μοι σὺ ἀγαθὸς ζωγράφος Λυκόμηδες· ἔχεις χρώματα ἅ σοι δίδωσι διʼ ἐμοῦ ὁ ἑαυτῷ πάντας ἡμᾶς ζωγραφῶν Ἰησοῦς, ὁ τὰς μορφὰς καὶ τὰ εἴδη καὶ τὰ σχήματα καὶ τὰς διαθέσεις καὶ τοὺς τύπους τῶν ψυχῶν ἡμῶν ἐπιστάμενος. ἔστι δὲ ταῦτα τὰ χρώματα ἅπερ σοι λέγω ζωγραφεῖν πίστις ἡ εἰς θεόν, γνῶσις, εὐλάβεια, φιλία, κοινωνία, πρᾳότης, χρηστότης, φιλαδελφία, ἁγνεία, εἰλικρίνεια, ἀταραξία, ἀφοβία, ἀλυπία, σεμνότης, καὶ ὅλος ὁ τῶν χρωμάτων χορὸς ὁ εἰκονογραφῶν σου τὴν ψυχήν, καὶ καταβεβλημένα σου τὰ μέλη ἀνεγείρων ἤδη, τὰ δὲ ἐπηρμένα ὁμαλίζων, καὶ τὰς πληγὰς θεραπεύων καὶ τὰ τραύματα ἰώμενος καὶ τὰς πειρωμένας σου τρίχας συντιθεὶς καὶ τὸ πρόσωπόν σου νίπτων καὶ τοὺς [*](1 ἔτι om R ‖ 2 Ὁ θ.] scr ὅτι θεὸς? del?? ‖ μοί om R ‖ μόνος om R ‖ ἐγ. με R ‖ 3 συμβίας R ‖ γε om Σ΄ ‖ 4 ἐκείνους Σ om e illos I: cf 2 ‖ δεῖ R ‖ 5 πάτερ om Σ΄ ‖ μοι om Σ΄ ‖ 6 ἀγ. ὁδ. R ‖ 7 μηδέπω Σ΄ (post πρόσ. Ο I) ‖ ἑ, τὸ R ‖ 8 εἶπε πρὸς τὸν λυκομίδην R ‖ 8—9 scr τέκνον τὸν κ. σου; τοι. ε. τῇ μ.?? an intercidit aliquid post μορφῇ? ‖ 8 τεκνίον (Σ) filiole mi I: cf 13 al ‖ τῇ om Σ e ‖ 9 τὸν κ. σου] προσηνὴς R inepte ‖ τὸν] ὑπὲρ τὸν y e super I coniectura futtili ‖ με π.] τοίνυν πείσεις με R: cf 165, 24 ‖ 9—10 ὁμ. μου ὑπ. ἡ εἰκ. αὕτη R: cf 12 ‖ 10 προσήνεγκεν αὐτῶ κάτ. R ‖ 11 καὶ - κατ. om R ‖ 12 κύρ.] μου add R ‖ ὅτι ῥμ. μου ἐστὶ ἡ εἰκ. αὕτη R: cf 9 12—167, 7 οὐκ - εἰκόνα] κακῶς δὲ τοῦτο διεπράξω (cf167, 6) reliqua desunt usque ad 196,79 Σ΄) [*](R 13 scr ἐμὲ? ‖ 15—17 ⟨μὴ νομίσης⟩ χρωμάτων?? ‖ 16 τ. κ. π.] scr κόλλης κ. τύπου?? cf 21 ‖ ⟨καὶ⟩ μορφῆς? cf 20 ‖ 28 scr σπειρομένας? διασπειρομένας?)
