Ars Rhetorica

Aristides, Aelius

Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.

οἰκονομία δὲ λόγου ἐφʼ ἅπαντι ἡ ἁρμόζουσα τάξις καὶ ἡ προσδοκία τῶν λεγομένων καὶ τὸ ἐξηρτῆσθαι ἀλλήλων τὰ νοήματα καὶ τὰ ἐπιχειρήματα ἐχόμενα τοῦ ὑποκειμένου, ἔτι δὲ καὶ τὰ ἄλλα θεωρήματα, ὅσα τῆς ἀφελοῦς οἰκονομίας ἐστί, λέγω δή, ἐὰν μὲν ἓν κεφάλαιον ᾖ, ἄνευ προλήψεως εἰπόντα δεῖ τῶν ὑπὲρ αὐτοῦ ἐνδόξων οὕτως καταθεῖναι τὴν πρόληψιν, προλαβόντα τι κατὰ τοῦ ἀντιδίκου ἐνδόξων· ἔπειθʼ οὕτως, ἐάν τι καὶ ὑπὲρ ἡμῶν αὐτῶν ἐπιφέρωσι, σκόπει· ἐὰν ᾖ πλείω τὰ παρὰ τοῦ ἀντιδίκου, σκοπεῖν δεῖ τὸ πρᾶγμα· ἡ γὰρ αὐτή ἐστι μέθοδος· τὸ μὲν γὰρ κεφάλαιον, ὅτι δεῖ τὰ μὲν τῶν ἐχθρῶν ἀσθενῆ ὄντα ἀποφαίνειν, τὰ δὲ ὑπὲρ ἡμῶν αὐτῶν πολὺ ὑπερέχοντα· δῆλον γάρ ἐστι πᾶσι τὸ πῶς ἂν γένοιτο οὐδὲν ἄλλως ἔχοι.

περὶ δὲ ἑρμηνείας τοσοῦτον ἂν εἴποιμι μήτε ὀνόματι μήτε ῥήματι χρῆσθαι ἄλλως πλὴν τοῖς ἐκ τῶν βιβλίων, καὶ τοῦτο οὕτως ἁπλῶς ἂν εἴποις, μὴ πάντα ἐν πᾶσι τοῖς εἴδεσι τιθέναι, ἀλλὰ [καὶ] κατʼ ἰδίαν ἕκαστον

ἀξιωματικὸν τῆς ἀφελείας, πάθους, ἤθους, θυμοῦ. καὶ τὰ μέρη δὲ τῶν Δημοσθενικῶν πολὺ συμβάλλεται εἰς ἑρμηνείας ἰδέαν, πανταχοῦ δʼ ἐν τῇ φράσει ἀφέλειαν μόνος ὁ Ξενοφῶν ἐργάζεται· θυμὸς γὰρ ἢ πάθος ἢ ὀργὴ ἢ ὀξύτης καὶ τὰ ἄλλα ὅσα κεκίνηται, ἀξιώματος ἢ τραχύτητός ἐστι, παθῶν δὲ μεταβολῆς καὶ προτροπῆς, ὁποίας ὁ Δημοσθένης ἐστὶ γνώμης· τὸ δὲ τοῖς παραδείγμασι χρῆσθαι Σωκρατικόν ἐστιν, οὐ μὴν ἔν γε τῷ πολιτικῷ ἁρμόζει πάνυ τι τοιοῦτο.

ἐνίοτε δὲ ὁ Ξενοφῶν καὶ πρὶν αὐτὸ ὃ βούλεται εἰπεῖν, διʼ αὐτοῦ τοῦ παραδείγματος εἰσάγει· καὶ αἱ κατασκευαὶ αὐτῶν ἄνευ παραδειγμάτων εἰσίν, ὡς ἐπὶ τὸ πλεῖστον, ὡς δῆλον μέν ἐστι καὶ ἐν τοῖς ἄλλοις ἅπασι, μάλιστα δὲ ἐν τοῖς Ἀπομνημονεύμασιν· ἐκεῖ γὰρ τὸν Σωκράτην ὃν τρόπον περὶ ἑκάστων διαλεγόμενον καὶ ἀποδεικνύντα ἕκαστα πεποίηκεν ἔστιν ἀνασκοπουμένῳ καταμαθεῖν, ὡς τοῦτον τὸν τρόπον προῆκται.