Ars Rhetorica

Aristides, Aelius

Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.

ἀξιοπιστίας δὲ καὶ τὸ τοῖς ὅρκοις καὶ ταῖς ἀραῖς χρῆσθαι, οἷον καλῶ δὲ ἐναντίον ὑμῶν τοὺς θεοὺς πάντας καὶ πάσας ὅσοι τὴν χώραν ἔχουσι τὴν Ἀττικήν, καὶ τὸν Ἀπόλλω τὸν Πύθιον, ὃς πατρῷός ἐστι τῇ πόλει, καὶ ἐπεύχομαι πᾶσι τούτοις, εἰ μὲν ἀληθῆ πρὸς ὑμᾶς εἴποιμι καὶ

εἶπον καὶ τότʼ εὐθὺς ἐν τῷ δήμῳ εὐτυχίαν μοι δοῦναι καὶ σωτηρίαν· εἰ δὲ πρὸς ἔχθραν ἢ φιλονεικίας ἰδίας ἕνεκα, πάντων ἀγαθῶν ἀνόνητόν με ποιῆσαι. καὶ πάλιν πρῶτον μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις ὅσην εὔνοιαν ἔχων ἐγὼ διατελῶ τῇ τε πόλει καὶ πᾶσιν ὑμῖν, τοσαύτην ὑπάρξαι μοι παρʼ ὑμῶν εἰς τουτονὶ τὸν ἀγῶνα. καὶ ἐν τῷ κατὰ Κόνωνος, καὶ εἰ μὲν εὐορκῶ, πολλά μοι γένοιτο ἀγαθὰ καὶ μηδέποτε αὖτις τοιοῦτον μηδὲν πάθοιμι· εἰ δὲ ἐπιορκῶ, ἐξώλης ἀπολοίμην αὐτός τε καὶ εἴ τί μοί ἐστιν ἢ μέλλει ἔσεσθαι.

ἀξιοπιστίας δὲ καὶ ὅταν τις τὰς κρίσεις τῶν ταῦτα ἀκουόντων ἐφʼ οἷς ἂν λέγῃ προσλαμβάνῃ, ὡς καὶ παρʼ ἐκείνοις ὁμολογουμένων τῶν πραγμάτων, ὅταν λέγῃ ἐν τῷ κατὰ Ἀριστογείτονος, κεκρίσθαι δὲ τοῦτο τὸ πρᾶγμα πάλαι ἐπὶ τῆς ἑκάστου φύσεως οἴκοθεν. καὶ πάλιν, οἱ μὲν δικάζοντες ὑμεῖς ἥκετε μᾶλλον ἡμῶν τῶν κατηγόρων εἰδότες καὶ ὀφείλοντα τῷ δημοσίῳ τοῦτον, καὶ ἐγγεγραμμένον ἐν ἀκροπόλει, καὶ οὐκ ἐξὸν αὐτῷ λέγειν, ὥστε ἕκαστον ὑμῶν κατηγόρου τάξιν ἔχειν καὶ τὰ δίκαια εἰδέναι, μὴ μαθεῖν δεῖσθαι. καὶ εἰ μὲν ἴστε με τοιοῦτον· οὐ γὰρ ἄλλοθί που βεβίωκα.