30 Καὶ κελεύσας Βήρῳ τῷ διακονοῦντι αὐτῷ ἀδελφῷ τὰς ἐν ὅλῃ τῇ Εφέσῳ ἀγαγεῖν πρεσβυτέρας, ἡτοιμάζετο δὲ ἅμα τῇ Κλεοπάτρᾳ καὶ τῷ Λυκομήδει τὰ πρὸς ἐπιμέλειαν. ἦλθεν οὖν ὁ Βῆρος λέγων τὸν Ἰωάννην· Τῶν ἐνθάδε οὐσῶν πρεσβυτίδων ὑπὲρ ἑξήκοντα τεσσάρων μόνον τῷ σώματι ὑγιαινούσας εὗρον, τῶν δὲ λοιπῶν τινὰς δὲ καὶ παραλυτικὰς καὶ ἄλλας νοσούσας. Ὁ δὲ Ἰωάννης ταῦτα ἀκούσας καὶ ἐπὶ πολὺ ἡσυχάσας καὶ τὸ πρόσωπον αὐτοῦ ἀποτρίβων εἶπεν· Ὢ ἀτονία τῶν ἐν Ἐφέσῳ οἰκούντων· ὢ πράγματα ἐκλελυμένα καὶ ἀσθένεια ἡ πρὸς τὸν θεόν· χρόνῳ ἐμπαίξας Ἐφεσίων τοῖς πιστοῖς διάβολε· Ἰησοῦς μοι χάριν διδοὺς καὶ δωρεὰν ἔχειν με τῆς ἐν αὐτῷ παρρησίας λέγει μοι νῦν σιγῶν· Μετάπεμψαι τὰς νοσούσας γραίας καὶ γενοῦ ἅμα αὐταῖς ἐν τῷ θεάτρῳ καὶ διʼ ἐμοῦ θεράπευσον αὐτάς· εἰσὶ γάρ τινες τῶν ἐρχομένων ἐπὶ τῇ θέᾳ ταύτῃ οὓς διὰ τῶν τοιούτων ἰάσεων εἴ τι χρήσιμον γενόμενος ἐπιστρέψω.
31 Τοῦ δὲ παντὸς ὄχλου συνελθόντος πρὸς τὸν Λυκομήδην τοῦ Ἰωάννου ἕνεκα ἀπετάξατο πᾶσι λέγων· Αὔριον γίνεσθε ἐν τῷ θεάτρῳ ὁπόσοι βούλεσθε τὴν τοῦ θεοῦ δύναμιν. Οἱ δὲ ὄχλοι τῇ ἐπαύριον ἐκ νύκτωρ ἦλθον εἰς τὸ θέατρον· ὡς καὶ τὸν ἀνθύπατον γνόντα σπεῦσαι καὶ συγκαθίσαι τῷ παντὶ ὄχλῳ. Ἀνδρόνικος δέ τις στρατηγός, πρῶτος ὢν τῶν Ἐφεσίων κατʼ ἐκεῖνο καιροῦ, ἐφήμιζεν ἀδύνατα καὶ ἄπιστα τῷ Ἰωάννῃ ὑπεσχνεῖσθαι· Εἰ δέ τι τοιοῦτον ὁποῖον ἀκούω, ἔλεγεν, ἔχειν, τὸ δημόσιον θέατρον ἀνεῳγὸς εἰσιέτω γυμνός, μηδὲν ἐπὶ τῶν χειρῶν αὐτοῦ κρατῶν, μηδὲ τὸ μαγικὸν ἐκεῖνο ὀνομαζέτω ὄνομα ὃ ἀκήκοα αὐτοῦ λέγοντος.
