Orationes 54
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
τούτου γῆν καὶ ὕδωρ διὰ τῶν πρέσβεων αἰτοῦντος οὐκ ἐπεστράφημεν οὐδʼ ὁπωστιοῦν, ἀλλʼ οὕτως ἔσχομεν ἐν τῷ παραυτίκα τῆς ἀκοῆς ὥστʼ ἐπειδή τις ἐτόλμησεν εἰπεῖν ὡς χρὴ ξυγχωρεῖν, οὐ μόνον αὐτὸν λίθοις εὐθὺς ἀνελεῖν, ἀλλὰ καὶ τοὺς πρέσβεις εἰς φρέαρ ἐμβεβληκότες, ἔπειτʼ αὐτοῖς γῆν ἐπιχῶσαι, ὡς μόνην ταύτην οὖσαν πρὸς εὐψυχίαν παράκλησιν, θαυμαστὴν δόξαν ὑπερφυοῦς μεγαλοφροσύνης καὶ Ἕλλησι καὶ βαρβάροις ἐν τῷ
τηνικαῦτα παρέσχομεν· ἀφορήτῳ δʼ ὀνείδει καὶ διηνεκεῖ περιβαλεῖν ἐπιχειροῦντα νῦν τὴν πόλιν Λεπτίνην εἰ μὴ καθέξομεν, ἡμῶν αὐτῶν παντάπασι δόξομεν ἐκπεσεῖν. καὶτότε μὲν Ἄρθμιον τὸν Ζελείτην καὶ προσέτι τὸν ἑρμηνεύσαντα τὰ γράμματα τὸν μὲν ἔξω πάσης ᾠήθημεν ἀποκτεῖναι συγγνώμης, Ἄρθμιον δʼ ἐψηφισάμεθα πολέμιον τοῦ δήμου τῶν Ἀθηναίων, αὐτόν τε καὶ τὸ γένος ἀτίμους, ὅτι ὁ μὲν τῷ βασιλεῖ διακονῶν χρυσίον εἰς Πελοπόννησον ἤγαγεν, ὁ δʼ ἔχρησε τὴν γλῶτταν κατὰ τῶν Ἑλλήνων τῷ βασιλεῖ· τὸν δὲ μὴ μόνον ἡμᾶς, ἀλλὰ καὶ
τοὺς ἡμετέρους προγόνους εἰς αἰσχύνην διʼ ὧν νομοθετεῖ καθιστάντα Λεπτίνην τοῦτον δέον ὑπὲρ ἐκείνους κολάζειν, ἅθʼ ὑπὲρ ἐκείνους ζημιοῦντα τὴν πόλιν, ἡμεῖς δʼ αὐτοῦ παρρησιαζομένου καὶ λέγοντος ταῦτʼ ἀνεχόμεθα, καὶ
ψήφου καὶ βουλῆς ἀξιοῦμεν, εἴτε τοῖς τούτου πείθεσθαι χρῆν εἴτε μή.χωρὶς δὲ τούτων τὰ μὲν ἄλλα τῶν ἀδικημάτων οὐκ ἐν ἅπαντι δή που τῷ χρόνῳ, ἀλλʼ ἐπὶ μέρους ἐπάγει τὴν βλάβην· ὃ δὲ νῦν οὗτος ἐπιχειρεῖ ποιεῖν, νομοθετῶν ἃ δεδώκαμεν ἀφαιρεῖσθαι, τούς τε νῦν ὄντας Ἀθηναίους τούς τε ἐσομένους πρό τε ὄντας, κατὰ τὸ ἔπος, μάλιστα διαβάλλει. οὔτε γὰρ ἡμεῖς ἑστῶσιν ὡς εἰπεῖν ἔθʼ
ἕξομεν ὀφθαλμοῖς καθορᾶν, οὓς διὰ τῆς ὧν δεδώκαμεν ἀφαιρέσεως ἀτιμάσομεν, ἀλλὰ τῆς Ἅιδου κυνῆς ἡμῖν δεήσει, φανέντων· τούς τʼ ἐπιγιγνομένους ἡμῶν καταλελήψεται τοὔνειδος, καὶ ὡς ἀγνωμονούντων παῖδας ἐκτρέψονται καὶ μισήσουσι πάντες. οὐ μὴν ἀλλὰ καὶ ἡ τῶν προγόνων οὐ μόνον ὑπὲρ τῶν ἀδικούντων θαυμαστὴ καὶ ἄτοπος προθυμία τε καὶ σπουδὴ, ἀλλὰ καὶ ἡ πρὸς τοὺς ἠτυχηκότας καὶ
