Orationes 54
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
γὰρ, καὶ οὐδεὶς ἀντερεῖ· ἀλλʼ ἄρα πολλῷ μᾶλλον τῶν ὑπὲρ ἡμῶν ἑκάστοτε φιλοτιμουμένων καὶ ὅπως τὰ καθʼ ἡμᾶς ἄριστα ἔχειν σπουδὴν ποιουμένων. καὶ ὡς ἀληθῆ λέγω δῆλον ἐξ ὧν τοὺς μὲν τιμῶν ἀξιοῦμεν καὶ εὐεργέτας ἡμετέρους καὶ σωτῆρας καὶ πάντα τὰ τοιαῦτα καλοῦμεν, τοῖς δὲ ὡς ὀφειλέταις οὐχ ὅπως ὧν πράττουσιν ἴσχομεν χάριν, ἀλλὰ καὶ ἤν ποτʼ ἐλλίπωσι τοῦ δέοντος, νεμεσῶντες ὑπάγομεν δίκην· καὶ ὅτι παρὰ μὲν τῶν αὐτὸ
τοῦτο μόνον ὄνησίς ἐστι τῇ πόλει, οἱ δὲ μετὰ τούτου καὶ δόξης οὐ μικρᾶς αἴτιοι γίγνονται. εἶθʼ οἳ τοῖς ἅπασι προὔχουσι καὶ τῆς βελτίονός εἰσι μοίρας, τούτους ἡμεῖς ἐλάττους διὰ σὲ νομιοῦμεν; καὶ πῶς οὐκ ἄτοπον εὐεργέτας μὲν ὅπως κτησόμεθα πάντα ποιεῖν, ἡμεῖς δὲ καὶ οὓς μὲν ἔχομεν νῦν θεῶν διδόντων, τούτοις φανέντες ἀγνώμονες ἀποστερήσομεν τῶν τιμῶν, οὓς δὲ μέλλομενἕξειν, τούτους, ἢν μὴ νῦν ἀγνωμονοῦντες φανῶμεν, τῆς ὑπὲρ ἡμῶν ἀπείρξομεν προθυμίας;
καὶ οὐ τοῦτο μόνον, ὦ ἄνδρες Ἀθηναῖοι, ἀλλὰ καὶ τῶν ἡμετέρων προγόνων ταύτῃ δόξομεν χείρους, μᾶλλον δʼ ἐκείνους θαυμαστούς τινας ἄγαν καὶ μεγαλοψυχίᾳ χρωμένους ἀποφανοῦμεν, ἡμᾶς δʼ αὐτοὺς τὰ μέγιστα αἰσχυνοῦμεν, εἴπερ οἱ μὲν καὶ τοὺς δυσμενεστάτους εὖ ποιοῦντες τὸν ἀεὶ διαγεγόνασι χρόνον, ἡμεῖς δὲ παρʼ ὧν εὖ πεπόνθαμεν, τούτους καὶ ὧν ἠξιώκαμεν χαρίτων ἀποστερήσομεν· ἃς τῷ μὲν δοκεῖν παρʼ ἡμῶν, τῇ δʼ ἀληθείᾳ παρὰ σφῶν αὐτῶν ἐκομίσαντο δή που, τῷ τούτων αἴτιοι γεγενῆσθαι διʼ ὧν εἰς ἡμᾶς ἔδρασαν· ὥστε τὰ μὲν παρʼ αὐτῶν πρὸς ἡμᾶς χάριν ἄν τις δικαίως προσείποι, τὰ δὲ παρʼ ἡμῶν πρὸς αὐτοὺς ἀντίδοσιν καὶ πρέπουσαν ἀμοιβήν. καὶ τοίνυν τῆς δεδομένης ἀτελείας ἐκπεπτωκότες ἂν ἤδη, αὐτοὶ μὲν καὶ οὕτως οὐδὲν ἧττον ἔθʼ ἕξουσι ταύτην, ὡς ἀξιόχρεῳ, ἡμεῖς δὲ οὐκ ἀγνώμονες μόνον ἐντεῦθεν, ἀλλὰ καὶ ἄπιστοί τινες καὶ ἀβέβαιοι τοῦ λοιποῦ δόξομεν ἅπασιν εἶναι· τὸ μὲν ἐὰν ἃ
