Ars Rhetorica
Aristides, Aelius
Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
καὶ τῷ ἐν διηγήσεσιν εἰσαγαγεῖν τὰ λεγόμενα, κἂν πλαστὰ ᾖ καὶ μικρά, ἀληθῆ δοκεῖ εἶναι· ὡς γὰρ γεγονότα αὐτὰ λέγει.
καὶ τὸ βραχέως δέ τι εἰπεῖν καὶ τὰ πολλὰ παραθεῖναι δυνάμεώς ἐστιν ἀληθινῆς, οἷον καλέσας δέ,
εἶτα τίνα; Ἀράσπην, εἶτα ὅθεν; Μῆδον· εἶτα καὶ τὸ ἕνεκα τῆς γνωρίσεως· ὃς ἦν ἐκ παιδὸς αὐτῷ φίλος· εἶτα [γνωρίσεως] καὶ ἄλλο, ᾧ τὴν στολὴν ἔδωκε.ταῦτα μὲν οὖν ἐξαρκεῖν δοκεῖ πρὸς τὸ καὶ δυνάμει προάγειν τὸν λόγον; μάλιστα δὲ ὅταν τὸ ἀληθὲς κατὰ σοῦ λεγόμενον μὴ ὡς ἀληθὲς ἀποδέξῃ, ἀφελοῦς ἀνδρός ἐστιν, ὡς καὶ ὁ Σωκράτης φησίν, αἰεὶ σὺ ἐπισκώπτεις ἡμᾶς. ἦθος μὲν οὖν πεποίηκε τὸ ὑφειμένον τῆς γνώμης καὶ μὴ καταλαζονεύσασθαι τῷ ἐπαίνῳ τῷ ἐκείνου, ἀλλʼ ὡς σκώμματι αὐτῷ προσέχειν· ὃ γὰρ ἐκεῖνος σπουδάζων εἶπεν, οὗτος ὡς σκωπτόμενος ἐξεδέξατο.