Orationes 54

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

αὐτὸ τοῦτο διὰ σμικρότητα δοκοῦσαν δήπουθεν ὄνησιν, ἀλλὰ καὶ οἵαν παροραθεῖσαν μηδʼ ὁπωστιοῦν ἂν τῷ κοινῷ λελυμάνθαι. διὰ τί; ὅτι οὐ πᾶσι μέτεστιν ἀτελείας οὐδὲ διὰ πάντων ἁπλῶς τοῦθʼ ἥκει, ἀλλʼ οἷς ἄξιον τὰ τοιαῦθʼ ὡς εὐεργέταις διδόναι. τοσοῦτοι δὲ οὗτοι ὥσθʼ ἕνεκα πλήθους οὐχ ὅσον τοῖς λειτουργοῦσιν ἐγγὺς

ἰέναι, ἀλλὰ μηδʼ ἂν ἐν προσθήκῃ τουτοισὶ γεγονότες μηδʼ ἡντινοῦν εἰργάσθαι διαφορὰν, μήτʼ εἰς ἀριθμοῦ μήτʼ εἰς πραγμάτων ἐπίδοσιν· μᾶλλον δʼ ἐπείπερ οὐκ εἰς ἀριθμοῦ, οὐδὲ πολλῷ μᾶλλον εἰς πραγμάτων ἐπίδοσιν. ὥστʼ εἴ τις νῦν ἔροιθʼ ὑμᾶς πότερα τὴν τῶν μηδὲν εἰς ἐπίδοσιν τῆς κοινῆς ὠφελείας ξυμβαλλομένων ἐν ταῖς λειτουργίαις συντέλειαν ἢ τὴν αὐτῶν τούτων εἰς ἡμᾶς μεγαλοψυχίαν αἱρεῖσθαι δεῖ, τοῦτʼ ἂν εὖ οἶδʼ ὅτι φήσαιτε

πάντες, εἴπερ ὑμᾶς αὐτοὺς προὔργου ποιεῖσθε. οὐκοῦν ἄτοπον καὶ τῷ λυσιτελεῖ πολεμοῦν παρʼ οὗ μὲν δόξα καὶ κέρδος ὑμῖν, τοῦτʼ εἰσφέροντας τουτουσὶ μὴ θαυμάζειν μηδὲ τοῖς ἴσοις τιμᾶν, παρʼ οὗ δὲ μηδʼ ἡτισοῦν ὄνησίς ἐστι, μὴ τοῦτο ποιοῦντας κακίζειν, καὶ τὴν οὐδὲν ἔχουσαν κέρδος λειτουργίαν περὶ πλείονος ἄγειν τῆς θαυμαστῆς αὐτῶν ὑπὲρ ὑμῶν προαιρέσεως· ἣν, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ σφῶν αὐτῶν καταψεύδεσθαι δόξωσιν, ἀκίνητα βούλονται σφίσιν αὐτοῖς παντάπασι καθεστάναι τὰ ἆθλα, οὐ τούτων, ὡς ἐγᾦμαι, τοσοῦτον δεόμενοι, ὅσον τοῦ καλοὶ κἀγαθοὶ δοκεῖν ἅπασιν εἶναι; μᾶλλον δὲ διὰ τὸ βούλεσθαι καλοὶ κἀγαθοὶ δοκεῖν ἅπασιν εἶναι τουτωνὶ δέονται δή που, εὖ εἰδότες ὡς εἰ καὶ τὸ καλοὺς κἀγαθοὺς αὐτοὺς γεγενῆσθαι αἰτιώτατον σφίσι τοῦ γερῶν ἠξιῶσθαι, ὡς ἐὰν μὴ τοῦτο παρῇ, οὐδʼ ἂν τουτὶ γεγονός. ἀλλʼ ἐπεὶ τὸ γερῶν ἠξιῶσθαι καλοὺς κἀγαθοὺς δείκνυσι μᾶλλον, καὶ γνωριμωτέρους καθίστησι πᾶσι, καθάπερ τοὺς Ὀλυμπιονίκας οἱ πομπικοὶ