δεδώκαμεν ἀφελώμεθα δή που, τὸ δʼ ἐὰν πρὸς τοὺς εὐεργέτας οὑτωσὶ μάλιστα σχῶμεν. καὶ σιωπῶ τὴν εἰς ἀεὶ παραμενοῦσαν αἰσχύνην τῇ πόλει καὶ τὸ κοινὸν ὄνειδος· ὡς οἱ μὲν πρεσβύτατοι τῶν Ἀθηναίων εὖ ποιοῦντες, οὐκ εὖ πάσχοντες, τοὺς φίλους ἐκτῶντο, ἡμεῖς
δὲ πᾶν τοὐναντίον καὶ οὓς ἔσχομεν φίλους ἐχθροὺς καθίσταμεν, τῷ τὰς μὲν παρʼ αὐτῶν εἰς ἡμᾶς ὠφελείας ἀκινήτους εἶναι καθάπαξ βούλεσθαι, οἷς δὲ ἡμεῖς αὐτοὺς ἀμειβόμεθα, ταῦτʼ εὐθὺς ἀνατρέπειν· ἀμφοτέρους καὶ ἡμᾶς αὐτοὺς ὧν εὖ πεπόνθαμεν ἀναξίους ἐντεῦθεν δεικνύντες, κἀκείνους ἀσφαλεστέρους ποιοῦντες πρὸς τὸ μηκέτι τηλικούτοις ἐθέλειν χαρίζεσθαι. καὶ πόσων κρημνῶν καὶ βαράθρων ταῦτʼ ἄξια; ὅταν οἱ τοῦ καλοῦ καὶδικαίου παράδειγμα τοῖς ἄλλοις ἅπασιν ὄντες, ἔπειτʼ ἀγνωμοσύνης καὶ ἀπιστίας καὶ τοῦ μεταβάλλειν εἰκῆ καὶ ῥᾳδίως σχῶμεν αἰτίαν, καὶ δόξωμεν μετʼ Εὐρίπου χωρεῖν, καὶ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν διαφθείρειν καὶ ὅλως τῶν ἐπὶ σκηνῆς ἢ ψάμμου παιζόντων οὐδὲν ἄμεινον ἴσχειν. μᾶλλον δὲ καὶ πολλῷ χεῖρον· εἴπερ οἱ μὲν ὃ προὔθεντο δρῶσι· προὔθεντο δὲ μήποτʼ ἐν ταὐτῷ μένειν, ἀλλὰ
μεταβάλλειν ἑκάστοτε πρὸς τὴν χρείαν ἡμεῖς δʼ ἴσοι καὶ παραπλήσιοι διὰ πάντων ὀφείλοντες εἶναι καὶ ταὐτὰ διὰ τέλους φρονεῖν, ἔπειτʼ ἀμέλει κατὰ τὸν Φάριον ἐθελήσομεν ἐξαλλάττειν Πρωτέα, καὶ τῇ πρὸς τοὺς ἄλλουςχρῆσθαι ταῖς γνώμαις. μήποτε τοσοῦτον ἰσχύσειε Λεπτίνης ὡς τὰ τοιαῦθʼ ἡμᾶς ὑπειλῆφθαι παρασκευάσαι.
