Orationes 53
Aristides, Aelius
Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
πάντα μᾶλλον, ὦ ἄνδρες Ἀθηναῖοι, ἔγωγʼ ἂν ᾤμην ἢ Δημοσθένη ποτὲ τουτονὶ πρὸς τοσοῦτον ἀπονοίας καὶ τοῦ μὴ καλῶς ἔχοντος ἥκειν ὡς καὶ ἀτελείας ἕνεχʼ ἡμῖν συμβεβουλευκέναι προῆχθαι, καὶ τοῦτο πολλοῦ τινος εἶναι φάναι, καὶ φέρειν εἰς δόξαν τοῖς δοῦσιν οὐχ ἧττον ἢ τοῖς λαβοῦσιν· οἷς καὶ εἴ τις ἄλλος ἐγχειρεῖν ἠξίου, τοῦτον αὐτὸν πρῶτον ἔδει παντὶ σθένει διακωλύειν πειρᾶσθαι, οὐ μόνον ὅτι τῶν ἀλυσιτελῶν τοῦτʼ ἐστὶ καθάπαξ τῇ πόλει,
ὡς προϊόντος ἐπιδείξω τοῦ λόγου· —ὁ δὲ πᾶν τοὐναντίον αὐτῇ καὶ βούλεται καὶ συνεύχεται, καὶ οὕτω τὸν ἀεὶπολιτεύεται χρόνον ὡς καὶ πεπεῖσθαι λέγειν περὶ αὑτοῦ μὴ ἂν ἕνα μηδένα τῶν πάντων τὰ τοιαῦτα δόξαι βελτίω, καὶ οὐ λέγειν μόνον, ἀλλὰ καὶ τοῖς ἔργοις δεικνύναι· —ἀλλʼ ὅτι καὶ μεγίστη τις ἐντεῦθεν γένοιτʼ ἂν τοῖς πράγμασι βλάβη, εἰ τοῦθʼ ἑξῆς διὰ πάντων χωρήσει. νῦν δὲ οἷς τὰ τοιαῦτα συνηγορεῖ, καὶ οἷς πλείω τούτων ἢ πάντων ὧν πώποτʼ εἶπεν ἢ συνεβούλευσε λόγον ποιεῖται, δυοῖν θάτερον λογίζεσθαι δίδωσιν, ἢ ʼκεῖνα μὴ καλῶς εἰρηκέναι ἢ ταῦτʼ οὐκ ὀρθῶς ἐψηφίσθαι· μᾶλλον δὲ εἰ μὲν ὀρθῶς ταῦτʼ ἔχει, κόμπος ἐκεῖνα καὶ οὐδὲν ὑγιὲς, εἰ δʼ ἐκ τῶν ἔργων ἐκείνοις ἡ πίστις, καὶ οὐδʼ ἂν εἷς ἐξ ὧν, ὦ Δημόσθενες, ἔπραξας φήσαι μὴ οὐ ταῦτα προσηκόντως εἰρῆσθαι, εὔδηλον πάντως ὡς ἔξω λόγου τὰ τοιαῦτʼ ἐσπουδάκεις, καὶ πρὶν ὑφʼ ὁτουοῦν ἐληλέγχθαι, κατʼ αὐτὸς σαυτοῦ ταυτηνὶ φέρεις τὴν ψῆφον.
