Ars Rhetorica

Aristides, Aelius

Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.

Ἀξιοπιστία δὲ γίνεται διχῶς, κατὰ γνώμην καὶ κατὰ σχῆμα. κατὰ μὲν γνώμην οὕτως, ὅταν τις προσυνίστησι τὰ ἑαυτοῦ δίκαια, ὡς ἀληθῆ ὄντα καὶ ῥᾴδια δειχθῆναι, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους, πάνυ μικρὸν ὑπείληφά μοι τὸν λόγον, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ῥᾴδιον εἶναι περὶ τοῦ παρὰ τοῦτον εἰρῆσθαι τὸν νόμον τὸ ψήφισμα.

ἀξιόπιστον δὲ καὶ τὸ τὰ ζητούμενα τῶν ἀποδεδειγμένων καὶ ὁμολογουμένων προσποιεῖσθαι εἶναι περιφανέστερα, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους ἀποδείξας τὸ παράνομον, ὑπολειπομένου ἐξετασθῆναι τοῦ ἀσυμφόρου, ἀξιοπίστως προσλαβὼν προσεποιήσατο ἔτι καὶ τοῦ παρανόμου φανερώτερον τὸ ἀσύμφορον, τὸ ζητούμενον τοῦ ἀποδεδειγμένου ἐν οἷς λέγει, οὕτω γὰρ σφόδρα ἐναντίον τοῖς νόμοις τὸ ψήφισμα, μᾶλλον ἀσύμφορόν ἐστιν ἢ παράνομον.