καὶ μὴν εἰ ὥσπερ μισθὸς ἀρετῆς εὐφημίαι, οὕτω καὶ κατωρθωμένων ἐστὶν ἀντίδοσις, ἀνάγκη θαυμάζεσθαι μὲν ἀρετὴν, τοὺς δʼ ὁτιοῦν ἀγαθὸν εἰργασμένους τιμᾶσθαι, ἐάν τε ἀτέλειαν ταύτην φῇς ἐάν θʼ ὁτιοῦν. εἰ μὲν οὖν τήν γʼ ἀρετὴν ὅλως ἐπαίνων ἔχεις ἀποστερεῖν, καὶ τοὺς ὑπὲρ ἡμῶν ἀποφανθέντας σπουδαίους ἀποστέρει τῶν ἄθλων, καὶ μηδʼ ἡτισοῦν ἔστω φειδώ. εἰ δὲ τῶν ἀτόπων ἐκεῖνο, πῶς λόγον τοῦτό γε σῶζον συνιδεῖν οὐκ ἔχω. οὐδὲ γὰρ οὔτʼ ἀρετὴ τοῦθʼ ὅπερ ἐστὶ, δόξει μὴ τῶν γιγνομένων ἀπολαύουσα κρότων οὔτε τὰ βέλτιστʼ εἴσεταί τις τῶν ἔργων ἀμοιβῶν ἀποροῦντα. εἰ τοίνυν
τὸ τὰ προσήκοντʼ ἀμφοτέροις ἀποδιδόναι πρὸς ἀγαθοῦ, τό γʼ αὐτὰ τούτων ἀποστερεῖν πρὸς βασκάνων. σὺ δʼ ἐκπεσεῖν μὲν τῶν ὄντων καὶ ὧν σοι πρόσεστιν ἐστερῆσθαι οὐκ ἂν ἀνάσχοιο, ἀλλά μοι δοκεῖς κἂν ὄναρ τοῦτʼ
ἰδὼν τεταράχθαι· ἧς δὲ τοὺς εὐεργέτας ἡ πόλις ἠξίωσεν ἀτελείας, ταύτης τούτους ἀπάγων, φορητόν τι νομίζεις, δέον ἀπὸ σαυτοῦ καὶ τὰ τούτων εἰκάζειν, καὶ μὴ σφᾶς ἀξιοῦν ὧν αὐτὸς γενομένων οὐκ ἂν ἠγαπήκεις;μᾶλλον δʼ ἀνάγκη δυοῖν θάτερον, ἢ καὶ τὴν πόλιν ἐστερῆσθαι τῆς παρʼ αὐτῶν ὠφελείας, ἐπειδὴ τούτους τῶν παρʼ αὐτῆς γερῶν οἴει δεῖν, ἢ μηδὲ τούτοις ὁπωστιοῦν ἐνοχλεῖν, ἐπεὶ μηδὲ ταύτῃ. εἰ δὲ ταύτην μὲν ἀξιοῖς ὧν παρʼ αὐτῶν εἴληφεν ἀπολαύειν εἰς ἅπαν, τούτους δὲ μὴ, ἔοικας οὐκ ὀρθῶς οὐδὲ δικαίως τοῖς πράγμασι διαντᾶν καὶ προσέτι τὴν πόλιν οὐχ ὅπως ὧν ἐχρῆν,
ἀλλὰ καὶ ὧν ἀπεύξαιτʼ ἄν τις ἀτεχνῶς ἀξιοῦν. θαυμάζεσθαι μὲν γὰρ αὐτὴν ὁσημέραι καὶ καλῶς ἀκούειν καὶ συναγωνιστὰς πάντας ἴσχειν τῆς δόξης ἐν εὐχαῖς οἶδʼ ὅτι ποιεῖ, εἴπερ μὴ κοινὸς εἶ τῆς πολιτείας ἐχθρός· πράττεις δʼ ἐξ ὧν ἂν εἰκότως μισοῖθʼ ὑφʼ ἁπάντων. οὐ γὰρ δή που τοὺς εὐεργέτας οὐδʼ ὧν τὰ μέγιστα ἀπωνάμεθα, οὐ τούτους μόνον ἐκπολεμώσομεν ἡμῖν αὐτοῖς, ἐάν σοι τὰ τοιαῦτα πεισθῶμεν, ἀλλὰ καὶ πάντας τοὺς ἄλλους ἁπλῶς, οὐ διὰ τὴν πρὸς ἐκείνους τοσοῦτον ἀγνωμοσύνην, ὅσον