ἐγὼ δὲ, ὦ ἄνδρες Ἀθηναῖοι, οὐχ οὕτω δεινὸν εἶναι τοῦτον ἠξίουν ὡς τοῦ βούλεσθαί τισιν ἕνεκα καταθέσθαι χάριν τῇ πόλει λυμαίνεσθαι, μηδὲ τῶν πρὸς ταύτην δικαίων μείζω τὰ τούτων ποιεῖσθαι, μηδὲ βοηθεῖν τούτοις οἰόμενον δεῖν ἔπειτʼ αὐτῇ πολεμεῖν, ἀλλʼ ὃ μέλλει κοινῇ συνοίσειν, τοῦθʼ ὡς ἔθος αὐτῷ καὶ διανοεῖσθαι καὶ πράττειν ἀεί. ὅπου γὰρ καὶ τῶν ὡς ἀληθῶς ἡμῖν συμφερόντων ἔσθʼ ὅτε, μᾶλλον δʼ ἐν τῷ καθάπαξ, διʼ αὐτὴν ταύτην ὑπερορῶμεν, πῶς οὐκ ἀλογία σαφὴς ἑτέρῳ τῳ κατʼ αὐτῆς χαρίζεσθαι; ὁ δὲ τοσοῦτον ἐδέησε τοῦ ταῦτʼ ἤδη πράττειν αἱρεῖσθαι, ὥσθʼ ὅσον πρόσθεν χρηστὸς ἦν καὶ δημοτικὸς καὶ τῆς πολιτείας ἀκριβὴς σπουδαστὴς, τοσοῦτον νῦν ἐξέστη τῆς ὑποθέσεως, καὶ τοὐναντίον ἢ πρόσθεν τοῖς
πράγμασι χρῆται· οὐχ ἃ τῇ πόλει συμφέρει, ἀλλʼ ἃ τῷ Χαβρίου παιδὶ, ἢ εἰ βούλεσθε, οἷ αὐτῷ—τὴν γὰρ δὴ τούτου μητέρα μετὰ τὴν ἐκείνου τελευτὴν αὐτὸς γεγαμήκει— ταῦθʼ ἡμᾶς πείθειν ἐθέλων, μονονουχὶ ταῦτʼ ἐν τούτοιςβοῶν, ὡς οὐδένα ποιοῦμαι τῆς πόλεως λόγον, ἀλλὰ λῆρος πάντʼ ἐμοὶ πρὸς τὸ γένος. ἀμέλει καὶ ὃν ἐξ ἀρχῆς ἔδει κεῖσθαι τῇ πόλει νόμον, μηδένα τῶν πολιτῶν ἀτελῆ μήτʼ εἶναι μήτʼ ἂν γενέσθαι, τοῦτον ἤδη καλῶς ὑπὸ Λεπτίνου τεθέντα, ὡς καὶ πάντων τῶν εὖ φρονούντων, ὡς εἰκὸς, αὐτὸν ἐπαινούντων, καὶ πάνυ τοι συνηδομένων αὐτῷ τε καὶ τῷ νόμῳ, τῷ μὲν τῆς κοινῆς ὠφελείας, τῷ δὲ τοῦ πρόνοιαν ταυτησὶ πεποιῆσθαι, μόνος οὗτος, ἢν εὖ πάθωμεν ὡς ἔοικε δυσχεραίνων, ἀντὶ τοῦ συγκροτεῖν αὐτὸν καὶ θαυμάζειν καὶ ὅπως εἰς ἀεὶ κύριος ἔσται παρασκευάζειν. ὁ δὲ καὶ ὅπως ἄκυρος ἔσται πάντα ποιεῖ· οὐ τὸ ξυμφέρον, ὡς ἂν εἴποι τις, ἀγνοῶν· τίς γὰρ τούτου τὰ τοιαῦτα δεινότερος; ἀλλʼ ὅπως εἰς τὴν πατρῴαν ἀτέλειαν καὶ αὖθις ἐγκαταστήσῃ Κτήσιππον, οὐκ εἰδὼς ὡς ἐν μὲν τῷ τὴν πόλιν εὖ πράττειν καὶ αὐτὸν εὖ πράττειν ἀνάγκη, ἐν δὲ τῷ τὸν μὲν νῦν εὖ ἔχειν ἐθέλειν, τὴν δὲ μὴ, καὶ αὐτὸν ὅσον οὐκ ἤδη τῶν αὐτῶν πεπειρᾶσθαι.
ἔτι τοίνυν εἰ μὲν, ὦ Δημόσθενες, οὐκ εὖ ἔχειν ὁ νόμος ἐδόκει οὐδὲ τοῦ γιγνομένου διὰ πάντων τυγχάνειν, ἀλλὰ φλυαρίαν ταῦτʼ εἶναι καὶ οὐδὲν ὑγιὲς, αὐτόν σε πρῶτον ἐχρῆν εἰς μέσον παριόντα διακωλύειν τοῦτον, αἰτιᾶσθαι, παρανόμων γράφεσθαι, οὐ τούτους ἢ ʼκείνους ἐξ ἀφανοῦς καθιέντα διʼ αὐτῶν ἐλέγχειν τοῦτον πειρᾶσθαι, καὶ κατὰ τοῦδε σφίσι συνηγορεῖν. σοὶ γὰρ, εἴπερ τῳ, τὰ τοιαῦτα μάλιστα μέλει. οἷς δὲ τότε μὲν σιγᾶν ᾤου δεῖν, νυνὶ δὲ μετʼ αὐτῶν αὐτὸν διαβάλλειν, ἀμφότερα βεβαιοῖς, τόν τε νόμον ὡς κάλλιστα ἔχειν, αὐτόν τέ σε μάτην κατʼ αὐτοῦ κεκινῆσθαι· ὅς γε καὶ ἵνα μὴ τοῦ μὲν Κτησίππου
μόνου δόξας ἀντιποιεῖσθαι, τὸ δὲ τῆς πόλεως παρὰ