[*](1 scr ἐπιδεύων?? φαιδρύνων?? ‖ 3 ⟨ἄθροισις⟩ καὶ μίξις? ‖ 4 scr ἄτρεστον? ‖ 9 πρεσβυτέρας ⟨....⟩? cf 165, 14 ‖ 11 ⟨πρὸς⟩ τὸν Ἰ.? τῷ Ἰωάννῃ? ‖ 12 scr τέσσαρας? ‖ 13 ⟨τινὰς μὲν τονούσας,⟩ τινὰς? cf 15 ‖ 19 παρρησίας ⟨θέλων⟩?? ‖ 22 scr εἴς τι?? ‖ 22—23 scr χρησίμων γενομένων?? ‖ 23 ⟨....⟩ γενόμενος? ‖ 26 βούλεσθε ⟨θεᾶσθαι⟩? an δύναμιν ⟨ἰδεῖν⟩? ‖ 27 ἐκ] scr ἔτι?? ‖ 29 scr στρατηγὸς πρῶτος??? cf 161, 10; 168, 16: 186, 21; 121, 13 Ph c 14 i ; 27; 37; al ‖ 31 τῷ Ἰ. ὑπεσχῆσθαι? an τὸν Ἰωάννην ὑπισχνεῖσθαι? ‖ 32 scr ἔχει?)32 Ταῦτα οὖν γνοὺς ὁ Ἰωάννης καὶ κινηθεὶς ὑπὸ τῶν ῥημάτων τούτων ἐκέλευσε τὰς πρεσβύτιδας εἰς τὸ θέατρον ἀχθῆναι. ὡς δὲ εἰσήχθησαν πᾶσαι, αἳ μὲν κραββάτοις αἳ δὲ νυσταγμῷ κείμεναι αὐτῶν, εἰς τὸ μέσον, καὶ τῆς πόλεως συνδραμούσης, σιγῆς πολλῆς γενομένης, ὁ Ἰωάννης ἀνοίξας τὸ στόμα αὐτοῦ ἤρξατο λέγειν·
33 Ἄνδρες Ἐφέσιοι, γνῶτε πρῶτον τίνος ἕνεκεν τῇ ὑμετέρᾳ πόλει ἐπιθημῶ, ἢ τίς ἡ τοσαύτη μου παρρησία πρὸς ὑμᾶς, ὡς καὶ τῷ κοινῷ τούτῳ βουλευτηρίῳ πᾶσιν ἡμῖν καταδήλου γενέσθαι. ἀπέσταλμαι οὖν ἀποστολὴν οὐκ ἀνθρωπίνην οὐδὲ ἀποδημίαν ματαίαν· οὐδὲ τις ἔμπορος τυγχάνω ἀντιπράσεις ποιούμενος ἢ ἀντικαταλλαγάς, ἀλλʼ ὑμᾶς ὅλους ἐπιστρέφων ἀπιστίᾳ κεκρατημένους καὶ ἐπιθυμίαις αἰσχραῖς πεπραμένους ὃν κηρύσσω Ἰησοῦν Χριστὸν εὔσπλαγχνος ὢν καὶ χρηστὸς βούλεται διʼ ἐμοῦ τῆς πλάνης ὑμᾶς ἐξελέσθαι· οὗ δυνάμει καὶ τὴν τοῦ στρατηγοῦ ὑμῶν ἀπιστίαν ἐλέγξω τὰς ἔμπροσθεν ἡμῶν κατακειμένας ἀνιστῶν, ἃς πάντες ὁρᾶτε ἐν οἵῳ δὴ καὶ ἐν ποίοις νόσοις ὑπάρχετε· καὶ οὐκ ἔστι μοι νῦν τοῦτο ὀλυσμένων αὐτῶν καὶ θεραπείαις συναρεθήσονται.