καταπεφευγότας εἰς τὴν πόλιν φιλανθρωπία καὶ τὸ σώζεσθαι λόγος ἄλλως ἅπαντα ταῦτʼ οἶμαι δόξει, ὑπὸ τῆς ἡμετέρας ἀπιστηθέντα κακίας. τὸ γὰρ τοὺς εὖ πεποιηκότας ὧν ἀντευπεποιήκαμεν ἀποστερεῖν αὖθις ἐθέλειν ὥσπερ ἐκ μεταμελείας ἡμᾶς, ἄνευ τοῦ τῶν ἀδικωτάτων εἶναι, τεκμήριονποιήσονται δή που πάντες ἢ τοῦ μηδὲν ὧν ἔφην τοὺς προγόνους εἰργάσθαι, ἢ τοῦ μηδὲν ἡμᾶς ἐκείνοις κατὰ γένος προσήκειν, διὰ τὸ τοὺς μὲν καὶ τῶν αὐτοὺς ἀδικησάντων ὥσπερ εὖ πεποιηκότων ὑπὸ μεγαλοψυχίας πολλάκις προστῆναι καὶ πᾶσαν ὑπὲρ τούτων εἰσενηνοχέναι σπουδὴν, ἡμᾶς δὲ καὶ ἃ τοῖς εὐεργέταις δικαίως ἀποδεδώκαμεν, ταῦτʼ αὐτοὺς ὡς δυσμενεστάτους ἀναφανέντας ὑπʼ ἀγνωμοσύνης ἀφῃρηκέναι. ὃ καὶ θαυμάζω εἰ μηδὲν μὲν αὐτοῖς ἐγκαλεῖν ἔχοντες οὕτως ἀτιμάζομεν, ὡς ἀφαιρεῖσθαι σφίσι τὰς δωρεὰς, κακοὺς δὲ εἰς ἡμᾶς ἀναφανέντας ἔπειθʼ ἕξομεν ὁτιοῦν πλέον εἰργάσθαι.
ἄνευ δὲ τούτων εἰ, ὅταν τις διʼ ὧν ἑτέρῳ λυμαίνεται ἑαυτῷ παρασκευάζῃ τὰ βέλτιστα, αἰτίας οὐκ ἀπήλλακται δή που διὰ τὸ πεπονηρεῦσθαι, οὐδὲ ταύτῃ μᾶλλον ἐπαινετέος ἢ κατʼ ἐκεῖνο μεμπτέος· ἦ πού γε ὅταν τις καὶ ἑαυτὸν καὶ ἕτερον καταβλάπτῃ, μᾶλλον δʼ ἐν τῷ δοκεῖν βλάπτειν κἀκεῖνον, τοῖς ἑαυτῷ λυσιτελοῦσιν ἐπιεικῶς πολεμῇ, τίς οὐκ ἂν τῷ τοιούτῳ διʼ ἄμφω ταυτὶ
νεμεσῴη δικαίως; ἡμεῖς τοίνυν εἰ μὲν τῆς πρὸς ἄλλους βλάβης χωρὶς ἡμῖν αὐτοῖς τὰ λυσιτελῆ κατὰ τὸν σὸν ἐπορισάμεθα λόγον, Λεπτίνη, ζηλωτοί τινες ἂν εἴημεν· νῦν δὲ εἰ ἃς δεδώκαμεν δωρεὰς τοὺς ἔχοντας τούτων ἀποστερήσομεν, ἀποστερήσομεν καὶ ἡμᾶς αὐτοὺς τοῦ τε πιστεύεσθαι τὸ λοιπὸν τοῦ τε προσδοκᾶν ἔτι παρʼ ὡντινωνοῦν τὰ βελτίω. καὶ γὰρ οὕτως ἔχει· ἐὰν μὲν ἃ τοῖς εὐεργέταις ἀπέδομεν, ταῦτʼ αὐτοῖς ἐάσωμεν ἔχειν, οὐ μόνον τὰ δίκαια ποιοῦντες ἐσόμεθʼ αὐτοῖς, ἀλλὰ καὶ τοὺς ἄλλους πρὸς τούτοις ἐπὶ τὰ ἴσα
