Orationes 54
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
ἡμῶν φάσκειν νομίζειν, εἰ τῶν ἐξαπατωμένων ῥαδίως κατὰ τὸν σὸν λόγον ἡμεῖς, ἢ μηδενὸς λόγου τοὺς σοὺς ποιεῖσθαι φληνάφους, εἴ γε τὴν ἁπάντων μαρτυρίαν καὶ ψῆφον τοσοῦτον ἔχουσαν ἴσμεν τὸ συγκεχωρηκὸς ὡς μὴ μόνον ἑκασταχοῦ τῶν πραγμάτων ταύτην χρῆναι διώκειν καὶ προτιμοτέραν τῆς ἐν μέρει πολλῷ τῷ ὄντι νομίζειν, ἀλλὰ καὶ τὴν ἐντεῦθεν φήμην θεὸν προσειρῆσθαι. καὶ
τούτου μάρτυς αὐτὸς, οὐχ ἕνα καὶ δύο, ἀλλʼ Ἀθηναίους πάντας καὶ διʼ αὐτῶν πάντας ἀνθρώπους συμψήφους καὶ συναγωνιστὰς λαβεῖν ἐθέλων τοῦ νόμου, ὡς τὴν ἐν μέρει μαρτυρίαν οὐδὲν οὖσαν μὴ παρούσης ἐκείνης. εἶεν.εἰ δʼ ἡμετέραν ἀπάτην νομίζεις ἅ γʼ ἐπὶ τῶν ψηφισμάτων τε καὶ ξυμμάχων καὶ ὅλως ὑπὲρ ὧν πρόκειται σκέψις, ἔστιν ὅτε παρὰ τὸ εἰκὸς ἡμῖν ἀπαντᾷ, ὡς τοὺς
μὲν ἀντʼ ἀγαθῶν φαύλους ποιεῖσθαι, τοῖς δʼ ἑτέρως ἢ προὐθέμεθα χρῆσθαι, τὰ οὐκ ὄντα δοξάζεις. διὰ τί; ὅτι οὐ παρὰ τὴν ἡμετέραν διαγνώμην καὶ ψῆφον, οὐδʼ ὅτι περ ἃ προσῆκε, περὶ τούτων εἰδότες, εἶθʼ ἑκόντες ταῦτʼ ἀφέντες ἃ μὴ προσῆκεν εἱλόμεθα, ἀλλὰ παρὰ τὴν τῶν πραγμάτων ἀνωμαλίαν καὶ τοὺς καιροὺς καὶ ὅ τι τοιοῦτον εἴποι τις ἂν, ταῦθʼ οὕτω ξυνέβη. ὡς ἡμεῖς μὲν ὅπως βέλτιστα ταῦτʼ ἔσται πάντα καὶ ποιεῖν καὶ λέγειν ᾠήθημεν δεῖν· εἰ δὲ μηδὲν ὧν βουλόμεθα γέγονε, τὴν τῶν ξυμπεσόντων ἀνάγκην, μὴ ἡμᾶς αἰτιῶ. ὥσπερ γὰρ ὁ τοῖς πράγμασι κεχρημένος ἀβούλως τὴν μὲν ἐντεῦθεν ἀηδίαν μόνος εἰκότως φέρεται, ἂν δέ τι χρηστὸν ἀποβῇ, ἑτέρωθεν δεῖ τὴν αἰτίαν ζητεῖν, οὕτως ὁ μετὰ βουλῆς ὅτι πλείστης ἐπὶ τὰ ἔργα χωρῶν κατορθοῖ μὲν, ὡς τὸ εἰκὸς, ἀεὶ δήποτε καὶ ὧν ἐθέλει τυγχάνει, ἂν δέ τί που
