Ars Rhetorica
Aristides, Aelius
Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
καὶ ἡ τοῦ χρόνου παραλλαγὴ τῆς ἀφελείας ἐστί· τὸ γὰρ παρεληλυθὸς εἰς τὸν ἐνεστῶτα ὁρίζονται, οἷον Κῦρον δὲ μεταπέμπεται ἀπὸ τῆς ἀρχῆς ἀντὶ τοῦ μετεπέμψατο· ὁ χρόνος γὰρ μεταβληθεὶς τὴν
ἀφέλειαν ἐποιήσατο. δεῖ γάρ ποθʼ ἡμᾶς ὑποθεῖναι τὰ γεγονότα ὡς γινόμενα, οἷον καλεῖ αὐτὸν εἰς τὴν οἰκίαν καὶ διαλέγεται αὐτῷ, ὡς νῦν γινόμενον τὸ πάλαι γεγονός, καὶ ἔστι καινοπρέπεια ἐν τῷ τοιούτῳ.ἐὰν δὲ κατὰ συγκριτικὰ ἀφαιρῇς τοῦ μεγέθους, ἐπιμέλεια μᾶλλον γίνεται, ὡς ἐν τῷ Ἀγησιλάῳ ὁ δὲ τῶν Περσῶν βασιλεὺς νομίσας ἁπάντων τούτων Τισσαφέρνην αἴτιον εἶναι, τοῦ κακῶς φέρεσθαι τὰ αὑτοῦ, Τιθραύστην καταπέμψας, ἀποκόπτει αὐτοῦ τὴν κεφαλήν· καὶ τοῦτο μὲν τῆς ἀφελείας τὸ ἀποκόπτει αὐτοῦ τὴν κεφαλήν, τὸ δὲ νομίσας διάθεσίν τινα ἔχει τῶν ὑποκειμένων πραγμάτων· οὐ γὰρ εἶπεν, ἐπειδὴ κακῶς μὲν ἔσχον τὰ τῶν βαρβάρων πράγματα, τοσοῦτος δὲ ὁ θόρυβος καὶ ταραχή, μάχας δὲ τοσαύτας ἥττηντο, τὸ τελευταῖον κατακλεισθέντες ἐπολιορκοῦντο, οὐδὲν τοιοῦτο, αὐτὸ δὲ μόνον ἐξήνεγκε νομίσας, καὶ οὐχὶ ἅμα μὲν παροξυνθεὶς τοῖς συμβεβηκόσιν, ἅμα δὲ ἡγούμενος, ἀλλὰ νομίσας. καὶ ἡ σύγκρισις μετὰ δὲ τοῦτο τὰ μὲν τῶν βαρβάρων ἀθυμότερα ἐγένετο· καὶ οὐκ εἶπεν, ἐν ἀθυμίᾳ δεινῇ, ἀλλʼ ἀθυμότερα. καὶ τὸ μερικῶς δὲ εἰπεῖν τὰ τῶν βαρβάρων, καὶ οὐχ οἱ βάρβαροι καὶ τοῦτο τῆς ἀφελείας, οἷον ὅστις ἄρχων μὲν παμπόλλων ἐν τῇ ἠπείρῳ πόλεων, ἄρχων δὲ καὶ νήσων.
ἔτι τῶν ὀνομάτων τὰ μὲν σφόδρα σημαίνεται, τὰ δὲ ἧττον, οἷον τὰ μὲν σφόδρα, διεξῆλθεν, ἐξήλασεν· τὰ δὲ ἧττον, ἐπορεύθη, ὡς καὶ ἐπὶ τοῦ Ἀγησιλάου, τῇ δὲ ὑστεραίᾳ ὑπερβάλλων τὰ Ἀχαϊκὰ τῆς Φθίας ὄρη καὶ τὴν λοιπὴν πᾶσαν διὰ φιλίας ἐπορεύθη ἐς τὰ τῶν Βοιωτῶν ὅρια. ἔχει δὲ καὶ ἡ καινοπρέπεια τὴν ἀφέλειαν· τὸ γὰρ τοῦ προσώπου
πρᾶγμα ἐπὶ τὸν τόπον μετέθηκεν· ἀντὶ γὰρ τοῦ εἰπεῖν διὰ τῆς τῶν φίλων λέγει διὰ φιλίας, καὶ ἀντὶ τοῦ διὰ τῆς τῶν συμμάχων διὰ τῆς συμμαχίδος. χρῶνται δὲ οἱ ἀφελεῖς καὶ τῷ ἐνταῦθα ποικίλως· καὶ γὰρ τόπου καὶ χρόνου σημαντικόν ἐστι, τὸ δὲ ἐνταῦθα καταλαμβάνει τοῦ τόπου, ἡ δὲ διάστασις ἀφελής· τὸ γὰρ νόημα ἀπέστησεν ἀπὸ τῶν προηγουμένων. καὶ ποτὲ μὲν τελείῳ δεικτικῷ χρῆται ἐνταῦθα δή, ποτὲ δʼ ἐλλιπεῖ ἔνθα δή.