στέφανοι, διὰ τοῦτο δεῖ δή που, μᾶλλον δὲ πᾶσα ἀνάγκη καὶ γερῶν αὐτοὺς ἠξιῶσθαι, ὡς ἂν μᾶλλον καλοὶ κἀγαθοὶ καὶ νῦν καὶ εἰσαῦθις πᾶσι καὶ δοκῶσι καὶ ὦσιν· ὡς ἤδη τινὲς ἠριστευκότες ἐν μάχαις, ἢ καὶ ὁτιοῦν ἄλλο χρηστὸν

εἰργασμένοι, ἐπειδήπερ οὐχ ὧν ἔδει μετέσχον, οὐδὲ τῆς εἰσέπειτʼ ἀπέλαυσαν προθυμίας, οὐδʼ ὅτι τοιοῦτοί τινες ἦσαν γεγόνασι δῆλοι, ἀλλʼ ἠπιστήθησαν τοῖς πολλοῖς, κατʼ αὐτὸν τὸν τῆς ἐπιδείξεως χρόνον μόνοις τοῖς θεαταῖς βοηθέντες.

καὶ τοίνυν εἰ μὲν τοῦ παρὰ τῆς πόλεως τετιμῆσθαι λόγος οὐδʼ εἱστισοῦν αὐτοῖς ἦν, οὐδʼ ἂν ὅλως ἠξίωσαν περὶ αὐτὴν χρηστοὶ γεγονέναι, οὐδὲ τῆς πρὸς ἡμᾶς φιλοτιμίας ἀπῆρχθαι· εἰ δʼ ὅπως αὐτοῦ τύχοιεν πάντʼ ἐποίουν ἐκεῖνα, καὶ τῆς χρηστότητος τὰς ἀφορμὰς ἡ παρʼ ἡμῶν ἐλπὶς ἐχορήγει, ποῦ δίκαιον τὸ μάλιστʼ αὐτοῖς σπουδασθὲν περικόψαι, καὶ περὶ τὰ καίρια διορύξαι

τὸ πρᾶγμα; καίτοι μετριώτερον ἂν αὐτοῖς ἐδόκει μηδʼ ὁτιοῦν τὴν ἀρχὴν εἰληφέναι ἢ οὕτω λαμπρῶς εἰληφόσιν ἔπειθʼ ὑπʼ οὐδεμιᾶς ἀξιολόγου προφάσεως τοῦτʼ ἀφῃρῆσθαι. ἐκεῖνο μὲν γὰρ ἀγνωμοσύνη τις ἂν ἦν μόνον περὶ τοὺς εὐεργέτας τῆς πόλεως, τὸ δʼ ἀμφοτέρων μὲν ὕβρις καὶ ἀδοξία· ἰδίᾳ δὲ παρὰ πάντων ὄνειδος καὶ μῖσος τῇ πόλει καὶ τὸ μὴ παρʼ ὡντινωνοῦν ἀξίαν δοκεῖν εἶναι τὸ

παράπαν ἐπὶ μηδενὶ πεπιστεῦσθαι. ᾗ τοσοῦτον δόξης καὶ τοῦ θαυμάζεσθαι μέτεστι, καὶ οὕτως ἐστὶ διὰ πάντων κρατίστη καὶ τοῖς ὅλοις νικῶσα, ὡς μόνην ταύτην

τῶν ὑφʼ ἡλίῳ πόλεων, εἰ δεῖ συντόμως εἰπεῖν, κοινὴν ἐρωμένην ἀνθρώπων τε καὶ θεῶν καταστῆναι. οἱ μὲν γὰρ οὐ μόνον ἀντὶ πατρίδος, ἀλλὰ καὶ πρὸ τῆς πατρίδος ἄγουσι ταύτην, καὶ ὅλῳ καὶ παντὶ πρεσβεύουσι τῷ θυμῷ, ὡς εἰκὸς τὴν κοινὴν ἁπάντων αἰτίαν τε καὶ τροφόν. πρώτη γὰρ ἄνθρωπον ἤνεγκε καὶ πρώτη βίου

