Ars Rhetorica

Aristides, Aelius

Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.

καὶ ὅπου δʼ ἂν σεμνὰ τὰ ὀνόματα ἐπεμβάλῃς, μετὰ τῆς σεμνότητος καὶ κάλλους δύναμιν ἐργάσῃ, Ζεὺς μὲν καὶ Χείρων ἀδελφοί, πατρὸς μὲν τοῦ

αὐτοῦ, μητρὸς δὲ ὁ μὲν Ῥέας, ὁ δὲ Ναΐδος νύμφης. τὸ μὲν οὖν κοινοποιῆσαι, πατρὸς μὲν τοῦ αὐτοῦ, τό τε διαφορὰν εἰπεῖν, μητρὸς δὲ ὁ μὲν τῆσδε, ὁ δὲ τῆσδε, μετὰ τῆς ἀφελείας καὶ σεμνότητα ἔχει.

καὶ τὸ ἐν γένει δέ τι εἰπεῖν τοῦ κατʼ εἶδος σεμνότερον, οἷον ἐν γένει μή τι πάθῃ· οὐ γάρ ἐστιν ὅμοιον κατʼ εἶδος εἰπεῖν, μὴ περιπαρῇ, μὴ ἀποσφαγῇ. καὶ ἐν γένει συλλαβόντα τὰ πάντα ταῦτα ἑνὶ ὀνόματι εἰπεῖν μή τι πάθῃ.

γίνεται δὲ καὶ ἐν ἀφελεῖ λόγῳ περιβολή, ὅταν τις πλαγιάσας νόημα ἐπεμβάλῃ ἕτερον δεύτερον μήπω τῆς διανοίας ἀπηρτισμένης μηδὲ τοῦ συμπεράσματος ἐπηγμένου, ὡς μίαν δοκεῖν ἔννοιαν, οἷον βουλευομένων δὲ περὶ τούτων Λακεδαιμονίων Ἀγησίλαος ὑπέστη, νῦν τὸ ἀπαρτίζον, διαβήσεσθαι οὐκ ἔτι πλαγιάσας· μακρὸν γὰρ ἐγίνετο, οἷον διαβὰς ποιήσειν τὰ καὶ τά, ἀλλὰ διαβήσεσθαι.