Ars Rhetorica

Aristides, Aelius

Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.

σεμνότης δὲ γίνεται ἐν τῷ ἀφελεῖ λόγῳ καὶ ἄλλως μὲν πολλαχῶς, σεμνότερον δὲ ὅταν ἀπὸ προσώπου ἐπὶ τὰ πράγματα μετάγῃς· οὐ γὰρ ὅμοιόν ἐστιν ἐπὶ τοῦ προσώπου εἰπεῖν, φύσει βασιλεῖς εἰσὶν οἱ καλοί· μειρακιῶδες γὰρ τοῦτο, ἤπερ ἐπὶ τοῦ πράγματος ἐξενεγκεῖν φύσει βασιλικὸν τὸ κάλλος εἶναι. τῆς δὲ σεμνότητος ἕνεκα τῆς κατὰ τὴν ἔννοιαν ἡ προσθήκη μετὰ ταῦτα, ἄλλως τε ἢν καὶ μετὰ αἰδοῦς καὶ σωφροσύνης καθάπερ Αὐτόλυκος κέκτηταί τις αὐτό.

σεμνότητα καὶ αἱ τοιαῦται συμπλοκαὶ ποιοῦσιν, οἷον καὶ παῖδα πάνυ γε ὡραῖον καὶ πάνυ καλῶς κιθαρίζοντά τε καὶ ὀρχούμενον· τὸ γὰρ συμπλέκειν εἰς τὸ αὐτὸ τὰ διάφορα τούτων ἀφαιρεῖ τὴν διαφορὰν τοῦ γένους.

καὶ ὅπου ἂν τὰ μέλλοντα γίνεσθαι ἢ τὰ γινόμενα ὡς ἤδη γεγονότα εἰσάγῃς, σεμνὸν ποιεῖς τὸν λόγον, οἷον ἐπεὶ δὲ αὐτοῖς ἡ μὲν αὐλητρὶς ηὔλησεν, ὁ δὲ παῖς ἐκιθάρισε.