Orationes 53

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

φαῦλον ποιεῖσθαι, εἶτα πρὸς τῷ μηδὲν ὧν βούλει κατωρθωκέναι καὶ ὧν μὴ βούλει, τούτων αἴτιος αὐτῷ κατασταίης, τὸν δῆμον εἰς ὀργὴν κεκινηκὼς, ταῦτʼ οὖν δεδιὼς δεινότατα πάντων ἐξεῦρες, ὅπως καὶ τὴν ὑπόνοιαν ταύτην εὐχερῶς ἀποκρούσῃ καὶ πρὸς ἃ δεῖται τῷ Χαβρίου συνάρῃ· πρῶτα μὲν ὡς μάλιστα τῇ πόλει συμφέρειν τὴν ἀτέλειαν φήσας καὶ τούτοις τὸν ἀκροατὴν ὑφελόμενος, ἔπειτα τούτου μνησθείς. καίτοι ὅταν οὐ θαρρούντως οὐδʼ ἐλευθέρως, ἀλλὰ δεδιότως τε καὶ ὑπούλως καὶ μετὰ τοῦ πάνυ τοι λανθάνειν ἐθέλειν ἐπὶ ταῦτα χωρῇς, ἔοικας ὧν λέγεις πρῶτος αὐτὸς ἐπιλαμβάνεσθαι καὶ μισεῖν καὶ διὰ τοῦθʼ οὕτως σχηματίζειν τε καὶ προάγειν τὸν λόγον. ἀλλὰ μὴν εἰ κατηγοροῦντος καὶ συκοφαντοῦντος ταύτην ἅπαντες ἴσμεν διαφορὰν, τὸ τὸν μὲν τὰ οὐκ ὄντα συμπλάττειν, τὸν δὲ τοῖς οὖσι κακοῖς ἢ φαινομένοις ἐπιπηδᾶν, καὶ τὸν μὲν, εἰ καὶ μὴ δικαίας, ἀλλʼ οὖν ἔσθʼ ὅτʼ ἀξιοῦμεν συγγνώμης, τῷ μηδὲν οἴκοθεν καὶ παρʼ ἑαυτοῦ συντιθέναι, ἀλλὰ τοῖς οὖσι κεχρῆσθαι, τῷ δὲ ἀπρόσωπος ἡ κακία, ποτέρας βούλει μερίδος θησόμεθα σέ; πότερον τῆς μετρίας καὶ παραίτησιν δεχομένης, ἢ τῆς φαυλοτάτης τε καὶ κακίστης καὶ παντὸς μίσους ἀξίας, ἢ καὶ ἀμφοτέρων ὁμοῦ, ὡς ἔγωγε οἶμαι καὶ νῦν ἀποδείξω; οἷς μὲν γὰρ τὸν νόμον, ὃν μάλιστα θαυμάζειν ἐχρῆν διὰ τὸ τῇ πόλει συμφέρειν, τοῦτον ὡς μηδενὸς ἄξιον διαγράφειν ἐθέλεις, κακίζων καὶ κατατρέχων καὶ μηδενός τινος κατʼ αὐτοῦ φειδόμενος ῥήματος, οὐ μόνον κατηγόρων, ἀλλὰ καὶ βασκάνων δόξαν λαμβάνεις.

ὅτι δὲ πρὸς τοῖς εἰρημένοις, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ συκοφαντῶν οἷς ἐν ἀρχῇ τοῦ λόγου κέχρηται δείκνυται αἰσχυνοίμην ἂν ἐμαυτὸν εἰ τοῦτʼ ἀποδεικνύναι διὰ πλείστου πειρῴμην. αὐτὰ γὰρ ταῦτʼ ἐστὶ καὶ συκοφαντία

περιφανὴς καὶ ἀπόδειξις ἐναργὴς τοῦ μηδὲν συκοφαντίας ἐλλείπειν. ἃ γὰρ οὐκ ἂν οὔτʼ ἐνεθυμήθη Λεπτίνης οὔτʼ εἰ