προτρέψομεν. ἐὰν δὲ, ὃ μὴ γένοιτο, ταῦτʼ ἀφελώμεθα, οὐ μᾶλλον σφᾶς ἀδικήσομεν ἢ ἡμᾶς αὐτοὺς, τῶν συμφερόντων ἀποστεροῦντες καὶ ὧν ἥκιστʼ ἐχρῆν· καὶ προσέτι δόξομεν ἢ τηνικαῦτα μὴ καλῶς βεβουλεῦσθαι ἃ μετʼ ὀλίγον ἐμέλλομεν ἀφαιρεῖσθαι, ταῦτʼ αὐτοῖς παρασχόντες, ἢ εἰ καλῶς βεβουλεύμεθα τότε, νῦν οὐ καλῶς ἀφαιρεῖσθαι. ἔτι τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ μὲν ὅλως ἀστάτῳ δή τινι γνώμη πρὸς πάντʼ ἐγνώκειτε χρῆσθαι καὶ κατὰ τὰς Εὐρίπου στροφὰς ἑκασταχόσε τῶνπραγμάτων χωρεῖν, οὐδὲν ἀπεικὸς οὐ μόνον τὴν ὑπὲρ ἀτελείας χειροτονίαν ἀνελεῖν ἐθελῆσαι, ἀλλὰ καὶ πάντων ὡς εἰπεῖν τῶν καὶ ἡμῖν καὶ τοῖς ἡμετέροις προγόνοις καλῶς ἐγνωσμένων ἐπίπροσθεν θέσθαι τοὺς τοῦ δεῖνος ἢ τοῦ δεῖνος φληνάφους. εἰ δὲ τὰ τοιαῦτα νοσεῖν καὶ πρὸς ὑμᾶς αὐτοὺς στασιάζειν ταῖς γνώμαις οὐδʼ ἂν ὄναρ ἐνέγκοιτε, οὐκοῦν ἕως γʼ ἂν εἰς Ἀθηναίους τελῆτε καὶ τὸ μέγα καὶ θαυμαστὸν τουτὶ φρόνημα σώζητε, οὐδʼ ἀτελείας πέρι οὐδὲν καινὸν οὐδʼ ὁπωστιοῦν ποτε ψηφιεῖσθε, κἂν μυριάκις διαρραγῶσί τινες, ἄνω καὶ κάτω λειτουργιῶν μεμνημένοι, ἀλλὰ τοῖς ὡς ἄριστα καὶ λυσιτελῶς δεδογμένοις ἐμμενεῖτε καθάπαξ.
σκοπεῖτε δὲ κἀκείνως. τῶν πραγμάτων, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ μὲν οἷς οἴκοθεν παρεσκεύασται τὴν σύστασιν ἴσχει καὶ οὐ τοσοῦτον δεῖται πρὸς συμμαχίαν τοῦ χρόνου, τὰ δʼ εἰ καὶ ἄλλως ἐνδεῖ, ἀλλὰ τὸ πόρρωθεν ἦρχθαι μέγιστον σφίσι πρὸς τὸ τιμᾶσθαι ξυναίρεται·
ἔστι δʼ ἃ τούτων μὲν ἀμφοτέρων μετέχει, τοῦ δὲ καὶ τιμᾶσθαι παρὰ πάντων οὐκ ἐξ ἴσης μετέχει, ἀλλʼ οἱ μὲν μᾶλλον, οἱ δʼ ἔλαττον χρῶνται, καὶ οἱ μὲν, οἱ δʼ οὔ. τὸ δὲ πᾶσιν οἷς ἔξεστι τοὺς εὐεργέτας κοσμεῖν καὶ μηδὲν τῶν εἰκότων ἐλλείπειν οὕτως, ὦ ἄνδρες Ἀθηναῖοι, διʼ
ἄμφω ταῦτα τοῦ παντὸς ἄξιον χρῆσθαι ὥστε καὶ ἄνθρωποι πάντες καὶ οἱ τὸν Ὄλυμπον οἰκοῦντες θεοὶ καὶ δαίμονες τὴν αὐτὴν περὶ τούτου φέρουσι ψῆφον καὶ ξυγχωροῦσι κατὰ ταῦτα, οἱ μὲν τοῦ μηδένα μὴ δεῖν τὸ παράπαν ἔτʼ ἔχειν ἀγνωμονεῖν παράδειγμα τὸν Ἰξίονακαὶ τὴν Ἰξίονος τύχην προθέντες τῷ βίῳ, τοὺς δὲ οὐδὲ λέγειν ἔξεστιν ὁπόσου δή τινος τοὺς σφῶν ἀξιοῦσι γονέας καὶ παιδευτὰς, καὶ ὅπως