χρῆσιν ἐξεῦρε, καὶ διὰ τοῦτο μόνη πᾶσιν ἀνθρώποις ἐστὶ καταφυγὴ καὶ προστάτις· καὶ πάντες κατὰ τὸ τῆς

χρείας ἑστὸς ὥσπερ ἐκ δυοῖν ποδοῖν ὡς ἀληθῶς, τὸ τοῦ λόγου, πρὸς ταύτην ὡς πρὸς μητέρα χωροῦσι, καὶ τυγχάνουσιν ὧν βούλονται κάλλιον ἢ προσεδόκησαν. οὕτω δʼ ἀνθρώποις περισπούδαστος οὖσα, οὕτω καὶ θεοφιλής ἐστι καὶ μέλημα τοῖς κρείττοσιν ἐναργῶς

ὡς τοὺς μὲν αὐτῶν πάλαι πρὸς ἀλλήλους περὶ ταύτης ἐρίσαι, τοὺς δʼ ὧν πρὸς ἀλλήλους εἶχον διαφορῶν ἐνταῦθα πεποιῆσθαι τὰς κρίσεις, πάντας δʼ ἁπλῶς κατὰ πάντα δή που τὸν χρόνον πᾶσαν εἰσφέρειν σπουδὴν μὴ μόνον τὰ λυσιτελῆ καὶ συναύξοντʼ αὐτὴν ἐκ παντὸς τρόπου περαίνειν, ἀλλὰ καὶ ὅ τι ἂν ἔσθʼ ὅτε σφαλῶμεν, ταῦτʼ αὐτοὺς ἐπὶ τὸ βέλτιον μεθιστάναι.

οὐκοῦν καὶ περὶ ἀτελείας ταῦτʼ εἰκότως ἔχομεν λέγειν καὶ τῆς τῶν θεῶν προνοίας ἀξίως. ὡς εἰ μὲν τῶν

λυμαινομένων κατὰ τὸν σόν ἐστι λόγον αὕτη, Λεπτίνη, οὐκ ἂν ἐπὶ τοσοῦτον εἰσκωμάσαι τῇ πόλει ταύτην εἴασαν οἱ θεοὶ, ἀλλʼ ὥσπερ διὰ τοῦ κοινοῦ μάντεως καὶ ἐξηγητοῦ τοῦ πατρῴου τῇ πόλει θεοῦ ἔπαυσαν μὲν τὴν πρὸς Εὔμολπον μάχην, ἔπαυσαν δὲ τὸν λοιμὸν, ἐνταῦθα μὲν τοῦ Λεῶ τῶν θυγατέρων ἐκστάντος, τοῦ δʼ Ἐρεχθέως ἐκεῖ τῆς παιδὸς, καὶ πάλιν αὖ ἐν τῷ πρὸς Δωριέας

καὶ Πελοποννησίους πολέμῳ περιγενέσθαι τῇ πόλει παρέσχον οἷς ἐθελοντὴν τὸν Κόδρον ἀποθανεῖν

παρεσκεύασαν· οὕτω καὶ τὴν ἀτέλειαν, εἴπερ ἐπιβλαβῆ τῇ πόλει συνῄδεσαν, εὐθὺς ἂν τὸν αὐτὸν τρόπον ἦραν ἐκ μέσου. καὶ πάντες μὲν ὡς εἰπεῖν οἱ θεοὶ, ἐπεὶ πᾶσιν ἡμῶν μέλει καὶ πάντων ἡμῖν, πολλῷ δὲ πλέον ἡ τὴν πόλιν ἐξ ἀρχῆς λαχοῦσα Παλλὰς καὶ ὁ προσοικῶν Ἴακχος, ὃς τῆς εἰς ἡμᾶς εὐνοίας καὶ φιλανθρωπίας πλεῖστα μὲν καὶ κάλλιστα δείγματα ἐξήνεγκεν ἐν παντὶ τῷ παρασχόντι, μέγιστον δὲ καὶ ὃ πάντες ᾁδουσιν οἷς ἐν τῷ Μηδικῷ πολέμῳ τὰ κράτιστα συνήραθʼ ἡμῖν, καὶ αὐτὸς διʼ ἑαυτοῦ καὶ νέφος ταῖς τῶν βαρβάρων ναυσὶν ἐγκατασκῆψαι παρασκευάσας ἅμα τῷ μέλει τῷ μυστικῷ. ἀλλʼ, ὅπερ