τὸ πρὸς ἀπάτην ἡμᾶς τοῖς πράγμασι χρῆσθαι καὶ κατʼ Εὐρύβατον ζῆν. καίτοι ὅταν ταῦτʼ ᾖ, καὶ πονηροτάτην ἡμῖν αὐτοῖς ἐπεισαγάγωμεν δόξαν, τί πλέον ἀπὸ τῶν λειτουργιῶν ἡμῖν ἔσται, ἐὰν, οὐκ Ἀθηναίους λέγω μόνον, ἀλλὰ καὶ πάντας ἀνθρώπους κτησώμεθα λειτουργούς; χωρὶς δὲ τούτων εἰ μὲν τοὺς
αὐτοὺς οἷόν τʼ ἦν καὶ ἀτελείας ἀποστερῆσαι καὶ φίλους παραπλησίως κεκτῆσθαι, καὶ οὕτως ἡμεῖς μὲν ἀγνωμονοῦντες ἂν εἴημεν οὐδὲν ἧττον τῷ τὰ μὴ προσήκοντα σφίσι διὰ τέλους τηρῆσαι, αὐτοὶ δὲ πρὸς τῷ καλοὶ κἀγαθοί τινες εἶναι διʼ ὧν εἰς ἡμᾶς ἔδρασαν, καὶ μεγαλοψυχίας φέροιντʼ ἂν δόξαν, ὡς οὐκ ἐν οἷς ἠτιμάσθησαν ταραχθέντες, ἀλλʼ ἐφʼ οἷς εἶχον μεμενηκότες. εἰ δʼ ἅμα ταύτης στερήσονται καὶ ἡμῖν ἔσονται δύσνοι, ὡς ὑφʼ ἡμῶν ἀτεχνῶς ὑβρισμένοι, μανία δή που σαφὴς ἀντὶ μικρῶν καὶ φαύλων λειτουργιῶν τοσούτοις ἡμᾶς διαβεβλῆσθαι καὶ κακῶς ἀκούειν καὶ μῖσος ἐν Ἕλλησι καὶ βαρβάροις ἔχειν, ἐξὸν πᾶν τοὐναντίον θαυμάζεσθαι καὶ φιλεῖσθαι καὶ διὰ τὴν ἡμετέραν πρὸς τούτους αἰδὼ πάντας ἐπὶ τὰ ἴσα προτρέπειν.
ἀλλὰ μὴν καὶ περί γʼ αὐτῶν τῶν λειτουργιῶν, ἃς ἀναιρεῖσθαί φησι διὰ τὰς ἀτελείας Λεπτίνης, ἐκεῖνο λέγω, ὡς εἴ τις τὴν ἐσομένην ἐντεῦθεν ὄνησιν ἀκριβῶς ἐξετάσει, καὶ ἣν οἱ τὰς ἀτελείας λαμβάνοντες τῇ πόλει παρέχουσιν, εὑρήσει τὴν μὲν μείζω τοῖς ὅλοις καὶ περιφανεστέραν καὶ ὥστε ταύτης τυγχάνειν ἀξίαν εὐχῆς, τὴν δʼ οὐχ ὅσον ἐλάττω καὶ φαύλην παντάπασι καὶ οὐδʼ
αὐτὸ τοῦτο διὰ σμικρότητα δοκοῦσαν δήπουθεν ὄνησιν, ἀλλὰ καὶ οἵαν παροραθεῖσαν μηδʼ ὁπωστιοῦν ἂν τῷ κοινῷ λελυμάνθαι. διὰ τί; ὅτι οὐ πᾶσι μέτεστιν ἀτελείας οὐδὲ διὰ πάντων ἁπλῶς τοῦθʼ ἥκει, ἀλλʼ οἷς ἄξιον τὰ τοιαῦθʼ ὡς εὐεργέταις διδόναι. τοσοῦτοι δὲ οὗτοι ὥσθʼ ἕνεκα πλήθους οὐχ ὅσον τοῖς λειτουργοῦσιν ἐγγὺς