τούτοις καὶ ζῶσι καὶ τελευτήσασι τὸν ἅπαντα τοῦ βίου κέχρηνται χρόνον, οὐ μόνον πλείστας καὶ μεγίστας καὶ λόγῳ καὶ ἔργῳ χάριτας αὐτοῖς ἐκτιννύντες καὶ σχεδὸν ὑπὲρ κεφαλῆς αἴροντες, ἀλλὰ καὶ μετʼ αὐτοὺς, ὡς εἰπεῖν, τοὺς θεοὺς ἄγοντες σφᾶς. ὥσπερ οὖν τοὺς μὲν οὕτω διακειμένους οὐκ ἂν ἀγάσαιτό τις τῆς γνώμης, διὰ τὸ μηδέν τι καινὸν, ἀλλʼ ἃ τὸ εἰκὸς ἀπαιτεῖ πράττειν αἱρεῖσθαι, ἐὰν δὲ τὴν ἀναγκαίαν ἐλλίπωσι ταύτην φορὰν, τότʼ ἀδικίας ἐσχάτης ἁλώσονται, ὣς δέ μοι δοκεῖ καὶ περὶ τῶν ἄλλως εὖ
πεπονθότων ψηφίζεσθαι χρῆναι. καὶ ὅπως ἐκεῖ μὴ τὴν φύσιν προΐσχῃ. εἰ γὰρ καὶ μείζων ἐπʼ ἐκείνοις ἡ δίκη, ἀλλὰ τὸ τῆς ἀγνωμοσύνης δή που ταυτὸν, ἐάν τε περὶ φύσιν ἐάν τε ἄλλως ξυμβαίνῃ. οὐ γὰρ τοῦ στρατηγὸν ἀνελόντος ἥττων ἂν δόξειε φονικὸς ὁ τοῦτʼ αὐτὸστρατιώτην ὁντινοῦν εἰργασμένος, οὐδʼ αὖ τοῦ τὰ ἱερὰ σεσυληκότος ὁ δημόσια κεκλοφώς· ἐπεὶ μηδὲ νόμον μᾶλλον ἐροῦμεν τὸν τοῖς προδόταις ἐπεξιόντα ἢ τὸν παρὰ τῶν τοιχωρυχούντων λαμβάνοντα δίκην.
καὶ νῦν ἡμεῖς οἷς τοὺς εὐεργέτας δωρούμεθα καινὸν οὐδὲν δρῶντες, ἀλλὰ τὰ γιγνόμενʼ ἀποδιδόντες, οἷς ὧν παρέσχομεν ἀποστερήσομεν σφᾶς, μειζόνως ἀδικήσομεν, εὖ οἶδα, ἢ εἰ μηδὲ τὴν ἀρχὴν αὐτοῖς εἰσηνέγκαμεν. ἐκεῖνο μὲν γὰρ ἀγνωμοσύνης ἂν ἦν, τὸ δʼ ἀδικίας, εἴπερ ἃ παρʼ ἡμῶν δικαίως εἰλήφασι, τούτων ἀδίκως ἀποστερήσονται. τοσοῦτον δʼ ἀδικία μείζων ἀγνωμοσύνης, ὡς μόριον ἀδικίας τοῦτʼ εἶναι· οὐ γὰρ πᾶς ἀδικῶν ἤδη καὶ πρὸς τοὺς εὐεργέτας ἐστὶν ἀγνώμων, ἀλλʼ ὁ πρὸς τούτους ἀγνωμονῶν αὐτὸ τοῦτʼ ἀδικεῖ μόνον, τὸ
μὴ τὰ προσήκοντʼ αὐτοῖς πράττειν αἱρεῖσθαι· οὐκοῦν τὸ μὲν μισεῖται, ἀδικίας δὲ κολαστὰς ἴσμεν τοὺς νόμους. εἶτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ἃ μὴ παρασχόντες ἠγνωμονοῦμεν ἂν, ταῦτα μετὰ τὸ παρασχεῖν ἀφελόμενοι τοιοῦτον καθʼ ἡμῶν βουλησόμεθα λόγον πᾶσι γενέσθαι, ὡς Ἀθηναῖοι τοὔλαττον ὡς κακὸν φυλαξάμενοι ἑκόντες ὄντες τῷ μείζονι περιέπεσον; μηδαμῶς. ἔτι τοίνυν ὁ