κατὰ νοῦν ἔσχε δοκεῖ μοί ποτʼ ἂν εἰρηκέναι, ὡς οὐχ ἱκανὰ πρὸς ὃ βούλοιτο δρᾶσαι, ταῦθʼ οὗτος, ὦ ἄνδρες Ἀθηναῖοι, ὡς ἂν ἀτεχνῶς εἰρηκότος κατηγορεῖ, ταυτόν τι ποιῶν ὥσπερ ἂν εἴ τις πρὸς ἀνταγωνιστὴν ἰσχυρὸν καὶ ἄμαχον ἔχων, φαρμάκοις ἀνελεῖν τοῦτον ἠξίου, ὅτι μὴ χερσὶν οἷός τʼ ἦν· καὶ σὺ τοίνυν αὐτὸς οὐκ ἔχων ἄλλως ἐξελέγξαι τὸν νόμον πλάττεις αἰτίας διὰ κενῆς, τὰ μὲν αὐτὸς κακουργῶν καὶ πονηρευόμενος, ἔστι δʼ ἃ καὶ παρʼ αὐτὸς σαυτοῦ συντιθεὶς καὶ συρράπτων. οὐκοῦν θάτερον τούτων ἡμῖν εἰκάζειν παρέχεις, ἢ μηδʼ ὁπωστιοῦν ἐντυχεῖν τῷ βιβλίῳ, ἢ, εἴ μοι δίδως εἰπεῖν, ἐντετυχηκὼς καὶ θαυμάσας τὸ τῶν βασκαινόντων καὶ αὐτὸς πεπονθέναι, ἐκστῆναί πως ὑπὸ λύπης σαυτοῦ, ὅτι σοι πρᾶγμα πάλαι προσῆκον Λεπτίνης ἤδη παραλαβὼν ἤνυσεν, ὥστε μηδὲ καθαρῶς ἐντεῦθεν τοῦ νόμου μεμνῆσθαι δύνασθαι. εἰ γὰρ ὁ μὲν τοῦ μὴ παντάπασιν ἂν ἐπιλελοιπέναι τὰς λειτουργίας τὴν πόλιν, τούτου χάριν ἐγεγράφει τὸν νόμον, ὁρῶν ὑπὸ πλήθους ἀτελειῶν ταυτασὶ σπανιζούσας καὶ τὴν τῆς πόλεως εὐδαιμονίαν ὥσπερ ἐντεῦθεν ὑποδιδοῦσαν, ὁ δὲ τοῦθʼ ἑκὼν σιωπῶν, φάσκει δὲ διά τινας ἀναξίους εὑρομένους ἀτέλειαν ταυτὶ νενομίσθαι, πῶς οὐχ ὃ λέγω συνίστησι; πῶς δὲ οὐκ αὐτὸς ἐξελέγχεται μήτε τὰ ὄντα λέγων καὶ προσέθʼ ἡμᾶς ὥσπερ τινὰς παῖδας φενακίζειν ἐπιχειρῶν;

καὶ ὅτι ταῦτα λέγων οὐδὲν ἀληθὲς λέγει δῆλον ἔκ τε ὧν ἔφην καὶ οἷς αὐτὸς τὸν Λεπτίνην εἰσάγει οὐ ταῦτʼ εἰρηκότα, ἀλλʼ ὡς ἔοικεν εἰσέπειτʼ ἐροῦντα. φησὶ γοῦν ἔστι δʼ οὐκ ἄδηλον, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦθʼ ὅτι Λεπτίνης, κἄν τις ἄλλος ὑπὲρ τοῦ νόμου λέγῃ, δίκαιον

μὲν οὐδὲν ἐρεῖ περὶ αὐτοῦ, φήσει δʼ ἀναξίους τινὰς ἀνθρώπους εὑρομένους ἀτέλειαν ἐκδεδυκέναι τὰς λειτουργίας, καὶ τούτῳ πλείστῳ χρήσεται τῷ λόγῳ. ὁρᾶτε, ὦ ἄνδρες Ἀθηναῖοι, ὥσπερ ἐπαγγέλλεται τοῦτον ταῦτʼ ἐρεῖν καὶ τούτῳ

