Orationes 49

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

ἡδονῆς ἀπολαύειν, ὥσπερ ἂν εἰ ἑτέρου τὸ βιβλίον ἦν, οὐδʼ ἂν πηδῶν ᾐσχυνόμην, τί τὴν ἐγκράτειάν μου θαυμάζειν ἀφεὶς αἰτιᾷ τὰ μηδὲν ἐμοὶ προσήκοντα;

ἐγὼ τοίνυν ὑπερβολὴν ἔτι ποιήσομαι· ἔστω ταῦτα πάντα ἄρρητα· ἐκεῖνο πρὸς θεῶν ἔχεις εἰπεῖν, ὡς ἄρα

χρείας μὲν οὐδεμιᾶς ἕνεκα οὐδὲν ἔδρων, τηνάλλως δὲ σοφιστοῦ νόμῳ καὶ χαυνότητι ταῦτα ἐκομψευόμην καὶ σχήματος ἕνεκα; οὐ πάντες ἐμοὶ συνίσασιν ὅσον τούτων χωρὶς εἰμί; οὐ πᾶν ἕτερον τὸ ἡμέτερον; οὐκ ἐπʼ ἔσχατον μὲν ἀληθείας ἥκοντας τοὺς λόγους ἐκ τῶν δυνατῶν ὁρᾶτε, ἐπʼ ἔσχατον δʼ ἀληθείας πᾶσαν τὴν περὶ αὐτῶν βουλὴν ἅπαντες ὁρᾶτε; ποίαν ἢ χειρῶν ἐγὼ κίνησιν, ἢ χειλῶν παραγωγὴν ἐξεπίτηδες περαιτέρω τοῦ μετρίου νενόμικα; ποῖον ἐσθῆτος σχῆμα λυπηρόν; ὥσπερ ἤδη τινὲς αὑτοὺς ἀπέκρυψαν τοῖς ἱματίοις, ἴσως μὲν τιμήσαντες τῆς ἀξίας αὑτοῖς· ἐγὼ δʼ οὒ, καίτοι πλείονος σκέπης ἢ κατὰ τοὺς πολλοὺς δεόμενος, ὅμως τὸ πρόβλημα τοῦτο ἔφυγον. ἀλλὰ ἄλλο τι τοιοῦτον πώποτε ἐπλασάμην; ἀλλὰ ὀρχοῦμαι δίπτυχα, ὥσπερ ἕτεροί τινες; ἀλλὰ προσήκει μοί τι κακῶν ἀλλοτρίων; ἀλλʼ εἰς τοσοῦτον ἥκει μοι σχολῆς; ἀλλʼ ἔμοιγε ἱκανὸν, ἂν περὶ αὐτοὺς τοὺς λόγους καὶ τἀναγκαῖα πραγματευόμενος οἷός τε ὦ διαγίγνεσθαι, μηδὲν ἐπακτὸν κακὸν ἐμαυτῷ προστιθέμενος. οὐκοῦν ἁφθεὶς ὑπὸ τοῦ λόγου ταῦτʼ ἔλεγον. ὥστʼ εἰ ὅτι μάλιστα μὴ δεῖ μὲν παραληρεῖν, ὡς σὺ φῂς, ἐκ δὲ τῆς τοῦ λόγου ῥύμης καὶ τὸ τοιοῦτον ἐπέρχεται, τί τῆς ἀδυνάτου συμβουλῆς πλέον; ὥσπερ ἂν εἴ τινα ὑπὸ πνεύματος ἁρπασθέντα ἐν τῇ θαλάττῃ σὺ κελεύοις ἀτρεμεῖν καὶ μένειν, ἀπὸ τῆς ἀκτῆς λέγων, ὁρᾷς,
ἐγὼ κάθημαι σιωπῇ. καί μοι δοκεῖς κατὰ τὴν παροιμίαν τὸν ὑπὸ τῆς ἐχίδνης δηχθέντα αἰτιᾶσθαι, μηδεπώποτʼ αὐτὸς δηχθείς. ταῦτα δʼ ἄν σου Φιλοκτήτης ὁ τοῦ Ποίαντος οὐκ ἠνείχετο ἀκούων. ἀλλὰ γὰρ ἴσως ᾠήθης με τούτων ἕνα τῶν σοφιστῶν εἶναι, οὓς οἱ προσαγωγεῖς νουθετοῦσι καλῶς ποιοῦντες. ἔγωγʼ οὖν ἤδη ποτὲ εἶδον σοφιστὴν μεταξὺ λέγοντα ὑπὸ προσαγωγέως ἐξαγόμενον οὕτως ὡς