μὲν παρʼ ὧν εὖ ἐπεπόνθει, τούτους οὐκ ἐθέλων τοῖς ἴσοις ἀμείψασθαι ἀγνωμοσύνης ἅμα καὶ ἀδικίας ἔγκλημα φέρεται, ὁ δʼ ἃ δέδωκεν ἀφαιρούμενος πρὸς τῷ τούτοις ἐνέχεσθαι καὶ τὴν τοῦ μὴ τὰ δέοντα πράττειν εἰδέναι δόξαν ἑαυτῷ δή που προσάπτει, καὶ προσέτι σκαιότητος καὶ περιεργίας. διʼ ὧν γὰρ ἃ δέδωκενἀφαιρεῖν αὖθις οἴεται δεῖν, λογίζεσθαι πᾶσιν ἐξ ἀνάγκης ξυμβαίνει ὡς ἢ μὴ γνώμης εὐθύτητι παρέσχεν ἐκεῖνα, ἀλλʼ ὅπως μειζόνως τούτους οἷς ἀποστερήσει λυπήσῃ ἢ εἰ μὴ, τοῦτο λειπόμενόν ἐστιν ἐξ ἀνάγκης, ὡς οὐ μετὰ λογισμοῦ τότε παρέσχεν, ἐπεὶ πάλιν ἐκτὸς αἰτίας ἀφείλετο. τὸ γὰρ μηδʼ ἡστινοσοῦν ἐπειγούσης ἀνάγκης· ἀνάγκᾳ δὲ οὐδὲ θεοὶ, φασὶ, μάχονται· ἑτοίμως ἐφʼ ἕτερʼ ἄττα μεταχωρεῖν τεκμήριόν ἐστι θαυμαστὸν τοῦ τε καθάπαξ ἀβεβαίου τῆς γνώμης τοῦ τε μηδὲν ἐξ ἀρχῆς βεβουλεῦσθαι, ὥσπερ αὖ κραταιᾶς εὖ μάλα καὶ μετὰ λογισμοῦ καὶ ψήφου τοῖς πράγμασιν ἐγχειρούσης τὸ μηδὲν εἰκῆ μεταβάλλειν, ἀλλὰ τοῖς ἐξ ἀρχῆς ἐγνωσμένοις ἐμμένειν. εἶεν.
Λεπτίνη, σὲ δʼ ἄν τις ἔρηται τοῦ χάριν θυσίαις καὶ τελεταῖς τοὺς θεοὺς καὶ προσόδοις τιμῶμεν, εἰ μὲν ὧν παρʼ αὐτῶν εὖ πεπόνθαμεν μόνων ἐρεῖς, οὐκ ὀρθῶς ἐρεῖς, εἰ δὲ τοῦθʼ ἅπασι δῆλον ὡς ἐφʼ ἑκάτερον ταῦτα
βλέπει καὶ οὐ μόνον τῶν παρελθόντων, ἀλλὰ καὶ τῶν μελλόντων διʼ αὐτῶν ποιούμεθα πρόνοιαν· τὰ μὲν ὅπως εὖ μάλα παρέσται δεόμενοι καὶ μετὰ παντὸς ἀεὶ τοῦ βελτίονος, τῶν δὲ χάριν εἰδότες, καὶ πρὸς τὰ ἴσα καὶ μείζω παρακαλοῦντες· τί καινὸν, εἰ καὶ πρὸς τοὺς εὐεργέτας ταυτὸν τοῦτο ποιεῖν οἰόμεθα δεῖν, ἐπεὶ καὶ πρώτους εὐεργέτας ἅπαντες ἴσμεν θεοὺς, καὶ ὡς ἐξ ἀρχῆς
συστησαμένους τόδε τὸ πᾶν, καὶ ὡς τῇ διηνεκεῖ διὰ πάντων προνοίᾳ συνέχοντας τοῦτʼ ἀεὶ καὶ κοσμοῦντας καὶ χαίροντας τῷ προσρήματι τούτῳ μᾶλλον ἢ πολυτελείαις ἐναγισμάτων; ὥστε τοῦτον τὸν τρόπον ταυτόν ἐστιν εἰς εὐεργέτας καὶ εἰς θεοὺς ἁμαρτεῖν. καὶ μὴν ἄνθρωποι μὲν ἁπάντων εἰσὶν ἐνδεεῖς, θεοῖς δὲ μηδενὸς δεῖ τῶνἁπάντων, ἅτʼ οὖσι χορηγοῖς τῶν ἁπάντων· ἀλλʼ ἢν τὰ παρʼ ἡμῶν ποτʼ ἐλλείπῃ καὶ μὴ τὴν νομιζομένην ταύτην εἰσφέρωμεν εἰσφορὰν, ἐναγεῖς