Orationes 54

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

τούτου γῆν καὶ ὕδωρ διὰ τῶν πρέσβεων αἰτοῦντος οὐκ ἐπεστράφημεν οὐδʼ ὁπωστιοῦν, ἀλλʼ οὕτως ἔσχομεν ἐν τῷ παραυτίκα τῆς ἀκοῆς ὥστʼ ἐπειδή τις ἐτόλμησεν εἰπεῖν ὡς χρὴ ξυγχωρεῖν, οὐ μόνον αὐτὸν λίθοις εὐθὺς ἀνελεῖν, ἀλλὰ καὶ τοὺς πρέσβεις εἰς φρέαρ ἐμβεβληκότες, ἔπειτʼ αὐτοῖς γῆν ἐπιχῶσαι, ὡς μόνην ταύτην οὖσαν πρὸς εὐψυχίαν παράκλησιν, θαυμαστὴν δόξαν ὑπερφυοῦς μεγαλοφροσύνης καὶ Ἕλλησι καὶ βαρβάροις ἐν τῷ

τηνικαῦτα παρέσχομεν· ἀφορήτῳ δʼ ὀνείδει καὶ διηνεκεῖ περιβαλεῖν ἐπιχειροῦντα νῦν τὴν πόλιν Λεπτίνην εἰ μὴ καθέξομεν, ἡμῶν αὐτῶν παντάπασι δόξομεν ἐκπεσεῖν. καὶ

τότε μὲν Ἄρθμιον τὸν Ζελείτην καὶ προσέτι τὸν ἑρμηνεύσαντα τὰ γράμματα τὸν μὲν ἔξω πάσης ᾠήθημεν ἀποκτεῖναι συγγνώμης, Ἄρθμιον δʼ ἐψηφισάμεθα πολέμιον τοῦ δήμου τῶν Ἀθηναίων, αὐτόν τε καὶ τὸ γένος ἀτίμους, ὅτι ὁ μὲν τῷ βασιλεῖ διακονῶν χρυσίον εἰς Πελοπόννησον ἤγαγεν, ὁ δʼ ἔχρησε τὴν γλῶτταν κατὰ τῶν Ἑλλήνων τῷ βασιλεῖ· τὸν δὲ μὴ μόνον ἡμᾶς, ἀλλὰ καὶ