πλείστῳ χρήσεσθαι τῷ λόγῳ. οὐκ ἀλόγως γε μὴν οὐδὲ τὸ τῶν ἀναξίων ἐμνήσθη, ἀλλὰ μετὰ πάνυ τοι πονηροτάτης τῆς γνώμης, ἵνα τῶν ἀναξίων ἀτελείας ἐκβεβλημένων ταύτης ἀξιόχρεως Κτήσιππος δόξῃ, καὶ αὐτὸς ἐφʼ ἑαυτοῦ καὶ διὰ τὸν πατέρα Χαβρίαν. ἀλλʼ εἰς κενὸν, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ τῆς ἐπινοίας τἀνδρὶ, καὶ οὐδὲν ἔσται πλέον ταῦτʼ αὐτῷ τεχνωμένῳ, ὑμῶν τὰ δίκαια ποιούντων καὶ ἃ μάλιστα τῇ πόλει προσῆκε καὶ προσέτι τοὺς τἀληθῆ διαστρέφειν ἐπιχειροῦντας μισούντων. ἐπεί τοι καὶ αὐτὸς τοσούτου δέω τούτοις πεπεῖσθαι καὶ προσέχειν τὸν νοῦν ὡς πάντα μᾶλλον ἢ ταῦτʼ ὀρθῶς ἔχειν νομίζειν. ἄνευ γὰρ τοῦ ταῦτʼ αὐτὸν, ὡς ἔφην, πεπραγματεῦσθαι καὶ τὴν αἰτίαν Κτήσιππον εἶναι, οὐδὲ τὸ τῶν ἀναξίων ὅλως ἔχω γιγνώσκειν ὡς εἰς καιρὸν εἰρημένον καὶ τῶν πραγμάτων ἀξίως, κἂν ὅτι μάλιστʼ αὐτὸς τούτοις ἐπιχειρῇ. εἰ μὲν γὰρ ἐξέτασις προὔκειτο γένους καὶ μόνους ἔδει τοὺς εὖ γεγονότας τιμᾶσθαι, καλῶς ἂν εἶχε τοὺς εὖ πεισομένους φυλοκρινεῖν· εἰ δʼ ἁπλῶς εὖ πάσχειν ἀνάγκη τοὺς εὖ πεποιηκότας, καὶ τῆς ἀρετῆς οὗτος μισθὸς, ἀτέλειαν δὲ οὐδὲν ἕτερον ἴσμεν ἀλλʼ ἢ κατωρθωμένων ἀντίδοσιν, οὐχ ὁρῶ τίνʼ ἔχει λόγον ἀναξίων τε καὶ μὴ μνημονεύειν, ἔνθα πάντας ἀνάγκη κατʼ αὐτὸ δὴ τοῦθʼ ὁμοίως τιμᾶσθαι, κἂν φαῦλός τις ὢν τύχῃ καὶ τῆς κάτω φρατρίας κἂν εἰς Κόδρον ἀνήκων. τί γὰρ Ἀχιλλεὺς μᾶλλον Θερσίτου πρὸς τὸ τὴν παρὰ τῶν Ἑλλήνων φέρεσθαι χάριν, ἂν ἐξ ἴσης ἄμφω τοὺς Τρῶας ἕλωσιν; [ἐπειδὴ ὁ μὲν ἐκ θεῶν, ὁ δʼ οὐ τοιοῦτος.]
χωρὶς δὲ τούτων εἰ τοῖς ἀξίοις μόνοις ἀτελείας
μετέσται, οὐκ ἔσθʼ ὅ τι μᾶλλον καθʼ ἡμῶν αὐτῶν ἔσται.