34 ἐκεῖνο δὲ ἐβουλόμην πρῶτον ἐγκατασπεῖραι ὑμῶν τοῖς, ἀκοαῖς τῷ τῶν ψυχῶν ἐπιμελεῖσθαι, οὗ ἕνεκεν παραγέγονα πρὸς ὑμᾶς, μὴ προσδοκᾶν τὸν χρόνον τοῦτον αἰῶνα ὑπάρχειν ὅς ἐστι ζυγοῦ, μηδὲ θησαυρίζειν ἐπὶ τῆς γῆς ἔνθα ἅπαντα μαραίνονται· μηδὲ ἡγεῖσθε παίδων ὑμῖν συγγινομένων αὐτοῖς ἀναπεπαῦθαι· μηδὲ τούτων ἕνεκεν ἀποστερεῖν καὶ πλεονεκτεῖν πειρᾶσθε· μηδὲ λυπῇσθε οἱ πένητες εἰ μὴ ἔχητε ταῖς ἡδοναῖς ὑπηρετεῖν· καὶ γὰρ οἱ ἔχοντες ἐν νόσοις γενόμενοι μακαρίζουσι· μηδὲ ὑμεῖς οἱ πλούσιοι χαίρετε ἐπὶ τῷ ἔχειν πλείονα χρήματα· ἐν γὰρ τῷ ταῦτα κεκτῆσθαι ἀχώριστον τὴν λύπην πορίζεσθε ἀπολυόμενοι αὐτῶν· καὶ πάλιν φοβεῖσθε παρόντες μή τις πείθεται ὑμῖν αὐτῶν ἕνεκα.
35 ὁ δὲ ἐν εὐμορφίᾳ σώματος ἐπαιρόμενος καὶ τὸ βλέμμα ἐπανατείνων τὸ τέλος γοῦν τῆς ἐπαγγελίας ἐπὶ τοῦ μνήματος θεάσῃ· ὁ δὲ μοιχείᾳ χαίρων γνῶθι ὅτι καὶ νόμῳ καὶ φύσις [*](4 νυσταγμῶ num sanum ? ‖ κείμεναι, τεθειμένων αὐτῶν ε. τὸ μ. Iames: ac sane ordo uerborum mirus ‖ del καὶ? ‖ 9 scr ⟨καὶ⟩ π. ὑμῖν κατάδηλον? ‖ 15 ὑμᾶς del ?? cf 162, 30 et 31 ‖ 17 scr ὑμῶν? ‖ δὴ] scr εἴδει? ? ‖ 18 scr ποίαις? ‖ scr ὑπάρχουσιν?? ‖ 18—19 ὀλ - συναιρ. corrupta ‖ 21 τῷ] τὸ Iames: τῷ ═ διὰ τὸ? ‖ 23 ζ.] ζ. ῥοπή Iames: fort t [ζυγοῦ] ⟨ῥοπή⟩ ‖ 24 scr ἡγεῖσθαι? ‖ 25 scr ἀναπεπαῦ- σθαι? ‖ 26 scr πειρᾶσθαι?? ‖ scr λυπεῖσθαι?? λυπεῖσθε? ‖ scr ἔχετε?? ‖ 28 μακαρίζουσι? ‖ 30 scr παρόντων ?? ‖ 31 scr πείθηται ?? ἐπίθηται? ‖ 34 scr νόμος?)
36 ὁ δὲ χρυσῷ χαίρων καὶ ἐλεφαντίνων καὶ λίθοις τερπόμενος νυκτὸς ἐπελθούσης ἃ φιλεῖς θεᾶσαι; ὁ δὲ μαλακαῖς ἐσθῆσι νικώμενος, εἶτα δὲ ἀπαλλασσόμενος τοῦ βίου, ταῦτα ὀφλῆσαι κἀκεῖ ὅπου πορεύῃ; ὁ δὲ φονεὺς γινωσκέτω τὴν ἀξίαν τιμωρίαν διπλῆν ἀποκεῖσθαι μετὰ τὴν ἐνθένδε λύσιν. ὁμοίως καὶ ὁ φαρμακός, ὁ περίεργος, ὁ ἅρπαξ, ὁ ἀποστερητής, ὁ ἀρσενοκοίτης, ὁ κλέπτης, καὶ ὁπόσοι τοιούτου χοροῦ ὑπάρχοντες, τῶν ἔργων ὑμῶν καθηγουμένων ἐπὶ πῦρ ἄσβεστον καὶ σκότος μέγιστον καὶ βυθὸς κολαστηρίων καὶ ἀπειλὰς αἰωνίους καταντήσετε. ὅθεν ἄνδρες Ἐφέσιοι ἐπιστρέψατε ἑαυτούς, ἐπιστάμενοι καὶ τοῦτο ὅτι οἱ βασιλεῖς, οἱ δυνάσται, οἱ τύραννοι, οἱ ἀλαζόνες, οἱ πολέμους χειρωσάμενοι γυμνοὶ τῶν ἐνθένδε ἀπαλλασσόμενοι, ἐν κακοῖς δὲ αἰωνίοις συγγινόμενοι ὀδυνῶνται.
