Ars Rhetorica

Aristides, Aelius

Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.

περὶ δὲ τῆς τροπῆς τῆς παρὰ τοῖς συγγραφικοῖς τῶν ἀνδρῶν τοσοῦτον δεῖ εἰδέναι, ὅτι οὐκ ἀπὸ μεγάλων δεῖ οὐδὲ σεμνῶν τὰς τροπὰς λαμβάνεσθαι, ἀλλὰ μᾶλλον ἀπὸ τῶν φαυλοτέρων ἢ κοινοτέρων, ὡς καὶ ἐν τῷ Συμποσίῳ ἔχει, τουτοισὶ τοῖς ἀνδράσιν ἐκκεκαθαρμένοις τὰς ψυχάς· τὸ γὰρ τῶν ἐκκεκαθαρμένων ὄνομα τροπὴν ἔχον ἀπὸ σκευῶν ἢ ἀγγείων, μετενεχθὲν ἀπὸ τῶν κοινοτέρων ἐπὶ τὰ σεμνότερα, ἐπὶ τοὺς ἄνδρας καὶ τὴν ψυχὴν τὴν τῶν ἀνδρῶν οὐ καθαρὰν τὴν τροπὴν πεποίηκεν, ἀλλὰ πεφυλαγμένην καὶ συγγραφικήν. καὶ αἱ τοιαῦται τροπαὶ συνήθεις εἰσὶ μᾶλλον τῇ ἀφελείᾳ, οἷον ἡ δὲ οἰκουμένη μέν, σπειρομένη δέ, ἀέναον τὴν τροφὴν παρέχεται. πάνυ δὲ τοῦ ἐγκωμιαστικοῦ εἴδους τὸ τοιοῦτο σχῆμα.

τὰ δὲ τῆς τάξεως οὕτως ἔχειν δεῖ, ὅπως ἂν ἑκάστῳ ἁρμόζειν δοκῇ· ἐν μὲν γὰρ ταῖς ἱστορίαις αὐτὰ τὰ πράγματα καὶ τὴν τάξιν τῶν λεγομένων ἀπεργάζεται, ἐν δὲ ταῖς ὑποθήκαις καὶ διδασκαλίαις καὶ τοῖς ἀπομνημονεύμασιν, ὡς ἂν βούληταί τις.

ταῦτα οὖν ἀκριβῶς τηρήσας καὶ ἐγγυμνασάμενος αὐτοῖς ποιήσεις καὶ ἀξιώματος ὄντος ἐπιμέλειαν καὶ ἐξ ἐπιμελείας ἀξίωμα, καὶ ἡ ἀφέλεια τοιαύτη ἔσται ἐν πᾶσι τὴν ἰσχὺν τῶν θεωρημάτων ἔχουσα. ταῦτα μὲν οὖν ἱκανῶς ἐπιδέδεικταί σοι περὶ ὧν προεθέμεθα, ὅσα τε θεωρήματα καθʼ ἑκάστην λέξιν περί τε ἤθους καὶ ἀρχὰς λόγου καὶ μεταχείρισιν νοημάτων καὶ γλυκύτητα λέξεως, καὶ ἀφέλειαν πάλιν αὖ λέξεως καὶ διηγήσεις καὶ μυθώδεις ἀγωγάς, καὶ περὶ κάλλους ἐν λόγῳ, καὶ ταῦτα καθʼ ἕκαστον εἴρηται.