Orationes 54
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
ταύτης, ἀλλὰ τὰς Λεπτίνου λειτουργίας ἀσφαλεστέρας νομιοῦμεν καὶ καλλίους κεχρῆσθαι, ἃς διὰ τὸ μηδὲν εἶναι πρὸς λόγον λυσιτελοῦντος τῇ πόλει οὐδʼ εἱστισοῦν τὸ παράπαν ἄχρι τοῦ νῦν ἠξίωκε λόγου. καὶ πῶς οὐ τοὺς ἄνωθεν ἡμῖν συναγωνιστὰς τῶν τοιούτων παροξυνοῦμεν θεοὺς, εἴπερ οἱ μὲν ὅπως ἑκάστοθʼ ἡμῖν ἐπὶ μεῖζον τὰ τῆς δόξης χωροίη πάντα ποιοῦσιν, ἡμεῖς δὲ οὐ μόνον ὅπως τὴν ἐξ ἀρχῆς προσοῦσαν ἡμῖν αὐξήσαιμεν, ἀλλὰ καὶ ὅπως ἐξαλείψαιμεν ταύτην ἀξιώσομεν, καὶ μῖσος ἡμῖν αὐτοῖς ὅτι μάλιστα προστριψαίμεθα, τῆς πρόσθεν εὐνοίας ἀντίπαλον; πρὸς γὰρ τὰ τελευταῖα ταυτὶ τὰς ψήφους οἴσουσιν ἅπαντες, καὶ δόξομεν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐπὶ κενοῖς τισιν ἡμεῖς φιλοτιμεῖσθαι τοῖς πρόσθεν καὶ μύθοις μᾶλλον ἢ πράγμασιν, οἱ καινότητι καὶ τῷ μεγέθει τῶν ἔργων, οὐ μόνοις παρεικότες ἀπιστεῖσθαι τοῖς μύθοις.
πάντων δὲ ἀτοπώτατον, εἰ πάλαι μὲν τοῦ Μήδου τοῖς ἡμετέροις προγόνοις πλεῖστα καὶ μέγιστα δῶρα τὰ μὲν αὐτίκα διδόντος, τὰ δʼ ἐπαγγελλομένου, ἐὰν μετʼ αὐτοῦ κατὰ τῆς Ἑλλάδος συστῶσιν, ἐὰν δὲ μὴ, πάντα
τὰ πάντων αἴσχιστʼ αὐτοῖς ἀπειλοῦντος, τούτων οὐδὲν τὸ παράπαν εἷλεν αὐτοὺς οὐδʼ ἔπεισε γενέσθαι κακοὺς, ἀλλὰ τοσοῦτον ἀπέσχον τοῦ σφῶν αὐτῶν καὶ τοῦ μεγάλου τῶν Ἀθηναίων ὀνόματος ἀνάξια καὶ βεβουλεῦσθαι καὶ δρᾶσαι, ὡς μᾶλλον ἂν ἑλέσθαι καθάπαξ ἀπολωλέναι καὶ αὐτοὺς καὶ τὰ αὐτῶν ἢ τῶν ὑπὲρ τῆς Ἑλλάδος ἐξ ἀρχῆς αὐτοῖς ἐγνωσμένων καὶ ὁπηοῦν καθυφέσθαι· καὶ ταῦτʼ οὔσης ἀνάγκης, ἐν ᾗ καὶ τὸ παρὰ τοὺς νόμους εἰργάσθαι φέρει ξυγγνώμην. ἡμεῖς δὲ, ὦ ἄνδρες Ἀθηναῖοι, καθʼ ἡμῶν αὐτῶν εἴξομεν ὁτῳοῦν, καὶ πλέον ἕξει Λεπτίνης ἃ μὴ δεῖ συμβουλεύων, ἢ Ξέρξης μετὰ πάσης ὡς εἰπεῖν τῆς οἰκουμένης ἡμῖν ἐπιών; καὶ μὴν οἷς μὲν