ἰέναι, ἀλλὰ μηδʼ ἂν ἐν προσθήκῃ τουτοισὶ γεγονότες μηδʼ ἡντινοῦν εἰργάσθαι διαφορὰν, μήτʼ εἰς ἀριθμοῦ μήτʼ εἰς πραγμάτων ἐπίδοσιν· μᾶλλον δʼ ἐπείπερ οὐκ εἰς ἀριθμοῦ, οὐδὲ πολλῷ μᾶλλον εἰς πραγμάτων ἐπίδοσιν. ὥστʼ εἴ τις νῦν ἔροιθʼ ὑμᾶς πότερα τὴν τῶν μηδὲν εἰς ἐπίδοσιν τῆς κοινῆς ὠφελείας ξυμβαλλομένων ἐν ταῖς λειτουργίαις συντέλειαν ἢ τὴν αὐτῶν τούτων εἰς ἡμᾶς μεγαλοψυχίαν αἱρεῖσθαι δεῖ, τοῦτʼ ἂν εὖ οἶδʼ ὅτι φήσαιτεπάντες, εἴπερ ὑμᾶς αὐτοὺς προὔργου ποιεῖσθε. οὐκοῦν ἄτοπον καὶ τῷ λυσιτελεῖ πολεμοῦν παρʼ οὗ μὲν δόξα καὶ κέρδος ὑμῖν, τοῦτʼ εἰσφέροντας τουτουσὶ μὴ θαυμάζειν μηδὲ τοῖς ἴσοις τιμᾶν, παρʼ οὗ δὲ μηδʼ ἡτισοῦν ὄνησίς ἐστι, μὴ τοῦτο ποιοῦντας κακίζειν, καὶ τὴν οὐδὲν ἔχουσαν κέρδος λειτουργίαν περὶ πλείονος ἄγειν τῆς θαυμαστῆς αὐτῶν ὑπὲρ ὑμῶν προαιρέσεως· ἣν, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ σφῶν αὐτῶν καταψεύδεσθαι δόξωσιν, ἀκίνητα βούλονται σφίσιν αὐτοῖς παντάπασι καθεστάναι τὰ ἆθλα, οὐ τούτων, ὡς ἐγᾦμαι, τοσοῦτον δεόμενοι, ὅσον τοῦ καλοὶ κἀγαθοὶ δοκεῖν ἅπασιν εἶναι; μᾶλλον δὲ διὰ τὸ βούλεσθαι καλοὶ κἀγαθοὶ δοκεῖν ἅπασιν εἶναι τουτωνὶ δέονται δή που, εὖ εἰδότες ὡς εἰ καὶ τὸ καλοὺς κἀγαθοὺς αὐτοὺς γεγενῆσθαι αἰτιώτατον σφίσι τοῦ γερῶν ἠξιῶσθαι, ὡς ἐὰν μὴ τοῦτο παρῇ, οὐδʼ ἂν τουτὶ γεγονός. ἀλλʼ ἐπεὶ τὸ γερῶν ἠξιῶσθαι καλοὺς κἀγαθοὺς δείκνυσι μᾶλλον, καὶ γνωριμωτέρους καθίστησι πᾶσι, καθάπερ τοὺς Ὀλυμπιονίκας οἱ πομπικοὶ
στέφανοι, διὰ τοῦτο δεῖ δή που, μᾶλλον δὲ πᾶσα ἀνάγκη καὶ γερῶν αὐτοὺς ἠξιῶσθαι, ὡς ἂν μᾶλλον καλοὶ κἀγαθοὶ καὶ νῦν καὶ εἰσαῦθις πᾶσι καὶ δοκῶσι καὶ ὦσιν· ὡς ἤδη τινὲς ἠριστευκότες ἐν μάχαις, ἢ καὶ ὁτιοῦν ἄλλο χρηστὸν
εἰργασμένοι, ἐπειδήπερ οὐχ ὧν ἔδει μετέσχον, οὐδὲ τῆς εἰσέπειτʼ ἀπέλαυσαν προθυμίας, οὐδʼ ὅτι τοιοῦτοί τινες ἦσαν γεγόνασι δῆλοι, ἀλλʼ ἠπιστήθησαν τοῖς πολλοῖς, κατʼ αὐτὸν τὸν τῆς ἐπιδείξεως χρόνον μόνοις τοῖς θεαταῖς βοηθέντες.καὶ τοίνυν εἰ μὲν τοῦ παρὰ τῆς πόλεως τετιμῆσθαι λόγος οὐδʼ εἱστισοῦν αὐτοῖς ἦν, οὐδʼ ἂν ὅλως ἠξίωσαν περὶ αὐτὴν χρηστοὶ γεγονέναι, οὐδὲ τῆς πρὸς ἡμᾶς φιλοτιμίας ἀπῆρχθαι· εἰ δʼ ὅπως αὐτοῦ τύχοιεν πάντʼ ἐποίουν ἐκεῖνα, καὶ τῆς χρηστότητος τὰς ἀφορμὰς ἡ παρʼ ἡμῶν ἐλπὶς ἐχορήγει, ποῦ δίκαιον τὸ μάλιστʼ αὐτοῖς σπουδασθὲν περικόψαι, καὶ περὶ τὰ καίρια διορύξαι