37 Καὶ ταῦτα εἰπὼν ὁ Ἰωάννης δυνάμει θεοῦ ἰάσατο πάσας τὰς νόσους. οἱ δὲ ἀπὸ Μιλήτου ἀδελφοὶ ἔφησαν τῷ Ἰωάννῃ· Πολὺν χρόνον ἐν τῇ Ἐφέσῳ μεμενήκαμεν· εἰ δοκεῖ σοι, καὶ εἰς Σμύρνην πορευθῶμεν. ἤδη γαρ ἀκούομεν τὰ μεγαλεῖα τοῦ θεοῦ κἀκεῖ κεχωρηκότα. Καὶ ὁ Ἀνδρόνικος ἔφη αὐτοῖς· Ὁπόταν ὁ διδάσκαλος θέλῃ, τότε πορευθῶμεν. Ὁ δὲ Ἰωάννης ἔφη· Πρῶτον ἐν τῷ τῆς Ἀρτέμιδος ναῷ πορευθῶμεν. τάχα γὰρ κἀκεῖ ἡμῶν ὀφθέντων εὑρεθη σονται τοῦ κυρίου οἱ δοῦλοι.
[*](2—5 cf Luc 16, 19 ss ‖ 11 cf Luc 12, 20)[*](1 τετιμ.] σὲ τιμωρεῖται? ‖ 2 scr αὐτάρκης??? an ἄνταρτις (fem ab eo q e ἀντάρτης)?? ‖ scr καταντήσεις: cf 18 ‖ 3 del δὲ?? ‖ scr ἀπόθετα ‖ 5 scr ἕξεις? ‖ 7 scr ἐμετικὸς? ‖ scr ἐξίστασαι? ‖ 9 scr ἐλεφαντίνῳ? ‖ 12 scr ὠφελεῖ σε? ὠφελήσει Iames ‖ scr γίνωσκέ σοι? ‖ 15 scr ὑπάρχετε?? cf 152, 6 ‖ 17 scr βυθὸν κολαστήριον? ‖ 20 scr πολεμίους? ‖ 21 del ἐν?? ‖ 25 scr Σμύρναν?? cf 173, 7: 179, 3 ‖ 30 del οἱ ?? cf 173, 8)[*](Q 32 μετὰ et inseruit in Prochori in p 162, 3 Q: cf 179, 30)38 Ἦν οὖν μετὰ δύο ἡμέρας ἡ γενέθλιος τοῦ εἰδωλείου. ὁ ουν Ἰωάννης πάντων λευκοφορούντων μόνος ἐνδυσάμενος μέλανα ἀνῄει εἰς τὸν ναόν· οἳ δὲ συλλαβόμενοι αὐτὸν ἀνελεῖν ἐπειρῶντο. ὁ δὲ Ἰωάννης ἔφη· Μεμήνατε ἐπιχειροῦντες ἐμοὶ ἄνθρες δοῦλοι τοῦ μόνου θεοῦ. Καὶ ἀνελθών ἐπί τινα βάσιν ὑψηλὴν ἔλεγε πρὸς αὐτούς·
39 Κινδυνεύετε ἄνδρες Ἐφέσιοι θαλάσσης ἐπέχειν τρόπον. πᾶς ποταμὸς ἀπορρέων καὶ πάσα πηγὴ κατατρέχουσα, ὄμβρον τε καὶ ἐπάλληλοι κλύδωνες καὶ χειμάρροι πετρώδεις ὑπὸ τῆς ἐν αὐτῇ πικρᾶς ἐπαγγελίας συνεξαλμυροῦνται· οὕτω καὶ ὑμεῖς ἀμετάθετοι ἕως σήμερον πρὸς τὴν ὄντως εὐσέβειαν γεγόνατε ὑποφθειρόμενοι ἐν τοῖς παλαιοῖς ὑμῶν θρησκεύμασι. πόσα