καὶ σφαλῇ τύχῃ τινὶ, καὶ οὕτως ἐπαίνων ἄξιος ἂν εἴη, τοῦ δικαίου νικῶντος· τὸ γοῦν εἰς αὐτὸν ἧκον ἅπαντʼ ἔχει καλῶς, καὶ προνοίας ἕνεκα καὶ σπουδῆς καὶ τοῦ μηδὲν τῶν γιγνομένων ἐλλείπειν. ὥστε ἕως ἂν ᾖ τὸ τὰ βέλτισθʼ αἱρεῖσθαι, οὐδʼ ἂν εἷς ἑκὼν ἀπατώμενος εἴη, ὥς γε ἐγὼ νομίζω, κἂν μυριάκις ἀποτύχῃ τοῦ τέλους. καὶ σὺ τοίνυν σκοπῶν ἂν μὲν ἡμᾶς εὕρῃς σκέψεως ἀκριβοῦς καὶ βουλῆς ἐν οἷς ἔξεστιν ἀμελοῦντας καὶ μὴ λογισμῷ καὶ κρίσει τὸ πᾶν ἐνδιδόντας, ἀλλʼ ἁπλῶς οὕτω χρωμένους τοῖς πράγμασι, τότʼ ἤδη καὶ ῥᾳδίους ἡμᾶς εἶναι φάθι καὶ ἥττους ἀπάτης. εἰ δὲ πρὸς πᾶσι τοῖς ἄλλοις καὶ τοῦτʼ Ἀθηναίων ἐπίσημον, βουλαὶ καὶ δίκαι καὶ τὸ μετὰ πλείστων τε καὶ καλλίστων τῶν ψηφισμάτων ἑκασταχόσε χωρεῖν· οἵ γε καὶ τοὺς στρατηγοὺς αὐτοὺς
οὐ μόνον ἐντεῦθεν αἱροῦνται, ἀλλὰ καὶ πεπαυμένους εἰς εὐθύνας ἄγουσι· πῶς οὐ παραπλήσιον ποιεῖς εἰς εὐκολίαν τουτουσὶ διαβάλλων, ὥσπερ ἂν εἰ καὶ τὸν Πύθιον κακίζειν ἠξίους, ὡς οὐδὲν τῶν δεόντων ἐπίσταται, ὃς καὶ τοῦ τί δεῖ ποιεῖν ἡγεμὼν τοῖς ἄλλοις καὶ σύμβουλός ἐστιν ἀσφαλὴς, καὶ ξυμπάσης ὡς εἰπεῖν τῆς οἰκουμένης τὰ τοιαῦτα δημαγωγὸς καὶ προφήτης; οὐκοῦν διʼ ὧν νῦν ἡμῖν εὖ μάλα σαφῶς ἀποδέδεικται, δέδεικται ὡς ἡμεῖς μὲν οὐχ ὅσον ἀπατᾶσθαι ῥᾴδιοι, ἀλλὰ καὶ τοὺς ἀπατῶντας παντὸς μᾶλλον ἐξελέγχειν δεινοί· σὺ δὲ οἷς λέγεις οὐ μόνον ἀξιόχρεως εἶ τὰ τοιαῦτα πιστεύεσθαι, ἀλλὰ καὶ ὡς εἰς
ἀπατωμένους τελεῖς δίδως εἰκάζειν οἷς περὶ ἡμῶν τοιαύτην ἔσχηκας δόξαν.καὶ τοῦτο μὲν δὴ τοιοῦτον καὶ οὕτως ἀποφανθέν. σὺ δὲ καὶ ὅταν ἀτέλειαν ἐξελαύνῃς τῆς πόλεως, διὰ τὸ
τὰς μὲν λειτουργίας ἐντεῦθεν φάσκειν ἐλαττοῦσθαι τῇ πόλει, δεῖν δὲ λειτουργιῶν, εἴπερ του, μᾶλλον δὲ ὡς οὐδενὸς τούτων πάντων λειτουργιῶν πόλεσι δεῖν· πρῶτον μὲν σαυτὸν, εὖ ἴσθι, λανθάνεις αὐτὰς δή που τὰς λειτουργίας περικόπτων τῇ πόλει καὶ ταύτῃ διαφανῶς πολεμῶν. εἰ γὰρ ἀτέλεια μὲν τοῖς ὑπὲρ ἡμῶν ἐσπουδακόσι δίδοται γέρας, οὗτοι δὲ μετὰ τοὺς θεοὺς διʼ ὧν δρῶσι συνιστᾶσι τὴν πόλιν, ταύτης δὲ συνισταμένης