τὸ πρᾶγμα; καίτοι μετριώτερον ἂν αὐτοῖς ἐδόκει μηδʼ ὁτιοῦν τὴν ἀρχὴν εἰληφέναι ἢ οὕτω λαμπρῶς εἰληφόσιν ἔπειθʼ ὑπʼ οὐδεμιᾶς ἀξιολόγου προφάσεως τοῦτʼ ἀφῃρῆσθαι. ἐκεῖνο μὲν γὰρ ἀγνωμοσύνη τις ἂν ἦν μόνον περὶ τοὺς εὐεργέτας τῆς πόλεως, τὸ δʼ ἀμφοτέρων μὲν ὕβρις καὶ ἀδοξία· ἰδίᾳ δὲ παρὰ πάντων ὄνειδος καὶ μῖσος τῇ πόλει καὶ τὸ μὴ παρʼ ὡντινωνοῦν ἀξίαν δοκεῖν εἶναι τὸ
παράπαν ἐπὶ μηδενὶ πεπιστεῦσθαι. ᾗ τοσοῦτον δόξης καὶ τοῦ θαυμάζεσθαι μέτεστι, καὶ οὕτως ἐστὶ διὰ πάντων κρατίστη καὶ τοῖς ὅλοις νικῶσα, ὡς μόνην ταύτηντῶν ὑφʼ ἡλίῳ πόλεων, εἰ δεῖ συντόμως εἰπεῖν, κοινὴν ἐρωμένην ἀνθρώπων τε καὶ θεῶν καταστῆναι. οἱ μὲν γὰρ οὐ μόνον ἀντὶ πατρίδος, ἀλλὰ καὶ πρὸ τῆς πατρίδος ἄγουσι ταύτην, καὶ ὅλῳ καὶ παντὶ πρεσβεύουσι τῷ θυμῷ, ὡς εἰκὸς τὴν κοινὴν ἁπάντων αἰτίαν τε καὶ τροφόν. πρώτη γὰρ ἄνθρωπον ἤνεγκε καὶ πρώτη βίου
χρῆσιν ἐξεῦρε, καὶ διὰ τοῦτο μόνη πᾶσιν ἀνθρώποις ἐστὶ καταφυγὴ καὶ προστάτις· καὶ πάντες κατὰ τὸ τῆς
χρείας ἑστὸς ὥσπερ ἐκ δυοῖν ποδοῖν ὡς ἀληθῶς, τὸ τοῦ λόγου, πρὸς ταύτην ὡς πρὸς μητέρα χωροῦσι, καὶ τυγχάνουσιν ὧν βούλονται κάλλιον ἢ προσεδόκησαν. οὕτω δʼ ἀνθρώποις περισπούδαστος οὖσα, οὕτω καὶ θεοφιλής ἐστι καὶ μέλημα τοῖς κρείττοσιν ἐναργῶς
ὡς τοὺς μὲν αὐτῶν πάλαι πρὸς ἀλλήλους περὶ ταύτης ἐρίσαι, τοὺς δʼ ὧν πρὸς ἀλλήλους εἶχον διαφορῶν ἐνταῦθα πεποιῆσθαι τὰς κρίσεις, πάντας δʼ ἁπλῶς κατὰ πάντα δή που τὸν χρόνον πᾶσαν εἰσφέρειν σπουδὴν μὴ μόνον τὰ λυσιτελῆ καὶ συναύξοντʼ αὐτὴν ἐκ παντὸς τρόπου περαίνειν, ἀλλὰ καὶ ὅ τι ἂν ἔσθʼ ὅτε σφαλῶμεν, ταῦτʼ αὐτοὺς ἐπὶ τὸ βέλτιον μεθιστάναι.οὐκοῦν καὶ περὶ ἀτελείας ταῦτʼ εἰκότως ἔχομεν λέγειν καὶ τῆς τῶν θεῶν προνοίας ἀξίως. ὡς εἰ μὲν τῶν