εὐθὺς ἡμεῖς καὶ μιαροὶ καὶ προδόται τοῦ θείου καὶ κακῶν κάκιστοι, καὶ δεῖ δοῦναι δίκην, κατὰ τὸν Σωφρονίσκου Σωκράτη. εἰ τοίνυν τοῖς μηδενὸς δεομένοις θεοῖς τοσούτων ἐσμὲν ὀφειλέται, καὶ πάντων ἀναγκαιότατος οὗτος ἔρανος, πόσον τι χρὴ τοῦτʼ εἶναι τοῖς πάντων δεομένοις ἀνθρώποις;
παρὰ πάντα δὲ ταῦτα ἐκεῖνο λέγω, μάλιστα πάντων ἡμῖν διαφέρον, ὡς εἰ καὶ τῶν δικαίων ἥκιστʼ ἐτύγχανεν ὂν τὸ τοὺς εὐεργέτας δή που τιμᾶν, καὶ ἃ παρεσχόμεθʼ αὐτοῖς, ταῦτʼ εἰς ἅπαν ἔχειν ἐᾶν, ἡμεῖς δὲ καὶ οὕτως οὐκ ἂν τῆς συνήθους ἐξέστημεν μεγαλοψυχίας καὶ τοῦ παντὶ τρόπῳ κοινῇ πάντας ἐκ τῶν δυνατῶν εὖ ποιεῖν προθυμεῖσθαι· εἰκότως. οὐ γάρ ἐστιν, οὐκ ἔστιν ἡμῖν λόγος χρημάτων οὐδʼ εἱστισοῦν, καθάπερ πᾶσι τοῖς ἄλλοις, ἀλλὰ θαυμαστῆς τινος δόξης καὶ τοῦ φιλανθρώπους ἐκ περιουσίας διὰ πάντων ἅπασιν εἶναι. τεκμήριον δʼ ἐναργὲς τὸ πάλαι μὲν ἡμᾶς πάνυ τοι πλείστων
εὐπορηκέναι χρημάτων, πάντα δὲ ταῦθʼ ὑπὸ φιλοτιμίας προέσθαι καὶ τοῦ θαυμάζεσθαι βούλεσθαι, μίαν ὡς ἀληθῶς ἡγουμένους περιουσίαν τὴν ἐν τοῖς τοιούτοις δαπάνην, τά τε ἄλλα καὶ ὅτι χρήματα μὲν ὑπόκειται τύχῃ, φιλοτιμίας δὲ ἀθάνατός ἐστιν ἡ κτῆσις καὶ τὸ κλέος αὐτῆς οὔποτʼ ὀλεῖται· ἧς οὔτʼ οὖν τινές πω τῶν πάντων οὐδʼ ἐπὶ σμικρὸν ἀμφισβητεῖν ἔσχον ἡμῖν οὔθʼ ἡμεῖς κίνδυνον πώποθʼ ὁντινοῦν ἐξέστημεν ὑπὲρ ταύτης, ἀλλὰ καὶ σωμάτων καὶ χρημάτων κοινῶν τε καὶ ἰδίων καὶ πάσης ἡστινοσοῦν ἄλλης παρασκευῆς διʼ αὐτὴν ταύτην ἠφειδοῦμεν ἡδέως. ὅθεν σεσώκαμεν μὲν Ἡρακλείδας κινδυνεύοντας ὑπʼ Εὐρυσθέως παντάπασιν ἐκτετρῖφθαι, καὶ διʼ ἡμῶν εὑρομένους αὐτόν τε ἀμύνασθαι καὶ τῆς Λακεδαίμονος αὖθις μετὰ πολλοῦ τοῦ κρείττονος ἐπιβῆναι· σεσώκαμεν δὲ οὐ μόνον τὸν περὶ Θήβας