καὶ λειτουργεῖν καὶ πάντʼ ἔξεστι πράττειν, ὁ τὴν ἀτέλειαν ἀναιρῶν συναναιρεῖ δή που καὶ ἅπαντα ταῦτα, εἴπερ λειτουργεῖν μὲν οὐκ ἔνι μὴ τῶν πραγμάτων εὖ καθεστώτων τῇ πόλει. ἀμήχανον δὲ τοῦτο μὴ πάντων πᾶσαν ὑπὲρ αὐτῆς σπουδὴν εἰσφερόντων· εἰσφέρουσι μέντοι προθύμως, ὡς καὶ ἀντʼ εὖ πείσεσθαι παρʼ αὐτῆς αὐτοὶ προσδοκῶντες. ἔπειτʼ εἰ καὶ λειτουργιῶν ἡμῖν δεῖ· δεῖ
γὰρ, καὶ οὐδεὶς ἀντερεῖ· ἀλλʼ ἄρα πολλῷ μᾶλλον τῶν ὑπὲρ ἡμῶν ἑκάστοτε φιλοτιμουμένων καὶ ὅπως τὰ καθʼ ἡμᾶς ἄριστα ἔχειν σπουδὴν ποιουμένων. καὶ ὡς ἀληθῆ λέγω δῆλον ἐξ ὧν τοὺς μὲν τιμῶν ἀξιοῦμεν καὶ εὐεργέτας ἡμετέρους καὶ σωτῆρας καὶ πάντα τὰ τοιαῦτα καλοῦμεν, τοῖς δὲ ὡς ὀφειλέταις οὐχ ὅπως ὧν πράττουσιν ἴσχομεν χάριν, ἀλλὰ καὶ ἤν ποτʼ ἐλλίπωσι τοῦ δέοντος, νεμεσῶντες ὑπάγομεν δίκην· καὶ ὅτι παρὰ μὲν τῶν αὐτὸ
τοῦτο μόνον ὄνησίς ἐστι τῇ πόλει, οἱ δὲ μετὰ τούτου καὶ δόξης οὐ μικρᾶς αἴτιοι γίγνονται. εἶθʼ οἳ τοῖς ἅπασι προὔχουσι καὶ τῆς βελτίονός εἰσι μοίρας, τούτους ἡμεῖς ἐλάττους διὰ σὲ νομιοῦμεν; καὶ πῶς οὐκ ἄτοπον εὐεργέτας μὲν ὅπως κτησόμεθα πάντα ποιεῖν, ἡμεῖς δὲ καὶ οὓς μὲν ἔχομεν νῦν θεῶν διδόντων, τούτοις φανέντες ἀγνώμονες ἀποστερήσομεν τῶν τιμῶν, οὓς δὲ μέλλομενἕξειν, τούτους, ἢν μὴ νῦν ἀγνωμονοῦντες φανῶμεν, τῆς ὑπὲρ ἡμῶν ἀπείρξομεν προθυμίας;
καὶ οὐ τοῦτο μόνον, ὦ ἄνδρες Ἀθηναῖοι, ἀλλὰ καὶ τῶν ἡμετέρων προγόνων ταύτῃ δόξομεν χείρους, μᾶλλον δʼ ἐκείνους θαυμαστούς τινας ἄγαν καὶ μεγαλοψυχίᾳ χρωμένους ἀποφανοῦμεν, ἡμᾶς δʼ αὐτοὺς τὰ μέγιστα αἰσχυνοῦμεν, εἴπερ οἱ μὲν καὶ τοὺς δυσμενεστάτους εὖ ποιοῦντες τὸν ἀεὶ διαγεγόνασι χρόνον, ἡμεῖς δὲ παρʼ ὧν εὖ πεπόνθαμεν, τούτους καὶ ὧν ἠξιώκαμεν χαρίτων ἀποστερήσομεν· ἃς τῷ μὲν δοκεῖν παρʼ ἡμῶν, τῇ δʼ ἀληθείᾳ παρὰ σφῶν αὐτῶν ἐκομίσαντο δή που, τῷ τούτων αἴτιοι γεγενῆσθαι διʼ ὧν εἰς ἡμᾶς ἔδρασαν· ὥστε