εἴδετε διʼ ἐμοῦ τεράστια, ἰάσεις νόσων; καὶ ἔτι πεπήρωσθε τὰς καρδίας καὶ οὐ δύνασθε ἀναβλέψαι. τί οὖν ἐστιν ἄνδρες Ἐφέσιοι; τολμήσας νῦν ἀνῆλθον καὶ εἰς τοῦτο ὑμῶν τὸ εἰδωλεῖον, διελέγξω ὑμᾶς ἀθεωτάτους ὄντας καὶ νεκροὺς τῶν ἀνθρωπίνων λογισμῶν. ἰδσὺ ἕστηκα ἐνθάδε· πάντες ὑμεῖς θεὰν εἶναι λέγετε ἔχειν τὴν Ἄρτεμιν· εὔξασθε ἐν ἐκείνῃ ἵνα ἐγὼ μόνος ἀποθάνω· ἢ μόνος ἐγώ, μὴ δυναμένων ὑμῶν τοῦτο ποιῆσαι, τὸν ἴδιόν μου θεὸν ἐπικαλεσάμενος διὰ τὴν ἀπιστίαν ὑμῶν πάντας ὑμᾶς θαναταώσω.
40 Οἱ δὲ πεπειραμένοι αὐτοῦ πάλαι καὶ θεασάμενοι νεκροὺς ἐγηγερμένους ἐβόων· Μὴ οὕτως ἀνέλῃς ἡμᾶς, παρακαλοῦμέν σε Ἰωάννη· ἐπιστάμεθα οὖν ὅτι δύνῃ. Καὶ ὁ Ἰωάννης ἔφη αὐτοῖς· Εὶ οὖν μὴ θέλετε ὑμεῖς ἀποθανεῖν, ἐλεγχθήτω τὸ θρήσκευμα ὑμῶν καὶ ἐφʼ ᾧ ἐλέγχετε, ὅπως καὶ ὑμεῖς ἀποστήσησθε τῆς παλαιᾶς ὑμῶν πλάνης. νῦν γὰρ μάλιστα ἢ αὐτοὶ ἐπιστρέψατε διὰ τοῦ θεοῦ μου ἢ αὐτὸς ἀποθανοῦμαι διὰ τῆς θεᾶς ὑμῶν· εὔξομαι γὰρ ἐνώπιον ὑμῶν παρακαλέσας μου τὸν θεὸν ἐλεηθῆναι ὑμᾶς.
41 Καὶ εἰπὼν ταῦτα προσηύξατο οὕτως· Ὁ θεὸς ὁ ὑπὲρ πάντων λεγομένων θεῶν ὑπάρχων θεός· ὁ μέχρι σήμερον ἐν τῇ Ἐφεσίων πόλει ἀθετούμενος· ὁ ὑπερβαλών μου τῇ διανοίᾳ ἐλθεῖν εἰς τὸν τόπον τοῦτον ὃν οὐδέποτε ἐν νῷ εἶχον· ὁ [*](1 εἰδωλίου R: cf 15; 172, 19 ‖ 5 ἄνδρες ⟨Ἐφέσιοι⟩?? cf 7; 169, 18; 172, 10 173, 6 ‖ scr δούλῳ?? ‖ 8 scr ὄμβροι? ‖ 10 ἐπαγγελίας corrupt uid: ὑπο- στάθμης exspectes ‖ 13 νοσ.] scr πόσας? cf 203, 12 ‖ 16 scr διελέγξων? ‖ νεκρ. corruptum? ‖ 16—17 scr τῷ ἀνθρωπίνῳ λογισμῷ? cf 183,25 ‖ 18 del εἶναι? an ἔχειν corruptum ? ‖ ἐν] scr οὖν? item Iames ‖ 24 scr γοῦν? ‖ 26 καὶ - ἐλ corrupta uid ‖ ἐλέγχεται Iamer ‖ scr ἀποστήσεσθε? ‖ 33 scr ὑποβαλών?)