ἠτυχηκότα καὶ τῆς Σφιγγὸς καθαιρέτην Οἰδίποδα τὸν Λαΐου, ἐξεληλαμένον μὲν Θηβῶν τε καὶ πάσης τῆς Βοιωτίας ὑπὸ τοῦ συγγενοῦς Κρέοντος, καταφυγόντα δὲ ὡς ἡμᾶς, καὶ μεγίστης ἀξιωθέντα προνοίας· ἀλλὰ καὶ Θηβαίους αὐτοὺς, ὕστερον κακῶς ὑπὸ τῆς φρουρᾶς τῆς Λακωνικῆς διακειμένους. καὶ μὴν καὶ Ταναγραίοις καὶ Θετταλοῖς τοῖς μὲν στάσει χρησαμένοις καὶ πρὸς τὸ μηδὲν ἤδη χωροῦσι, Ταναγραίοις δὲ ὑπὸ Θηβαίων ἐξῳκισμένοις γεγόναμεν ἐν καιρῷ, τοῦ μὴ διεφθάρθαι καθάπαξ αἴτιοι μετὰ τοὺς θεοὺς αὐτοῖς καταστάντες. ταυτὸ δὲ τοῦτο Μεσσήνιοι καὶ Πλαταιεῖς ἔχουσι λέγειν, οἱ μὲν ὑπὸ Λακεδαιμονίων καὶ Θηβαίων κατασκαφέντες, ὑφʼ ἡμῶν δὲ σωθέντες, οἱ Πλαταιεῖς, τοῖς δʼ ὑπὸ Λακεδαιμονίων κατασκαφεῖσι τὰ μέγιστα ξυνηράμεθʼ ἡμεῖς, καὶ νῦν εἰσι Μεσσήνιοι διὰ τὴν πόλιν. καὶ σιωπῶ Δρύοπας
καὶ Πελασγοὺς καὶ πάντας τοὺς ἄλλους, οὓς ἐδέξατο μὲν κινδυνεύοντας, οὕτω δʼ ἀντʼ ἀγαθοῦ του δαίμονος σφίσι κατέστη ὡς ἐπιλελῆσθαι διʼ ὧν εὖ πεπόνθασι καὶ τῶν συμφορῶν.καὶ οὐχὶ πάλαι μὲν οὕτω πρὸς πάντας θαυμαστῶς καὶ μεγαλοψύχως ἔσχεν ἡ πόλις, νῦν δὲ ὡς ἑτέρως καὶ παρὰ πολὺ τῶν προγόνων καὶ τῆς ὑποθέσεως ἀναξίως, ἀλλὰ χθὲς καὶ πρώην ἐπὶ τῶν Μηδικῶν, τοῦ μὲν βαρβάρου μεγάλων καὶ ὧν οὐκ ἄν τις ἤλπισεν ἡμᾶς ἀξιοῦντος, ἐφʼ ᾧ συμμάχους αὐτῷ προσλαβεῖν δεδυνῆσθαι, τῶν δʼ αὖ Λακεδαιμονίων ἑτέρωθεν ἐν τούτῳ δέους διὰ ταῦτα μάλιστα καταστάντων, ὡς καὶ παῖδας ἡμῖν καὶ γυναῖκας καὶ πρεσβύτας, ἕως ἂν ὁ πόλεμος ᾖ, διὰ πάντων εὖ ποιεῖν ὑπεσχῆσθαι, ποίους τινὰς παρέσχομεν ἡμᾶς αὐτοὺς καὶ πῶς τουτοισὶ διετέθημεν δή
που; τοῖς μὲν γὰρ ὡς ἀνάξια τῆς ἡμετέρας προαιρέσεως καὶ φιλανθρωπίας διʼ ὧν ἐπηγγέλλοντο βεβουλευμένοις μεμψάμενοι, τοῦ δʼ ὡς ἀδυνάτοις ἐπιχειροῦντος οὐδʼ ἀκοῦσαι ὅλως οὐδʼ ὁπωστιοῦν ἀνασχόμενοι, τὸν μὲν αἰσχρῶς ἀναχωρῆσαι τῆς Ἑλλάδος παρεσκευάκαμεν, τοὺς δὲ μετὰ τῆς Ἑλλάδος ἐξειλόμεθα τῶν κινδύνων. πάλιν τοίνυν κοινῇ πάντες ξυνεισενεγκεῖν Λακεδαιμονίοις τὰ χρήματʼ ᾠήθημεν δεῖν, ἅπερ ἐδανείσαντο μὲν παρʼ
αὐτῶν οἱ τριάκοντα κατὰ τῶν ἐν Πειραιεῖ· ὡς δὲ τὰ πράγματα κατέστη καὶ Λακεδαιμόνιοι ταῦτʼ ἀπῄτουν, οἱ μὲν ἄλλοι πάντες ἀποδοῦναι τοὺς δανεισαμένουςἠξίουν καὶ διαλύσασθαι κατὰ τὸ εἰκὸς, αὐτοὶ δʼ οὗτοι τοῦτʼ ἂν πρῶτον γνώρισμα τῆς ὁμονοίας ἐβόων γενέσθαι, ἐὰν ὁ δῆμος ἅπας ἐκτίσῃ.
ὅτε τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ μηδʼ ἡστινοσοῦν προϋπηργμένης ἀνάγκης, ἀλλʼ ὑπὸ τοῦ φιλανθρωποτάτου μόνου τῆς γνώμης τὰ τοιαῦτα πράττειν τῶν καλλίστων ἐδόκει, καὶ διαγεγόναμεν τὸν ἅπαντα χρόνον τὴν καλλίστην ταύτην καὶ λυσιτελεστάτην καὶ μόνην προσήκουσαν ἀνθρώποις φιλοτιμούμενοι, νῦν ἀμφοτέρων ὄντων, τοῦ τε τὰ δίκαια πράττειν ἀνάγκην εἶναι τοῦ τε κεχρῆσθαι τῇ γνώμῃ, καὶ μὴ τὴν ἐξ ἀρχῆς θαυμαστὴν ταύτην ἔνστασιν ἐγκαταλιπεῖν, ἔπειτʼ οὐκ ἐθελήσομεν; καὶ πῶς οὐκ ἄτοπον τοῖς μὲν ἡμετέροις αὐτῶν κινδύνοις ἐξαιρεῖσθαι τοὺς ἄλλους ἐθέλειν κινδύνων, ἄμφω δὲ ἐξὸν ἔχειν, καὶ ἡμᾶς αὐτοὺς εὖ πάσχειν ὑπʼ ἄλλων, καὶ τοὺς ἄλλους ὑφʼ ἡμῶν ἀξιοῦσθαι τῶν ἴσων, εἶτʼ ἀμφοῖν ἐστερῆσθαι δεδέχθαι, καὶ τοὺς μὲν τὰ δεινότατα πάντων εἰργασμένους τὴν πόλιν καὶ μηδʼ ἡντινοῦν ὑπερβολὴν
ἐλλελοιπότας κακίας, ὡς μηδʼ ἀδακρυτὶ μνημονεύειν ἐξεῖναι, τοσαύτης δή τινος διὰ τὴν ὁμόνοιαν σπουδῆς ἀξιῶσαι, ὡς καὶ μεγίστην ὑπὲρ αὐτῶν ὑποστῆναι χρημάτων δαπάνην· τοὺς δʼ ἡμετέρους εὐεργέτας καὶ φίλους, καὶ οἷς ἀνάγκη διʼ αὐτὸ τοῦτο τὰ πλείστου φασὶν ἄξια χρῆσθαι, τούτους, δικαίους ὄντας καὶ μείζονος ἧς νῦν παρʼ ἡμῖν ἀπολαύουσι τυγχάνειν προνοίας, ἡμᾶς δὲ καὶ ἃ σφίσι δεδώκαμεν, ὡς μηδενὸς ὄντας ἀξίους, ἀφελεῖν ἐθελῆσαι; καὶ τίς οὐκ οἶδεν ὡς οὕτω γʼ ἂν τὸ καθʼ ἡμᾶς εἰς αἴνιγμα πέσοι, νῦν μὲν οὕτως, νῦν δʼ ἐκείνως ἔχοντας, μᾶλλον δὲ οὐδετέρως, ἐπεὶ καὶ οὕτω κἀκείνως;
καὶ μὴν ἅπας μὲν νόμος, διʼ ὧν τοῦ κοινῇ λυσιτελοῦντος διὰ πάντων φροντίζει, εὖ πράττειν τοὺς
χρωμένους παρασκευάζει, τά τε ἄλλα καὶ τὸ ταὐτὰ διὰ τέλους φρονεῖν· ὅπερ εὐπραγίας ὡς ἀληθῶς ἴδιον. οὗτος δὲ μηδένα τούτου ποιούμενος λόγον, ἀλλὰ καὶ παρὰ τὸ κοινῇ συμφέρον καινοτομῶν ἃ μὴ δεῖ, ἐν τοῖς μεγίστοις καταβλάπτει τὴν πόλιν, οὐ μόνον ἀσύμφωνον αὐτὴν πρὸς ἑαυτὴν καθιστὰς, ἀλλὰ καὶ τῶν πάνυ τοι προσηκόντων ἀποστερῶν καὶ ὧν πᾶς τις ἂν αὐτῇ τυγχάνειν εἰς ἅπαν συνεύξαιτο. τί δʼ ἂν εἴη κατʼ εὐχὴν πόλεσι μᾶλλον ἢ τὸ φίλους καὶ εὐεργέτας ὁσημέραι κεκτῆσθαι; ὧν οὗτος, εἰ κύριος ἔσται, ταύτην καθάπαξ ἀπάγων, εἰ μὴ τοῦτʼ ἔσται, τούτων αὐτὴν καθάπαξ ἐμπλήσει. εἰ τοίνυν τὸ μὲν τουτονὶ λελυκέναι συνίστησιν ἡμῖν τοὺς γνωρίμους εἰς ἅπαν καὶ προσέτι πλείους ποιεῖ, τὸ δʼ αὖ σώζειν ἐθέλειν ἡμῶν τούτους ἀφίστησι, τοσούτῳ κάλλιον καὶ λυσιτελέστερον καὶ πρὸς αὐτῆς ὡς
ἀληθῶς τῆς πόλεως μᾶλλον λύειν τοῦτον ἢ σώζειν, ὅσῳ τὸ τυγχάνειν εὐεργετῶν τε καὶ φίλων ἢ τούτων