τὰ μὲν παρʼ αὐτῶν πρὸς ἡμᾶς χάριν ἄν τις δικαίως προσείποι, τὰ δὲ παρʼ ἡμῶν πρὸς αὐτοὺς ἀντίδοσιν καὶ πρέπουσαν ἀμοιβήν. καὶ τοίνυν τῆς δεδομένης ἀτελείας ἐκπεπτωκότες ἂν ἤδη, αὐτοὶ μὲν καὶ οὕτως οὐδὲν ἧττον ἔθʼ ἕξουσι ταύτην, ὡς ἀξιόχρεῳ, ἡμεῖς δὲ οὐκ ἀγνώμονες μόνον ἐντεῦθεν, ἀλλὰ καὶ ἄπιστοί τινες καὶ ἀβέβαιοι τοῦ λοιποῦ δόξομεν ἅπασιν εἶναι· τὸ μὲν ἐὰν ἃ
δεδώκαμεν ἀφελώμεθα δή που, τὸ δʼ ἐὰν πρὸς τοὺς εὐεργέτας οὑτωσὶ μάλιστα σχῶμεν. καὶ σιωπῶ τὴν εἰς ἀεὶ παραμενοῦσαν αἰσχύνην τῇ πόλει καὶ τὸ κοινὸν ὄνειδος· ὡς οἱ μὲν πρεσβύτατοι τῶν Ἀθηναίων εὖ ποιοῦντες, οὐκ εὖ πάσχοντες, τοὺς φίλους ἐκτῶντο, ἡμεῖς
δὲ πᾶν τοὐναντίον καὶ οὓς ἔσχομεν φίλους ἐχθροὺς καθίσταμεν, τῷ τὰς μὲν παρʼ αὐτῶν εἰς ἡμᾶς ὠφελείας ἀκινήτους εἶναι καθάπαξ βούλεσθαι, οἷς δὲ ἡμεῖς αὐτοὺς ἀμειβόμεθα, ταῦτʼ εὐθὺς ἀνατρέπειν· ἀμφοτέρους καὶ ἡμᾶς αὐτοὺς ὧν εὖ πεπόνθαμεν ἀναξίους ἐντεῦθεν δεικνύντες, κἀκείνους ἀσφαλεστέρους ποιοῦντες πρὸς τὸ μηκέτι τηλικούτοις ἐθέλειν χαρίζεσθαι. καὶ πόσων κρημνῶν καὶ βαράθρων ταῦτʼ ἄξια; ὅταν οἱ τοῦ καλοῦ καὶδικαίου παράδειγμα τοῖς ἄλλοις ἅπασιν ὄντες, ἔπειτʼ ἀγνωμοσύνης καὶ ἀπιστίας καὶ τοῦ μεταβάλλειν εἰκῆ καὶ ῥᾳδίως σχῶμεν αἰτίαν, καὶ δόξωμεν μετʼ Εὐρίπου χωρεῖν, καὶ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν διαφθείρειν καὶ ὅλως τῶν ἐπὶ σκηνῆς ἢ ψάμμου παιζόντων οὐδὲν ἄμεινον ἴσχειν. μᾶλλον δὲ καὶ πολλῷ χεῖρον· εἴπερ οἱ μὲν ὃ προὔθεντο δρῶσι· προὔθεντο δὲ μήποτʼ ἐν ταὐτῷ μένειν, ἀλλὰ
μεταβάλλειν ἑκάστοτε πρὸς τὴν χρείαν ἡμεῖς δʼ ἴσοι καὶ παραπλήσιοι διὰ πάντων ὀφείλοντες εἶναι καὶ ταὐτὰ διὰ τέλους φρονεῖν, ἔπειτʼ ἀμέλει κατὰ τὸν Φάριον ἐθελήσομεν ἐξαλλάττειν Πρωτέα, καὶ τῇ πρὸς τοὺς ἄλλουςχρῆσθαι ταῖς γνώμαις. μήποτε τοσοῦτον ἰσχύσειε Λεπτίνης ὡς τὰ τοιαῦθʼ ἡμᾶς ὑπειλῆφθαι παρασκευάσαι.