λυμαινομένων κατὰ τὸν σόν ἐστι λόγον αὕτη, Λεπτίνη, οὐκ ἂν ἐπὶ τοσοῦτον εἰσκωμάσαι τῇ πόλει ταύτην εἴασαν οἱ θεοὶ, ἀλλʼ ὥσπερ διὰ τοῦ κοινοῦ μάντεως καὶ ἐξηγητοῦ τοῦ πατρῴου τῇ πόλει θεοῦ ἔπαυσαν μὲν τὴν πρὸς Εὔμολπον μάχην, ἔπαυσαν δὲ τὸν λοιμὸν, ἐνταῦθα μὲν τοῦ Λεῶ τῶν θυγατέρων ἐκστάντος, τοῦ δʼ Ἐρεχθέως ἐκεῖ τῆς παιδὸς, καὶ πάλιν αὖ ἐν τῷ πρὸς Δωριέας
καὶ Πελοποννησίους πολέμῳ περιγενέσθαι τῇ πόλει παρέσχον οἷς ἐθελοντὴν τὸν Κόδρον ἀποθανεῖνπαρεσκεύασαν· οὕτω καὶ τὴν ἀτέλειαν, εἴπερ ἐπιβλαβῆ τῇ πόλει συνῄδεσαν, εὐθὺς ἂν τὸν αὐτὸν τρόπον ἦραν ἐκ μέσου. καὶ πάντες μὲν ὡς εἰπεῖν οἱ θεοὶ, ἐπεὶ πᾶσιν ἡμῶν μέλει καὶ πάντων ἡμῖν, πολλῷ δὲ πλέον ἡ τὴν πόλιν ἐξ ἀρχῆς λαχοῦσα Παλλὰς καὶ ὁ προσοικῶν Ἴακχος, ὃς τῆς εἰς ἡμᾶς εὐνοίας καὶ φιλανθρωπίας πλεῖστα μὲν καὶ κάλλιστα δείγματα ἐξήνεγκεν ἐν παντὶ τῷ παρασχόντι, μέγιστον δὲ καὶ ὃ πάντες ᾁδουσιν οἷς ἐν τῷ Μηδικῷ πολέμῳ τὰ κράτιστα συνήραθʼ ἡμῖν, καὶ αὐτὸς διʼ ἑαυτοῦ καὶ νέφος ταῖς τῶν βαρβάρων ναυσὶν ἐγκατασκῆψαι παρασκευάσας ἅμα τῷ μέλει τῷ μυστικῷ. ἀλλʼ, ὅπερ
ἔφην, εἰ μὲν τὰ τῆς ἀτελείας ἡμῖν εἰς βλάβος ἀπήντα, λόγον ἂν εἶχεν ὑπὸ τῶν τὰ ἡμέτερα πάντα τρόπον εὖ ποιεῖν βουλομένων θεῶν καὶ ταύτην αὐτίκα πεπαῦσθαι· οἷς δʼ οὐ χθὲς καὶ πρώην, ἀλλʼ ἄνωθεν καὶ ἐξ ἀρχῆς οὖσαν τῇ πόλει οὐδενὸς ἠξίωσαν λόγου πρὸς τὸ ταύτην
ἐκτρῖψαι, πᾶσαν δὲ μᾶλλον ποιοῦνται σπουδὴν, ταύτην ὅσαι ὧραι συνιστάναι τε καὶ συναύξειν, διʼ ὧν ἑκάστοτε πλείστους ἐπὶ τῷ ταύτης τυχεῖν εὖ ποιεῖν τὴν πόλιν προτρέπονται, ἄτοπον ἂν εἴη καὶ τοῖς θεοῖς ἀτεχνῶς πολεμοῦν ἁκεῖνοι καλῶς ἔχειν ἔγνωσαν, ταῦθʼ ἡμᾶς διαβάλλειν, ὥσπερ ἢ τῶν θεῶν ἀμείνους ἀξιοῦντας εἶναι πρὸς τὸ τὰ δέοντα ξυνορᾶν, ἢ ὡς τὰ χείρω τιμῶσιν ἐκεῖνοι δεικνύντας.τοσαύτης οὖν καὶ τηλικαύτης, ὦ ἄνδρες Ἀθηναῖοι, δόξης ἡμῖν ὑπαρχούσης, καὶ ταύτης οὐ μόνον, θεῶν βουλομένων, παραπλησίας εἰς ἅπαν, ἀλλὰ καὶ περιφανεστέρας πολλῷ καὶ μείζονος ἔθʼ ἡμῖν ἐσομένης, τοῦ εἰκότος ἀεὶ νικῶντος, ἔπειθʼ ἡμεῖς οὐ προτιμήσομεν