πρῶτον μὲν γὰρ οὐδένες, εὖ οἶδα, τῶν πάντων ἔτʼ ἀξιώσουσι λειτουργεῖν καὶ τὰς ἀναγκαίας εἰσφορὰς, ὡς νόμος, εἰσφέρειν, ἀλλὰ φυγῇ τὰ πράγματα φεύξονται, οἱ μὲν ἀτελεῖς διʼ αὐτὸ τοῦτο, οἱ δὲ μὴ τούτου τυχόντες διὰ τὸ μηδὲ τυχεῖν ἂν ὅλως ἐξεῖναι. κἀντεῦθεν τοῖς μὲν βασκανία

τις πρὸς ἐκείνους ἔσται καὶ φθόνος καὶ δυσμεναίνειν ἀεὶ καὶ πάντα τρόπον μισεῖν· τῇ πόλει δὲ, ἵνα μηδὲν δυσχερὲς εἴπω, τὸ μένειν ἐπὶ ταὐτοῦ καὶ μὴ πρὸς ἐπίδοσιν ἄγειν διὰ τὴν τούτων ἀργίαν καὶ ἔριν. ἔπειτʼ εἰ καί τινες λειτουργοῦντες ἔσονται· οὗτοι δʼ ἂν εἶεν οἱ μηδὲν ἐξ ἀτελείας εἰργόμενοι· ὅτι μὲν μικρά τις ἔσται καὶ φαύλη καὶ τοῦ μηδενὸς ὡς εἰπεῖν ἀξία ἡ παρὰ τούτων αὕτη συντέλεια καὶ σπουδὴ οὐδεὶς ἀγνοεῖ. πλὴν ἔστω γʼ, εἰ βούλεσθε, καλή τε καὶ πρέπουσα καὶ τοῖς πράγμασιν ἀποχρῶσα· πότερον οὖν τῇ πόλει κάλλιον καὶ λυσιτελέστερον καὶ πρὸς αὔξησιν μᾶλλον λειτουργοῦντας ἅπαντας ἴσχειν ἢ τινάς; καὶ κοινῆς καὶ δαψιλοῦς ἀπολαύειν προνοίας ἢ μετρίων δή τινων τυγχάνειν τῶν σπουδαστῶν; καὶ βελτιόνων τε καὶ χειρόνων ἢ τοῦτο αὐτὸ μόνον χειρόνων; καὶ πότερον ἐπαινέτας τοὺς ἄλλους πάντας ἢ μεμφομένους κεκτῆσθαι; ἐγὼ μὲν γὰρ οἶμαι καὶ τοὺς βαρβάρους αὐτοὺς εἰκότως ἂν ἡμῖν νεμεσῆσαι, ὅτι διπλοῦ κέρδους ἁπλοῦν ἀνθειλόμεθα, καὶ δέον εὖ πράττειν κατʼ ἄμφω, οἱ δʼ ἀπὸ μέρους ᾠήθημεν δεῖν. τὸ μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς μὲν ἀτελεῖς εἶναι, τοὺς δὲ μὴ, ὡς οὐ μόνον οὐδενὸς ὧν ἄνω καὶ κάτω διέξεισι Δημοσθένης, ἀλλʼ ὧν ἐμοῦ λέγοντος ἠκούσατʼ ἀρτίως, αἰτιώτατον ἔσται τῇ πόλει πάντας ὑμᾶς ἀκριβῶς οἶμαι πεπεῖσθαι, ἀγχίνους τε ὄντας καὶ πρὸς τὴν τοῦ καλοῦ καὶ δικαίου καὶ συμφέροντος κρίσιν οἴκοθεν καὶ παρὰ τῆς φύσεως παρεσκευασμένους. τὸ δὲ μηδένα τῶν πάντων ἀτελῆ κατὰ τὸν νόμον μήτε νῦν εἶναι μήτʼ εἰσαῦθις ἂν ταῦτʼ ἔχειν ἐξεῖναι, τοῦτʼ οὖν οὕτω πολλοῦ τινος ἄξιον καὶ γέμον ἐλπίδων καὶ πάσῃ πόλει καὶ πολιτεία διαφερόντως προσῆκον, ὡς τοὺς μὲν ἄλλους νόμους τοὺς μὲν ὑπὲρ τῶν ἰδίᾳ