καὶ μὴν εἰ ὥσπερ μισθὸς ἀρετῆς εὐφημίαι, οὕτω καὶ κατωρθωμένων ἐστὶν ἀντίδοσις, ἀνάγκη θαυμάζεσθαι μὲν ἀρετὴν, τοὺς δʼ ὁτιοῦν ἀγαθὸν εἰργασμένους τιμᾶσθαι, ἐάν τε ἀτέλειαν ταύτην φῇς ἐάν θʼ ὁτιοῦν. εἰ μὲν οὖν τήν γʼ ἀρετὴν ὅλως ἐπαίνων ἔχεις ἀποστερεῖν, καὶ τοὺς ὑπὲρ ἡμῶν ἀποφανθέντας σπουδαίους ἀποστέρει τῶν ἄθλων, καὶ μηδʼ ἡτισοῦν ἔστω φειδώ. εἰ δὲ τῶν ἀτόπων ἐκεῖνο, πῶς λόγον τοῦτό γε σῶζον συνιδεῖν οὐκ ἔχω. οὐδὲ γὰρ οὔτʼ ἀρετὴ τοῦθʼ ὅπερ ἐστὶ, δόξει μὴ τῶν γιγνομένων ἀπολαύουσα κρότων οὔτε τὰ βέλτιστʼ εἴσεταί τις τῶν ἔργων ἀμοιβῶν ἀποροῦντα. εἰ τοίνυν
τὸ τὰ προσήκοντʼ ἀμφοτέροις ἀποδιδόναι πρὸς ἀγαθοῦ, τό γʼ αὐτὰ τούτων ἀποστερεῖν πρὸς βασκάνων. σὺ δʼ ἐκπεσεῖν μὲν τῶν ὄντων καὶ ὧν σοι πρόσεστιν ἐστερῆσθαι οὐκ ἂν ἀνάσχοιο, ἀλλά μοι δοκεῖς κἂν ὄναρ τοῦτʼ
ἰδὼν τεταράχθαι· ἧς δὲ τοὺς εὐεργέτας ἡ πόλις ἠξίωσεν ἀτελείας, ταύτης τούτους ἀπάγων, φορητόν τι νομίζεις, δέον ἀπὸ σαυτοῦ καὶ τὰ τούτων εἰκάζειν, καὶ μὴ σφᾶς ἀξιοῦν ὧν αὐτὸς γενομένων οὐκ ἂν ἠγαπήκεις;μᾶλλον δʼ ἀνάγκη δυοῖν θάτερον, ἢ καὶ τὴν πόλιν ἐστερῆσθαι τῆς παρʼ αὐτῶν ὠφελείας, ἐπειδὴ τούτους τῶν παρʼ αὐτῆς γερῶν οἴει δεῖν, ἢ μηδὲ τούτοις ὁπωστιοῦν ἐνοχλεῖν, ἐπεὶ μηδὲ ταύτῃ. εἰ δὲ ταύτην μὲν ἀξιοῖς ὧν παρʼ αὐτῶν εἴληφεν ἀπολαύειν εἰς ἅπαν, τούτους δὲ μὴ, ἔοικας οὐκ ὀρθῶς οὐδὲ δικαίως τοῖς πράγμασι διαντᾶν καὶ προσέτι τὴν πόλιν οὐχ ὅπως ὧν ἐχρῆν,
ἀλλὰ καὶ ὧν ἀπεύξαιτʼ ἄν τις ἀτεχνῶς ἀξιοῦν. θαυμάζεσθαι μὲν γὰρ αὐτὴν ὁσημέραι καὶ καλῶς ἀκούειν καὶ συναγωνιστὰς πάντας ἴσχειν τῆς δόξης ἐν εὐχαῖς οἶδʼ ὅτι ποιεῖ, εἴπερ μὴ κοινὸς εἶ τῆς πολιτείας ἐχθρός· πράττεις δʼ ἐξ ὧν ἂν εἰκότως μισοῖθʼ ὑφʼ ἁπάντων. οὐ γὰρ δή που τοὺς εὐεργέτας οὐδʼ ὧν τὰ μέγιστα ἀπωνάμεθα, οὐ τούτους μόνον ἐκπολεμώσομεν ἡμῖν αὐτοῖς, ἐάν σοι τὰ τοιαῦτα πεισθῶμεν, ἀλλὰ καὶ πάντας τοὺς ἄλλους ἁπλῶς, οὐ διὰ τὴν πρὸς ἐκείνους τοσοῦτον ἀγνωμοσύνην, ὅσον τὸ πρὸς ἀπάτην ἡμᾶς τοῖς πράγμασι χρῆσθαι καὶ κατʼ Εὐρύβατον ζῆν. καίτοι ὅταν ταῦτʼ ᾖ, καὶ πονηροτάτην ἡμῖν αὐτοῖς ἐπεισαγάγωμεν δόξαν, τί πλέον ἀπὸ τῶν λειτουργιῶν ἡμῖν ἔσται, ἐὰν, οὐκ Ἀθηναίους λέγω μόνον, ἀλλὰ καὶ πάντας ἀνθρώπους κτησώμεθα λειτουργούς; χωρὶς δὲ τούτων εἰ μὲν τοὺς
αὐτοὺς οἷόν τʼ ἦν καὶ ἀτελείας ἀποστερῆσαι καὶ φίλους παραπλησίως κεκτῆσθαι, καὶ οὕτως ἡμεῖς μὲν ἀγνωμονοῦντες ἂν εἴημεν οὐδὲν ἧττον τῷ τὰ μὴ προσήκοντα σφίσι διὰ τέλους τηρῆσαι, αὐτοὶ δὲ πρὸς τῷ καλοὶ κἀγαθοί τινες εἶναι διʼ ὧν εἰς ἡμᾶς ἔδρασαν, καὶ μεγαλοψυχίας φέροιντʼ ἂν δόξαν, ὡς οὐκ ἐν οἷς ἠτιμάσθησαν ταραχθέντες, ἀλλʼ ἐφʼ οἷς εἶχον μεμενηκότες. εἰ δʼ ἅμα ταύτης στερήσονται καὶ ἡμῖν ἔσονται δύσνοι, ὡς ὑφʼ ἡμῶν ἀτεχνῶς ὑβρισμένοι, μανία δή που σαφὴς ἀντὶ μικρῶν καὶ φαύλων λειτουργιῶν τοσούτοις ἡμᾶς διαβεβλῆσθαι καὶ κακῶς ἀκούειν καὶ μῖσος ἐν Ἕλλησι καὶ βαρβάροις ἔχειν, ἐξὸν πᾶν τοὐναντίον θαυμάζεσθαι καὶ φιλεῖσθαι καὶ διὰ τὴν ἡμετέραν πρὸς τούτους αἰδὼ πάντας ἐπὶ τὰ ἴσα προτρέπειν.
ἀλλὰ μὴν καὶ περί γʼ αὐτῶν τῶν λειτουργιῶν, ἃς ἀναιρεῖσθαί φησι διὰ τὰς ἀτελείας Λεπτίνης, ἐκεῖνο λέγω, ὡς εἴ τις τὴν ἐσομένην ἐντεῦθεν ὄνησιν ἀκριβῶς ἐξετάσει, καὶ ἣν οἱ τὰς ἀτελείας λαμβάνοντες τῇ πόλει παρέχουσιν, εὑρήσει τὴν μὲν μείζω τοῖς ὅλοις καὶ περιφανεστέραν καὶ ὥστε ταύτης τυγχάνειν ἀξίαν εὐχῆς, τὴν δʼ οὐχ ὅσον ἐλάττω καὶ φαύλην παντάπασι καὶ οὐδʼ