ἔφην, εἰ μὲν τὰ τῆς ἀτελείας ἡμῖν εἰς βλάβος ἀπήντα, λόγον ἂν εἶχεν ὑπὸ τῶν τὰ ἡμέτερα πάντα τρόπον εὖ ποιεῖν βουλομένων θεῶν καὶ ταύτην αὐτίκα πεπαῦσθαι· οἷς δʼ οὐ χθὲς καὶ πρώην, ἀλλʼ ἄνωθεν καὶ ἐξ ἀρχῆς οὖσαν τῇ πόλει οὐδενὸς ἠξίωσαν λόγου πρὸς τὸ ταύτην

ἐκτρῖψαι, πᾶσαν δὲ μᾶλλον ποιοῦνται σπουδὴν, ταύτην ὅσαι ὧραι συνιστάναι τε καὶ συναύξειν, διʼ ὧν ἑκάστοτε πλείστους ἐπὶ τῷ ταύτης τυχεῖν εὖ ποιεῖν τὴν πόλιν προτρέπονται, ἄτοπον ἂν εἴη καὶ τοῖς θεοῖς ἀτεχνῶς πολεμοῦν ἁκεῖνοι καλῶς ἔχειν ἔγνωσαν, ταῦθʼ ἡμᾶς διαβάλλειν, ὥσπερ ἢ τῶν θεῶν ἀμείνους ἀξιοῦντας εἶναι πρὸς τὸ τὰ δέοντα ξυνορᾶν, ἢ ὡς τὰ χείρω τιμῶσιν ἐκεῖνοι δεικνύντας.

τοσαύτης οὖν καὶ τηλικαύτης, ὦ ἄνδρες Ἀθηναῖοι, δόξης ἡμῖν ὑπαρχούσης, καὶ ταύτης οὐ μόνον, θεῶν βουλομένων, παραπλησίας εἰς ἅπαν, ἀλλὰ καὶ περιφανεστέρας πολλῷ καὶ μείζονος ἔθʼ ἡμῖν ἐσομένης, τοῦ εἰκότος ἀεὶ νικῶντος, ἔπειθʼ ἡμεῖς οὐ προτιμήσομεν

ταύτης, ἀλλὰ τὰς Λεπτίνου λειτουργίας ἀσφαλεστέρας νομιοῦμεν καὶ καλλίους κεχρῆσθαι, ἃς διὰ τὸ μηδὲν εἶναι πρὸς λόγον λυσιτελοῦντος τῇ πόλει οὐδʼ εἱστισοῦν τὸ παράπαν ἄχρι τοῦ νῦν ἠξίωκε λόγου. καὶ πῶς οὐ τοὺς ἄνωθεν ἡμῖν συναγωνιστὰς τῶν τοιούτων παροξυνοῦμεν θεοὺς, εἴπερ οἱ μὲν ὅπως ἑκάστοθʼ ἡμῖν ἐπὶ μεῖζον τὰ τῆς δόξης χωροίη πάντα ποιοῦσιν, ἡμεῖς δὲ οὐ μόνον ὅπως τὴν ἐξ ἀρχῆς προσοῦσαν ἡμῖν αὐξήσαιμεν, ἀλλὰ καὶ ὅπως ἐξαλείψαιμεν ταύτην ἀξιώσομεν, καὶ μῖσος ἡμῖν αὐτοῖς ὅτι μάλιστα προστριψαίμεθα, τῆς πρόσθεν εὐνοίας ἀντίπαλον; πρὸς γὰρ τὰ τελευταῖα ταυτὶ τὰς ψήφους οἴσουσιν ἅπαντες, καὶ δόξομεν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐπὶ κενοῖς τισιν ἡμεῖς φιλοτιμεῖσθαι τοῖς πρόσθεν καὶ μύθοις μᾶλλον ἢ πράγμασιν, οἱ καινότητι καὶ τῷ μεγέθει τῶν ἔργων, οὐ μόνοις παρεικότες ἀπιστεῖσθαι τοῖς μύθοις.