ταύτης, ἀλλὰ τὰς Λεπτίνου λειτουργίας ἀσφαλεστέρας νομιοῦμεν καὶ καλλίους κεχρῆσθαι, ἃς διὰ τὸ μηδὲν εἶναι πρὸς λόγον λυσιτελοῦντος τῇ πόλει οὐδʼ εἱστισοῦν τὸ παράπαν ἄχρι τοῦ νῦν ἠξίωκε λόγου. καὶ πῶς οὐ τοὺς ἄνωθεν ἡμῖν συναγωνιστὰς τῶν τοιούτων παροξυνοῦμεν θεοὺς, εἴπερ οἱ μὲν ὅπως ἑκάστοθʼ ἡμῖν ἐπὶ μεῖζον τὰ τῆς δόξης χωροίη πάντα ποιοῦσιν, ἡμεῖς δὲ οὐ μόνον ὅπως τὴν ἐξ ἀρχῆς προσοῦσαν ἡμῖν αὐξήσαιμεν, ἀλλὰ καὶ ὅπως ἐξαλείψαιμεν ταύτην ἀξιώσομεν, καὶ μῖσος ἡμῖν αὐτοῖς ὅτι μάλιστα προστριψαίμεθα, τῆς πρόσθεν εὐνοίας ἀντίπαλον; πρὸς γὰρ τὰ τελευταῖα ταυτὶ τὰς ψήφους οἴσουσιν ἅπαντες, καὶ δόξομεν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐπὶ κενοῖς τισιν ἡμεῖς φιλοτιμεῖσθαι τοῖς πρόσθεν καὶ μύθοις μᾶλλον ἢ πράγμασιν, οἱ καινότητι καὶ τῷ μεγέθει τῶν ἔργων, οὐ μόνοις παρεικότες ἀπιστεῖσθαι τοῖς μύθοις.
πάντων δὲ ἀτοπώτατον, εἰ πάλαι μὲν τοῦ Μήδου τοῖς ἡμετέροις προγόνοις πλεῖστα καὶ μέγιστα δῶρα τὰ μὲν αὐτίκα διδόντος, τὰ δʼ ἐπαγγελλομένου, ἐὰν μετʼ αὐτοῦ κατὰ τῆς Ἑλλάδος συστῶσιν, ἐὰν δὲ μὴ, πάντα
τὰ πάντων αἴσχιστʼ αὐτοῖς ἀπειλοῦντος, τούτων οὐδὲν τὸ παράπαν εἷλεν αὐτοὺς οὐδʼ ἔπεισε γενέσθαι κακοὺς, ἀλλὰ τοσοῦτον ἀπέσχον τοῦ σφῶν αὐτῶν καὶ τοῦ μεγάλου τῶν Ἀθηναίων ὀνόματος ἀνάξια καὶ βεβουλεῦσθαι καὶ δρᾶσαι, ὡς μᾶλλον ἂν ἑλέσθαι καθάπαξ ἀπολωλέναι καὶ αὐτοὺς καὶ τὰ αὐτῶν ἢ τῶν ὑπὲρ τῆς Ἑλλάδος ἐξ ἀρχῆς αὐτοῖς ἐγνωσμένων καὶ ὁπηοῦν καθυφέσθαι· καὶ ταῦτʼ οὔσης ἀνάγκης, ἐν ᾗ καὶ τὸ παρὰ τοὺς νόμους εἰργάσθαι φέρει ξυγγνώμην. ἡμεῖς δὲ, ὦ ἄνδρες Ἀθηναῖοι, καθʼ ἡμῶν αὐτῶν εἴξομεν ὁτῳοῦν, καὶ πλέον ἕξει Λεπτίνης ἃ μὴ δεῖ συμβουλεύων, ἢ Ξέρξης μετὰ πάσης ὡς εἰπεῖν τῆς οἰκουμένης ἡμῖν ἐπιών; καὶ μὴν οἷς μὲν