42 Καὶ ἅμα τῷ λέγειν τὸν Ἰωάννην ταῦτα ἐξαπίνης ὁ βωμὸς τῆς Ἀρτέμιδος διέστη εἰς μέρη πολλά, καὶ τὰ ἐν τῷ ναῷ ἀνακείμενα ἄφνω πάντα εἰς ἔδαφος ἔπεσε, καὶ τὸ δόξαν αὐτῷ διερράγη, ὁμοίως καὶ τῶν ξοάνων πλεῖον τῶν ἑπτά· καὶ τὸ τοῦ ναοῦ ἥμισυ κατέπεσεν, ὡς καὶ τὸν ἱερέα κατερχομένου τοῦ στυμόνος μονόπληγα ἀναιρεθῆναι. ὁ οὖν ὄχλος Ἐφεσίων ἐβόα· Εἷς θεὸς Ἰωάννου, εἷς θεὸς ὁ ἐλεῶν ἡνᾶς. [*](22 cf Matth 23, 38 ‖ 29 cf Io 17, 3) [*](1 scr ἐπισκοπῆς?? cf 207, 5 ‖ 2 scr τε καὶ δύναμις ? ‖ 3 φ. τῷ] scr φεύγοντος? ‖ 11 στήμονος Iames (? cf στύω στῦλος)) [*](1 Q 15 καταστρ.] ut narrauit Prochorus ‖ 19 ἔφερεν Zahn: recte?? ἤνεγκεν exspectes ‖ 27 scr τῆς γῆς? ‖ 30 καὶ et q s] cf Lipsius I p 468 36 ἀνεχόμενον Zahn uik tolerabilius ‖ 38 deest uerbum : cf 174, 23)
43 Ὁ δὲ Ἰωάννης ἀνατείνας αὐτοῦ τὰς χεῖρας ἐπαρθεὶς τὴν ψυχὴν εἶπε πρὸς τὸν κύριον· Δόξα σοι Ἰησοῦ μου ὁ τῆς ἀληθείας μόνος θεός, ὅτι σὺ τοὺς σοὺς δούλους τέχνῃ ἀπολαμβάνεις ποικίλῃ. Καὶ τοῦτο εἰπὼν εἶπε πρὸς τὸν ὄχλον· Ἀνάστητε ἀπὸ τοῦ ἐδάφους ἄνδρες Ἐφέσοι, καὶ εὔξασθε τῷ θεῷ μου, καὶ γνῶτε αὐτοῦ τὴν ἀφανῆ δύναμιν εἰς τὸ φανερὸν ὁρωμένην καὶ τὰ θαυμαστά ἔργα παῤ ὀφθαλμοῖς ὑμῶν γινόμενα. ἔδει τὴν Ἄρτεμιν βοηθῆσαι αὐτήν· ἔδει τὸν ταύτης δοῦλον βοηθηθῆναι παῤ αὐτῆς καὶ μὴ ἀποθανεῖν. ποῦ ἡ δύναμις τῆς δαίμονος; ποῦ αἱ θυσίαι; ποῦ αἱ γενίθλιαι ἡμέραι; ποῦ αἱ ἑορταί; ποῦ τὰ στεφανώματα; ποῦ ἡ πολλὴ μαγεία καὶ ἡ ταύτῃ ἀδελφὴ φαρνακεία;