διαφερόντων ἑκάστῳ, τοὺς δὲ δημοτελεῖς τινας εἶναι συμβαίνειν, μόνον δὲ τοῦτον ἡμῖν κοινότατον καὶ λυσιτελέστατον καὶ διαρκῆ καὶ βεβαίαν καὶ διὰ πάντων ἥκουσαν τὴν ὠφέλειαν ὡς μάλιστα παρεχόμενον· στρατεύεσθαι γοῦν καὶ τριηραρχεῖν καὶ πρεσβείας τὸ μὲν πέμπειν, τὸ δὲ δέχεσθαι, καὶ προσέτι συμμάχοις χρῆσθαι, σπένδεσθαι πολεμίοις,

ἀμύνεσθαι πολεμίους, τῶν οἰκείων ἀντιποιεῖσθαι καὶ σώζειν, καὶ νὴ Δία γε ταὐτὰ φρονεῖν πρὸς ἀλλήλους καὶ πάντας ἓν εἶναι τὴν γνώμην, καὶ συλλήβδην εἰπεῖν ὧν δεῖ πόλει τοσῇδε καὶ τοσούτων ἐθνῶν καὶ νήσων ἐπιστατούσῃ, πάντα ταῦθʼ ἑτοίμως καὶ μετὰ πολλοῦ τοῦ περιόντος καὶ βουλεύεσθαι καὶ ποιεῖν, ἐξ ἄρʼ ἡμῖν τούτου τοῦ νόμου μετὰ τὴν τῆς Ἀθηνᾶς ῥοπὴν κάλλισθʼ ὑπάρξει· καὶ τοῦθʼ ὡς ἂν οἷός τε ὦ πειράσομαι δεῖξαι καὶ πᾶσι ποιῆσαι καταφανὲς, ἵνα ἀκριβῶς εἰδῆτε, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ γνῶτε ὅσον τῷ νόμῳ τοῦ βελτίστου περίεστι καὶ ὡς, εἴπερ τις ἀνθρώπων, Λεπτίνης δημοτικὸς καὶ περὶ τὴν πόλιν χρηστός.

πᾶσα τοίνυν πολιτεία καὶ δυναστεία καὶ ὅλως οἱ τῶν ἀνθρώπων καθʼ ἕνα οὐκ εἴ τι πράξουσι μόνον σκοποῦσιν, ἀλλʼ εἰ συμφέρον τοῦτʼ αὐτοῖς ἔσται, καὶ διὰ πάντων ὡς εἰπεῖν πρὸς αὐτῶν. βούλονται μὲν γὰρ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ μάλα βούλονται καὶ τοῦ δικαίου τυγχάνειν ἐν τούτοις καὶ μηδὲν ἐλλείπειν τούτου τοῦ μέρους, ὡς μόνην ταύτην οὖσαν πρᾶξιν ἀρίστην· ἂν δʼ ἄρʼ ἀμφότερα μὴ ἐξῇ, καὶ δίκαια πράττειν καὶ συμφέροντα αὑτοῖς, οἱ δʼ αἱροῦνται συμφέροντα μᾶλλον ἢ δίκαια πράττειν. μᾶλλον δὲ οὐδὲ τὴν ἀρχὴν πράττειν οἴονται δεῖν, ὅταν ἃ μέλλουσι πράττειν ἢ μὴ συμφέρονθʼ αὑτοῖς αἴσθωνται ταῦτʼ εἶναι ἢ κατὰ σφῶν αὐτῶν. τὸ μὲν γὰρ μανία σαφὴς, ἑκόντα τινὰ καθʼ αὑτοῦ πράττειν αἱρεῖσθαι· τὸ δʼ ὡς ἀληθῶς κουφότητος καὶ ἀνοίας καὶ τῆς περὶ τὸν Μαργίτην, ὡς εἰπεῖν, συμμορίας, εἰκῆ πονεῖν καὶ πράττειν διὰ κενῆς καὶ εἰς οὐδὲν δέον. Λεπτίνης τοίνυν οὐ μόνον δίκαιον, ἀλλὰ καὶ συμφέροντα καὶ προσέτʼ