πάντων δὲ ἀτοπώτατον, εἰ πάλαι μὲν τοῦ Μήδου τοῖς ἡμετέροις προγόνοις πλεῖστα καὶ μέγιστα δῶρα τὰ μὲν αὐτίκα διδόντος, τὰ δʼ ἐπαγγελλομένου, ἐὰν μετʼ αὐτοῦ κατὰ τῆς Ἑλλάδος συστῶσιν, ἐὰν δὲ μὴ, πάντα

τὰ πάντων αἴσχιστʼ αὐτοῖς ἀπειλοῦντος, τούτων οὐδὲν τὸ παράπαν εἷλεν αὐτοὺς οὐδʼ ἔπεισε γενέσθαι κακοὺς, ἀλλὰ τοσοῦτον ἀπέσχον τοῦ σφῶν αὐτῶν καὶ τοῦ μεγάλου τῶν Ἀθηναίων ὀνόματος ἀνάξια καὶ βεβουλεῦσθαι καὶ δρᾶσαι, ὡς μᾶλλον ἂν ἑλέσθαι καθάπαξ ἀπολωλέναι καὶ αὐτοὺς καὶ τὰ αὐτῶν ἢ τῶν ὑπὲρ τῆς Ἑλλάδος ἐξ ἀρχῆς αὐτοῖς ἐγνωσμένων καὶ ὁπηοῦν καθυφέσθαι· καὶ ταῦτʼ οὔσης ἀνάγκης, ἐν ᾗ καὶ τὸ παρὰ τοὺς νόμους εἰργάσθαι φέρει ξυγγνώμην. ἡμεῖς δὲ, ὦ ἄνδρες Ἀθηναῖοι, καθʼ ἡμῶν αὐτῶν εἴξομεν ὁτῳοῦν, καὶ πλέον ἕξει Λεπτίνης ἃ μὴ δεῖ συμβουλεύων, ἢ Ξέρξης μετὰ πάσης ὡς εἰπεῖν τῆς οἰκουμένης ἡμῖν ἐπιών; καὶ μὴν οἷς μὲν

τούτου γῆν καὶ ὕδωρ διὰ τῶν πρέσβεων αἰτοῦντος οὐκ ἐπεστράφημεν οὐδʼ ὁπωστιοῦν, ἀλλʼ οὕτως ἔσχομεν ἐν τῷ παραυτίκα τῆς ἀκοῆς ὥστʼ ἐπειδή τις ἐτόλμησεν εἰπεῖν ὡς χρὴ ξυγχωρεῖν, οὐ μόνον αὐτὸν λίθοις εὐθὺς ἀνελεῖν, ἀλλὰ καὶ τοὺς πρέσβεις εἰς φρέαρ ἐμβεβληκότες, ἔπειτʼ αὐτοῖς γῆν ἐπιχῶσαι, ὡς μόνην ταύτην οὖσαν πρὸς εὐψυχίαν παράκλησιν, θαυμαστὴν δόξαν ὑπερφυοῦς μεγαλοφροσύνης καὶ Ἕλλησι καὶ βαρβάροις ἐν τῷ

τηνικαῦτα παρέσχομεν· ἀφορήτῳ δʼ ὀνείδει καὶ διηνεκεῖ περιβαλεῖν ἐπιχειροῦντα νῦν τὴν πόλιν Λεπτίνην εἰ μὴ καθέξομεν, ἡμῶν αὐτῶν παντάπασι δόξομεν ἐκπεσεῖν. καὶ